Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κάμπτονται τὰ λεῖακαὶ ἄοζα. φησὶ γοῦν «ἣν ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμεν, ὄφραἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ». Ἴτυν δὲ λέγει τὴν περιφέρειαν ἀπὸ τοῦ ἰέναι, ὅἐστι περιϊέναι καὶ περιάγεσθαι. (ῃ. 487) ∆ιδάσκει δὲ ἐν τῇ παραβολῇ ταύτῃκαί, ὅτι οὐ χλωρὰν μετακομιστέον οὐδὲ τὴν τοιαύτην ὕλην, ἀλλ' ἐατέονἀφαυανθῆναι αὐτήν. εὐμετακομιστότερον γὰρ τὸ ξηρόν. φησὶν οὖν· «ἣ μὲνἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας». οὕτως ἐν παρέργῳ καὶ τὰ παρὰ Ἡσιόδῳσεμνὰ ὁ ποιητὴς τῇ οἰκείᾳ ποιήσει ἐνσπείρει. (ῃ. 485) Τὸ δὲ ἁρματοπηγός συντελεῖ εἰς τὸ «κολλητὸν ἅρμα καὶ εὔπηκτον», ὡς ἐν ἄλλοις λέγεται ὑπὸ τοῦποιητοῦ. (ῃ. 488) Ὅτι ἐν τῷ «τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξενΑἴας» συγκέκοπται, ὡς καὶ προερρέθη, τὸ πατρωνυμικόν. ἔδει γὰρ Ἀνθεμιωνίδην εἰπεῖν, ἐπεὶ Ἀνθεμίωνος υἱὸς ὁ Σιμοείσιος πρὸ βραχέων ἱστόρηται.εἰ δὲ τυχὸν καὶ Ἄνθεμος τρισυλλάβως ὁ πατὴρ ἐκαλεῖτο, λέγοιτ' ἂν ὀρθῶς Ἀνθεμίδης ὁ ἐξ αὐτοῦ. διὸ καὶ προσφυὲς τὸν ἐκ πατρὸς ἀνθηρωνύμου θαλερὸνῥηθῆναι ὑπὸ τοῦ ποιητοῦ, ὡς καὶ αὐτὸ προέκκειται. (ῃ. 497 ς.) Ὅτι ἐντῷ «Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος», τοῦ Ὀδυσσέως δηλαδή, ἄνδρατὸν ἀνδρεῖον λέγει. Τὸ δὲ ἀκοντίσαι καὶ βέλος ἀφεῖναι εἴποι τις ἄν. ἐπάγειοὖν· «ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε». βέλος γὰρ ἐνταῦθα τὸ δόρυ ὡς μήκοθεν ἀφεθέν. Τὸ δὲ κεκάδοντο ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἐστὶ μέσος δεύτερος ἀόριστος, οὗτὸ μὲν κοινὸν ἐχάδοντο, τὸ δὲ Ἰωνικὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ συνήθειἀναδιπλασιασμῷ κεκάδοντο, ὁποῖόν τι, ὡς προδεδήλωται, καὶ ἐπὶ τοῦ τετύκοντογίνεται ἀπὸ τοῦ ἐτυχόμην δευτέρου ἀορίστου. Τὸ δὲ ἅλιον ὡς δασυνόμενον ἀπὸτοῦ ἅλς ἁλός γίνεται καὶ δηλοῖ τὸ ἀσυντελές. καὶ ἡ θάλασσα γὰρ ἀσυντελὴςτοῖς γε πιεῖν ἐθέλουσι. (ῃ. 499) Ὅτι τετραχῶς ἡ παιδοποιΐα παρ' Ὁμήρῳ· οἱ μὲν γὰρ γνήσιοι, οἱ ἐκ νομίμων γάμων, οἱ δὲ νόθοι, οἱ ἐκ παλλακῶν, οἷον 1.796 «υἱὸν Πριάμοιο νόθον» καὶ «εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω», οἱδέ τινες σκότιοι, οἱ ἐκ λαθραίας μίξεως, οἷον «σκότιον δέ ἑ γείνατο μήτηρ»,καὶ ἄλλοι παρθένιοι, οἱ ἐκ τῆς ἔτι νομιζομένης παρθένου γεννώμενοι, ὡς τὸ»παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη». ἡ δὲ τοιαύτη λέξις διφορεῖτὴν παραλήγουσαν. ὁ μὲν γὰρ παρθένιος υἱὸς τὸ ˉι ἔχει, ἡ δὲ παρθένειος ἡδονήἐν Ἱππολύτῳ τὴν ˉεˉι δίφθογγον φιλεῖν λέγεται. Ἰστέον δὲ καί, ὅτι ὁ μὲν σκότιος οὐκ ἂν πάνυ ἐκφύγῃ κοινότερον τὸ νόθος ῥηθῆναι κατά γε τὸ μὴ γνήσιος εἶναι,διαφέρει δὲ τοῦ ἐκ φανερᾶς παλλακῆς νόθου τῷ αὐτὸς μὴ κατὰ φῶς ἀλλ' ὡςἐν σκότῳ προελθεῖν. ὁ δέ γε παρθένιος ἀμφοῖν διαφέρει τῷ δύνασθαί ποτεγνησίου ἐγγὺς εἶναι. εἰκὸς γὰρ τὸν γαμέτην πρὸ γάμου σπεῖραι εἰς τὴν δοκοῦσανἔτι παρθένον εἶναι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ νόθου, οὗ ἡ ἐτυμολογία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κεῖται, ἀφ' οὗ καὶ τὸ ὀθνεῖον κατὰ μετάθεσιν στοιχείωνπαρῆκται, λέγεται καὶ λόγος νόθος καὶ διανόημα τροπικῶς νόθον τὸ μὴγνήσιον. εἰ δέ τις καὶ ἄχαρι παραπτύσει ῥῆμα ἢ νόημα, ὁ τοιοῦτος καὶἔκβλητόν τι ἔπος λέγεται προενεγκεῖν, πρὸς ὁμοιότητα ἐκθέτου βρέφους,καὶ ὑπόβλητον λέξαι λόγον ὁμοίως τὸν καὶ ὑποβολιμαῖον. (ῃ. 500) Ὅτι ἐνἈβύδῳ Πριάμου ἦσαν ἱπποφόρβια ἢ ἱπποστάσια. νόθος οὖν τις υἱὸς ΠριάμουἈβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. καὶ ἔστιν ὑποδύσκολον ἐνταῦθα λυθῆναιἀπορίαν, ἣν εὐλόγως ἄν τις ἀπορήσῃ ζητήσας, πῶς ὁ τοσοῦτος Ἑλληνικὸςστόλος ἀφίησιν Ἀβυθόθι σῴζεσθαι τὰ τοῦ Πριάμου ἱπποστάσια. εἰ μὴ ἴσωςκατὰ κοινὴν συνθήκην ἢ διὰ τὸ τῶν ἐπικουρούντων τοῖς Τρωσὶ πολυπληθὲς ἢκαί, ἵνα μὴ ἐν τοῖς παρέργοις διὰ κενῆς τρίβωνται οἱ Ἕλληνες. [Ὅρα δὲ τὸ «παρ' ἵππων» πρόθεσιν ἔχον τὴν ˉπˉαˉρˉα ἀντὶ ἑτέρας προθέσεως, οἷον τῆς ˉἀˉπˉο ἢ τῆςˉἐˉξ. δῆλον δ' ὅτι καὶ θηλυκῶς ἐνταῦθα αἱ ἵπποι κεῖνται.] (ῃ. 502) Ὅτιβάλλεταί τις ἐνταῦθα αἰχμῇ τὴν κόρσην ἤγουν τὸν κρόταφον, «ἣ δ' ἑτέρου διὰ 1.797 κροτάφοιο ἐπέρησε». περὶ δὲ κόρσης καὶ κροτάφου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 480

