18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐξ ἀνάγκης διὰ πολεμίων πλῆθος εἴποιτις ἂν τὸ «οἳ αὐτὸν μέγαν περ ἐόντα καὶ ἴφθιμον

καὶ ἀγαυὸν ὦσαν», ἤτοι καὶἀνδρεῖον ὄντα ἐδίωξαν. ἔμφασιν δέ τινα ἔχει μεγαλείου καὶ

ὕψους ἡρωϊκοῦ τὸὦσαν, εἴ τις ἐννοήσεται, ὡς τὸ μὲν κυλίειν ἀπὸ τῶν ἄνω ἐπὶ τὰ

κατώτερα λέγεται, τὸ δὲ ὠθεῖν ἀνάπαλιν. ἔτι καὶ δυσχέρειαν ἐμφαίνει τοῦ ἡρωϊκοῦ

ἀναποδισμοῦ, εἴπερ κατακυλίεται μέν τι ῥᾷον, ὠθεῖται δὲ οὐκ εὐχερῶς ἀπὸ τῶν κάτωἐπὶ

τὸ ἄνω. καλῶς δὲ τῷ μέγαν ἐπήγαγε τὸ καὶ ἴφθιμον καὶ ἀγαυόν. ὁ γὰρἄλλως μέγας

βουγάϊός ἐστι καὶ γῆς ἐτώσιον ἄχθος. (ῃ. 535) Ὅτι πελεμίζεινπολλαχοῦ παρὰ τῷ ποιητῇ

τὸ κινεῖν ἢ μετακινεῖν. ἐνταῦθα οὖν φησίν· «ὃδὲ χασσάμενος πελεμίχθη». καὶ ἴσως

ἐντεῦθεν γίνεται καὶ ὁ πόλεμος ὡςοἱονεὶ πέλεμος, οἷα κινῶν ἢ καὶ πολλοὺς τοῦ βίου

μετακινῶν. Ἰστέον δὲ καί,ὅτι ἀντιστρόφως πως ἔθηκε τὰ τοῦ λόγου μέρη, ὡς οἱ παλαιοί

φασιν. ἐχρῆνγὰρ εἰπεῖν, ὅτι «ὃ δὲ πελεμιχθεὶς χάσατο», ἤγουν μετακινηθεὶς ὑπεχώρησε.

καὶἔστι καὶ τοῦτο πρωθύστερον σχῆμα, ὃ καὶ ὑστερολογία λέγεται καὶ

πολλαχοῦεὑρίσκεται. εἴη δ' ἂν τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ τὸ «χάριν, ἥνπερ

τυγχάνωνὑπεσχόμην», ἤγουν ἔτυχον ὑποσχόμενος. κἀκεῖνο δὲ ἰστέον, ὡς, ἐπεὶ

καὶἄμφω κινήσεις εἰσὶ καὶ τὸ πελεμιχθῆναι καὶ τὸ χάσασθαι, ἀδιάφορον ὁ

ποιητὴςἡγεῖται οὕτως ἢ ἐκείνως εἰπεῖν. (ῃ. 536) Ὅτι παρ' Ὁμήρῳ πρώτῳ κεῖται τὸ παρ'

ἀλλήλοις τετάσθαι ἢ κεῖσθαι ἢ εἴ τι τοιοῦτον. φησὶν οὖν· «ἐν κονίῃσιπαρ' ἀλλήλοισι

τετάσθην» καὶ μετ' ὀλίγα «παρ' ἀλλήλοισι τέταντο», ἤγουν 1.802 ἐγγὺς ἀλλήλων. ὅθεν

καὶ τὸ παραλληλίζειν ἐπὶ παραθέσεως, ἤτοι συγκρίσεως,καὶ λόγοι παράλληλοι. τὸ δέ γε

«ἐν ἀλλήλοις» πλεῖόν τι δηλοῖ τοῦ ἐγγὺςἀλλήλων, ὡς δηλοῖ καὶ ὁ εἰπὼν τὸ «οὐ παρ'

ἀλλήλοις ἀλλ' ἐν ἀλλήλοις» καὶἔτι σαφέστερον δι' ἑτεροίας φράσεως ὁ ποιήσας τὸ «οὐ

παρ' αὐτοῖς ἀλλ' ἐναὐτοῖσιν ὄντες κακοῖς», ἤγουν οὐκ ἐγγὺς ὄντες κακῶν ἀλλ' ἤδη

ἐντός. (ῃ.539–44) Ὅτι εἰδὼς ὁ ποιητὴς τὴν αὐτοῦ ἐν ῥητορείᾳ ἰσχὺν καὶ οἵαν σήμερον

μάχην ἐξαρτύσει τῷ λόγῳ, καθ' ἣν πολλοὶ πρηνέες ἐν κονίῃσι πεσοῦνται, καὶ ὡςοὐκ

ἔστι κάλλιον καὶ μεγαλοπρεπέστερον καὶ ἐναγωνιώτερον συστῆναι μάχην

ἢἀφηγηθῆναι, λέγει, ὅτι τότε «οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὃς ἔτ' ἄβλητοςκαὶ

ἀνούτατος ὀξέϊ χαλκῷ δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνηχειρὸς ἑλοῦσα,

ἀτὰρ βελέων ἀπερύκοι ἐρωήν». τοιοῦτος δ' ἂν εἴη θεατὴς ὁτοῦ ποιητοῦ ἀκροατής, ὃς οὐ

τῶν τοῦ πολέμου κακῶν μετέχει, ἀλλὰ τοῦ τῶνπολεμικῶν διηγήσεων κατὰ νοῦν

ἀπολαύει καλοῦ θεάματος, ἀκίνδυνος τὴνμάχην περιϊὼν καὶ μηδέν τι ἔχων τῶν

Ὁμηρικῶν ὀνόσασθαι, ἤτοι ἐκφαυλίσαικαὶ καταμέμψασθαι, καὶ μᾶλλον, εἴπερ ἄγοι

αὐτὸν ἡ Ὁμηρικὴ Παλλάς, ἡ τοῦγράφειν δηλαδὴ μεθοδικὴ δεινότης, ἡ τοῦ φρονεῖν

μήτηρ κατὰ τοὺς παλαιούς,χειρὸς ἑλοῦσα τὰς πτύχας ἀνελιττούσης τὰς τῆς Ὁμηρικῆς

βίβλου καὶ οὕτωβελέων ἀπερύκουσα ἐρωήν. ὃν καὶ χειραγωγεῖ ἀκινδύνως ἡ τοιαύτη

Παλλὰς εἰςτὰ καθέκαστα τῆς Ὁμηρικῆς ποιήσεως οἷα συνετὸν ἀκροατήν. (ῃ. 540) Ὅρα

δέ, ὡς καὶ ἐν τῷ «ἄβλητος καὶ ἀνούτατος» διαφορὰν σαφῶς οἶδεν, ὡς καὶ ἐνἄλλοις, τοῦ

οὐτάσαι καὶ τοῦ βαλεῖν, τοῦ μὲν ἐκ τοῦ σχεδὸν γινομένου, τοῦδὲ βαλεῖν πόρρωθεν.

Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ «ὅστις ἔτι ἄβλητος» περιττῶςκεῖσθαι δοκεῖ τὸ ἔτι καὶ μηδέν

τι σημαίνειν. τοιαῦτα δέ εἰσι καὶ ἄλλα, ὡς καὶἐν τῇ βʹ ῥαψῳδίᾳ παρασεσημείωται. (ῃ.

539) [Τοιοῦτον δέ τι καὶ τὸ «ἔνθακεν οὐκέτι ἔργον», ὡς ἀνωτέρω κεῖται. περιττὸν γάρ

ἐστι τὸ ˉτˉι, καὶ ἔστινὁ νοῦς, ὡς οὔτι, τουτέστιν οὐδαμῶς, μέμψοιτο ἄν τις τὸ τῆς μάχης

ἔργον.]

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

483

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!