18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εὐθὺς ἐνεργητικῶς τὸ «οὐ γὰρ ἔγωγε ἴδον», ὅπερ ἐνἄλλοις ἰδόμην φησίν.] (ῃ. 517) Ὅτι

ὥσπερ ἐν τῷ «αἴσιμα παρειπών»ἐκτείνεται ἡ τῆς ˉπˉαˉρˉα προθέσεως παραλήγουσα,

οὕτω καὶ ὧδε τὸ ∆ιώρηςκύριον, ὡς καὶ ἀλλαχοῦ προεφάνη, ἐκτεταμένην ἔχει τῆς

ˉδˉιˉα προθέσεως τὴνἄρχουσαν. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος ἐν πολλοῖς γίνεται

καὶ ἐπὶ ἄλλωνπολλῶν. (ῃ. 518) Ὅτι ἀστείως ὁ ποιητὴς ἐνταῦθα τὸ «μοῖρα

ἐπέδησεν»εἶπεν ἐπί τινος χερμαδίῳ βληθέντος παρὰ σφυρόν. ὁ γὰρ οὕτω βληθεὶς καὶ

ἀκινητίζων οἷον πεπέδηται. Ἰστέον δ' ἐνταῦθα, ὅτι τὸ «παρὰ σφυρόν» οὐκ εἴληπταιἀντὶ

τοῦ κατὰ τὸ σφυρόν, ἀλλ' ἀντὶ τοῦ ἐγγὺς σφυροῦ περὶ τὸ τέλος τῆς κνήμης,ὡς δῆλον ἐκ

τοῦ «παρὰ σφυρὸν κνήμην δεξιτερήν». (ῃ. 520) Ὅτι καὶ Αἰνόθεν, ἤτοι ἐκ τῆς Αἴνου,

ἐπίκουροι ἦσαν τοῖς Τρωσί, καθὰ καὶ ἐκ τῆςλοιπῆς Θρᾴκης. καὶ ἔστιν ἐκ τῶν ἐν τῇ

Βοιωτίᾳ γραφέντων συναγαγεῖν Κικόνων μοῖράν τινα καὶ τούτους εἶναι. ἔστι δὲ τὸ

Αἰνόθεν ὡς τὸ Ἀβυθόθεν, ὅπερ πρὸ ὀλίγων εἴρηται. τὸ δὲ Αἰνόθεν ἐνταῦθα μὲν τοπικὸν

ἐπίρρημά ἐστιν,εὑρεθήσεται δὲ ἐν τοῖς ἑξῆς καὶ ποιότητος ἐν τῷ «αἰνόθεν αἰνῶς». (ῃ.

521 ς.)Ὅτι τὸ ἄχρις ἐνταῦθα κεῖται κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου, οἷον

«ἀμφοτέρα δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν», ἤγουν διόλου 1.800

συνηλόησεν ὁ λίθος τοὺς παρὰ τὸ ῥηθὲν σφυρὸν τένοντας καὶ τὰ ὀστᾶ. δύναταιδὲ καὶ

κοινότερον νοηθῆναι, ὅτι συνηλόησεν ὁ λίθος τοὺς τένοντας ἄχρι καὶεἰς τὰ ὀστᾶ. Τὸ δὲ

ἀναιδής ἐκ τῶν λογικῶν παρῆκται εἰς τὸν λίθον, καθὰ καὶτὸ ἀνηλεής εἰς τὸν σίδηρον.

ἐκ δὲ τοῦ ἠλοίησεν, οὗ προϋπάρχει τὸ ἀλοῶ, καὶὁ πατραλοίας γίνεται καὶ ὁ μητραλοίας,

ὁ καὶ μητρολῴας λεγόμενος κατ'ἔκτασιν ἢ καὶ τροπὴν τῆς ὅλης ˉοˉι διφθόγγου εἰς ˉω

μέγα, ὃ γίνεται σὺν ἄλλοιςκαὶ ἐν τῷ ἀγκώνη ἀγκοίνη, κολοιός κολῳός. (ῃ. 523 ς.) Ὅτι

καταπίπτει τιςχερμαδίῳ βληθεὶς ἐνταῦθα ὕπτιος ἐν κονίῃσιν ἄμφω χεῖρε φίλοις

ἑτάροισιπετάσας, θυμὸν ἀποπνείων. τὸ δὲ πετάσαι τὰς χεῖρας δηλοῖ μὲν τὸ ἁπλῶσαιοἷα