εἴρηται πρὸ ὀλίγου ἱκανῶς.(ῃ. 507 ς.) Ὅτι Ὅμηρος μὲν μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμονὀνομάζει θηλυκῶς, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις οὕτω καλοῦσιν, οἳκαὶ οὐδετέρως τὰ πέργαμά φασιν, ὡς καὶ Αἰσχύλος Προμηθεῖ. δῆλον δέ, ὡς ἡ Πέργαμος καὶ πόλις λέγεται. διὸ εἰπὼν ὁ ποιητής, ὡς «νεμέσησεν ἈπόλλωνΠεργάμου ἐκκατιδών» ἐπάγει μετ' ὀλίγα· «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός».ἡ δ' αὐτὴ καὶ ἀκρόπολις καὶ ἄκρη πόλις κατὰ διάλυσιν. ἔθος δὲ τοῖς παλαιοῖςκτίσταις τῶν πόλεων ἀκροπόλεις ἱστᾶν ἐν τοῖς ὑψηλοῖς τῶν τόπων ἄλλης τεἀσφαλείας χάριν καὶ φόβῳ κατακλυσμοῦ. (ῃ. 509–11) Ὅτι ἐπισπευστικὸνεἰς μάχην τὸ «ὄρνυσθε μηδ' εἴκετε χάρμης». Τὸ δὲ ἐφεξῆς ἐπὶ φερεπόνωνοἰκεῖον ῥηθῆναι, ἤγουν τὸ «ἐπεὶ οὔ τοι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοις», ἀντὶ τοῦ «τρωτοί εἰσι καὶ αὐτοί». (ῃ. 511) Καὶ ὅρα, ὡς τὸ ἀνασχέσθαι αἰτιατικῇ καὶ ἐνταῦθα συνέταξε. τοῦ δὲ ταμεσίχροαπροϋπάρχει ῥῆμα ποιητικόν, τὸ ταμῶ ταμέσω, ἐξ οὗ τὸ τμῶ τμήσω συγκέκοπται. Τὸ δὲ βαλλομένοις λέξις ἐστὶ γενική· νοητέον γὰρ νῦν βαλλομένους συλληπτικῶς καὶ τοὺς οὐταζομένους καὶ εἴ τι τοιοῦτον. (ῃ. 513) Ὅτι τὸν Ἀχιλλέα ἐπὶ νηυσὶ χόλον θυμαλγέα φησὶ πέσσειν, ὅ ἐστι κατέχειν ἔσω. οὕτω δὲ καὶ γέραπέσσειν ἀλλαχοῦ τὸ συνέχειν καὶ περιέπειν. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὥσπερ δὲ ὠνή καὶ ὦνος, βία βίος καὶ βιός, ὥρα ὧρος, βιοτή βίοτος, δίνηδῖνος, φθογγή φθόγγος, στροφή στρόφος παρὰ τῷ Κωμικῷ, οὕτω καὶ χολή 1.798 χόλος. ὅμοιον δὲ καὶ τὸ βολή βόλος [ἐπί τε πεττείας καὶ] ἐπὶ δικτύου, καὶτὸ στάθμη σταθμός, ἴσως δὲ καὶ τὸ κάκη κακός. Σημείωσαι δέ, ὅτι σύνηθεςὉμήρῳ κατὰ ποσὰ διαστήματα μεμνῆσθαι τοῦ Ἀχιλλέως, ὡς μυριαχοῦ φαίνεται, καὶ παραρτύειν οὕτω τὴν ποίησιν τῇ μνήμῃ τοῦ ἥρωος, μὴ καὶἐπιλάθοιτο αὐτοῦ ὁ φιλέλλην ἀκροατής. Ἰστέον δὲ καί, ὅτι τὸ πεῖσαν τοὺς Τρῶας θαρρῆσαι τὴν ἐν τῇ πεδιάδι μάχην ἡ μῆνις ἦν τοῦ Ἀχιλλέως, καθὰ καὶ προεγράφη. αὐτοῦ γὰρ μαχομένου ὁ Ἕκτωρ οὐκ εἶχε προκύπτειν τῶν τοῦτείχους πυλῶν. (ῃ. 512 ς.) ∆ιὸ καὶ ὁ Ἀπόλλων ἐντεῦθεν θαρσοποιῶν εἰς μάχηνἄρτι προκαλεῖται τοὺς Τρῶας, εἰπών· «οὐ μὰν οὐδ' Ἀχιλλεὺς μάρναται»καὶ τὰ ἑξῆς, τὴν παντελῆ ἐκείνου ἀργίαν δηλώσας διὰ τῶν δύο ἀρνήσεων.(ῃ. 514) [Ὅτι ἐν τῷ «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός»–λέγει δὲ τὸνἈπόλλωνα–δεινὸς νοεῖται οὐ μόνον ὁ ἐπιδέξιος λαλῆσαι καὶ εἰς μάχην ὀτρῦναιῥητορικῇ δυνάμει, ἀλλὰ καὶ ὁ φοβερός, ἐπεὶ καὶ Ἀπόλλων ὁ αὐτὸς καὶ ∆εῖμος δὲ καὶ Φόβος ὀπαδοὶ αὐτῷ εἰσιν.] (ῃ. 508–16) Ὅτι δηλῶσαι βουλόμενος ὁ ποιητής, ὡς Τρῶες μὲν καθ' εἱμαρμένην ἐνίκων, εἰς ἣν πολλαχοῦὁ Ἀπόλλων ἀλληγορεῖσθαι φαίνεται, Ἀχαιοὶ δὲ διὰ τὸ περιὸν τῆς κατ' Ἀθηνᾶνφρονήσεως ἀντέχουσι πρὸς αὐτούς, λέγει, ὅτι Τρωσὶ μὲν Ἀπόλλων κέλετοἀΰσας καὶ τὰ ἑξῆς, «αὐτὰρ Ἀχαιοὺς ὦρσε ∆ιὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο». Ἐν τούτοις δὲ ὅρα καί,ὡς κυδίστην μὲν τὴν Ἀθηνᾶν εἶπε, δεινὸν δέ, ὡς καὶ προεγράφη, θεὸν τὸνἈπόλλωνα, οὐχ' ὅτι μὴ δεινὴ θεὸς καὶ ἡ Ἀθηνᾶ, ἀλλὰ διότι αὐτὸς προκατῆρξε τοῦ εἰς μάχην ἐρεθισμοῦ τοῖς Τρωσίν. (ῃ. 515) Ὅτι δὲ δεινοποιεῖται καὶἡ Ἀθηνᾶ, δηλοῖ μὲν καὶ ὁ ποιητὴς ἐν τῷ «δεινὴν γὰρ ἄγεν θεόν», δηλοῖ δὲκαὶ ὁ φιλόσοφος λόγος, ὃς τὴν δεινότητα προκαθίζει τῆς φρονήσεως, εἰςἣν ἀλληγορεῖται ἡ Ἀθηνᾶ, ἡ καὶ Τριτογένεια διὰ τὸ ἐκ δεινότητος φοβερόν,εἴγε Τριτογένεια καὶ κατὰ τὸν Κωμικὸν Τριτογενής, ἡ τὸ τρεῖν ἐγγεννῶσα 1.799 τοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ ὡς ἐκ τριτοῦς,ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ ∆ιὸς γεγονυῖα, ἢ ὡς ἐν τρίτῃ μηνὸς γενομένη, ἢ ὡς τρία γεννῶσα καλά τινα τὰ ἐκεῖσε κατὰ τοὺς παλαιοὺς δηλούμενα.[(ῃ. 516) Τὸ δὲ ἴδοιτο Ἀττικῶς παθαίνεται. ἄλλως γὰρ ἀγαθὸν εἰπεῖν καὶτὸ «ὅθι μεθιέντας ἴδοι». οὕτω καὶ πρὸ βραχέων εἰπὼν παθητικῶς «οἵ μιν ἴδοντοπονεύμενον» ἐπήγαγεν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 481