πτέρυγας. ἔστι δὲ σχῆμα ἱκέσιον, εἴ πού τις καταπίπτοντος ἀντιλάβοιτο.οὕτω καὶ ἐν τοῖς

τοιούτοις ἐπιτυχὴς ὁ ποιητής. θέμα δὲ τοῦ πετάσας ἢ τὸπετῶ κοινότερον ἢ ἐκ τοῦ πέτω

παράγωγον πετάζω, οὗ καὶ ἔγνωσται ἡχρῆσις. μετῆκται δὲ ἡ λέξις ἀπὸ πτηνῶν, ἃ

πετόμενα οὕτως ἁπλοῦσι τὰςπτέρυγας. καὶ ἔστι αὐτὸ ἀκριβέστερον τοῦ «ἀναπτύξας

χεῖρας», εἰς εὐχὴνδηλαδὴ κατὰ τὴν τραγῳδίαν, ὅπερ Ὅμηρος ἀνασχεῖν χεῖράς φησιν. (ῃ.

525 ς.)Ὅτι ἐν τῷ «οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαὶ

χολάδες»χολάδας τὰ ἔντερα λέγει, ἐπεὶ εἰς αὐτὰ συρρεῖ ξανθὴ χολὴ καὶ

διαθερμαίνουσαἐρεθίζει τῇ δριμύτητι ἀποκρίνειν τὰ περιττά. ὡς εἰ μὴ τοῦτ' ἦν,

ψυχρά,φασίν, ὄντα τῇ κράσει, καθὸ νευρώδη, ἔμενον ἂν ἀργὰ πρὸς τὴν ἀπόκρισιν. Τὸδὲ

οὖτα οὐ δευτέρας ἐστὶ συζυγίας, ἀλλ' ἐκ τοῦ οὐτάζω γίνεται, οὗ ἀόριστοςοὔτασα, τὸ

τρίτον οὔτασε, καὶ κατὰ ἀποκοπὴν οὖτα. διὸ καὶ συστέλλει παρὰ τῷποιητῇ τὸ δίχρονον

καὶ προπερισπᾶται. (ῃ. 532) Ὅτι τὸ σκυλεῦσαι νεκρὸνκαὶ ἀποδῦσαι τεύχεα λέγεται, ὡς

δηλοῖ τὸ «τεύχεα δ' οὐκ ἀπέδυσε, περίστησαν 1.801 γὰρ ἑταῖροι». ἔστι δὲ τὸ περίστησαν

ταὐτὸν τῷ περιέβησαν, ὅ ἐστιν ὑπερεμάχησαν, ὡς μυριαχοῦ λέγεται. (ῃ. 533) Ὅτι τοὺς

Θρᾷκας ἀκροκόμους τε καλεῖ,ὅ ἐστιν ἄκρως κομῶντας, καὶ δολιχά φησιν ἔχειν αὐτοὺς

ἔγχεα. ἴσως γὰρ ταῦταἦσαν αὐτοῖς παράσημα. λέγει οὖν οὕτω· «Θρήϊκες ἀκρόκομοι,

δολίχ' ἔγχεαχερσὶν ἔχοντες». ὅρα δέ, ὡς οὐκ ἠξίωσεν αὐτοὺς καρηκομόωντας εἰπεῖν,ὡς

ἀπονείμας τοῦτο τοῖς Ἀχαιοῖς. καίτοι ταὐτόν ἐστιν ἀκροκόμους, ὡςεἴρηται, εἰπεῖν καὶ

καρηκομόωντας. Τινὲς δὲ οἴονται ἀκροκόμους λέγειν τοὺςἐν ἄκρῳ τῆς κεφαλῆς

κομῶντας, οὐ μὴν καθειμένας εἰς βάθος τὰς τρίχας ἔχοντας.Ἰστέον δὲ καί, ὅτι τοὺς

δολιχὰ ἔγχεα χερσὶν ἔχοντας δυνάμενος δολιχέγχεαςσυνθέτως εἰπεῖν, ὡς ἐπὶ ἄλλων

ἐποίησεν, ὅμως οὕτω δόξαν αὐτῷ περιέφρασεν.(ῃ. 534 ς.) Ὅτι ἐπὶ ἀνδρείου φεύγοντος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

482

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!