εἴρηται πρὸ ὀλίγου ἱκανῶς.(ῃ. 507 ς.) Ὅτι Ὅμηρος μὲν μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν

Πέργαμονὀνομάζει θηλυκῶς, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις οὕτω καλοῦσιν,

οἳκαὶ οὐδετέρως τὰ πέργαμά φασιν, ὡς καὶ Αἰσχύλος Προμηθεῖ. δῆλον δέ, ὡς ἡ

Πέργαμος καὶ πόλις λέγεται. διὸ εἰπὼν ὁ ποιητής, ὡς «νεμέσησεν ἈπόλλωνΠεργάμου

ἐκκατιδών» ἐπάγει μετ' ὀλίγα· «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός».ἡ δ' αὐτὴ καὶ

ἀκρόπολις καὶ ἄκρη πόλις κατὰ διάλυσιν. ἔθος δὲ τοῖς παλαιοῖςκτίσταις τῶν πόλεων

ἀκροπόλεις ἱστᾶν ἐν τοῖς ὑψηλοῖς τῶν τόπων ἄλλης τεἀσφαλείας χάριν καὶ φόβῳ

κατακλυσμοῦ. (ῃ. 509–11) Ὅτι ἐπισπευστικὸνεἰς μάχην τὸ «ὄρνυσθε μηδ' εἴκετε

χάρμης». Τὸ δὲ ἐφεξῆς ἐπὶ φερεπόνωνοἰκεῖον ῥηθῆναι, ἤγουν τὸ «ἐπεὶ οὔ τοι λίθος

χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοις», ἀντὶ τοῦ «τρωτοί εἰσι

καὶ αὐτοί». (ῃ. 511) Καὶ ὅρα, ὡς τὸ ἀνασχέσθαι αἰτιατικῇ καὶ ἐνταῦθα συνέταξε. τοῦ δὲ

ταμεσίχροαπροϋπάρχει ῥῆμα ποιητικόν, τὸ ταμῶ ταμέσω, ἐξ οὗ τὸ τμῶ τμήσω

συγκέκοπται. Τὸ δὲ βαλλομένοις λέξις ἐστὶ γενική· νοητέον γὰρ νῦν βαλλομένους

συλληπτικῶς καὶ τοὺς οὐταζομένους καὶ εἴ τι τοιοῦτον. (ῃ. 513) Ὅτι τὸν Ἀχιλλέα ἐπὶ

νηυσὶ χόλον θυμαλγέα φησὶ πέσσειν, ὅ ἐστι κατέχειν ἔσω. οὕτω δὲ καὶ γέραπέσσειν

ἀλλαχοῦ τὸ συνέχειν καὶ περιέπειν. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὥσπερ δὲ

ὠνή καὶ ὦνος, βία βίος καὶ βιός, ὥρα ὧρος, βιοτή βίοτος, δίνηδῖνος, φθογγή φθόγγος,

στροφή στρόφος παρὰ τῷ Κωμικῷ, οὕτω καὶ χολή 1.798 χόλος. ὅμοιον δὲ καὶ τὸ βολή

βόλος [ἐπί τε πεττείας καὶ] ἐπὶ δικτύου, καὶτὸ στάθμη σταθμός, ἴσως δὲ καὶ τὸ κάκη

κακός. Σημείωσαι δέ, ὅτι σύνηθεςὉμήρῳ κατὰ ποσὰ διαστήματα μεμνῆσθαι τοῦ

Ἀχιλλέως, ὡς μυριαχοῦ φαίνεται, καὶ παραρτύειν οὕτω τὴν ποίησιν τῇ μνήμῃ τοῦ

ἥρωος, μὴ καὶἐπιλάθοιτο αὐτοῦ ὁ φιλέλλην ἀκροατής. Ἰστέον δὲ καί, ὅτι τὸ πεῖσαν τοὺς

Τρῶας θαρρῆσαι τὴν ἐν τῇ πεδιάδι μάχην ἡ μῆνις ἦν τοῦ Ἀχιλλέως, καθὰ καὶ

προεγράφη. αὐτοῦ γὰρ μαχομένου ὁ Ἕκτωρ οὐκ εἶχε προκύπτειν τῶν τοῦτείχους

πυλῶν. (ῃ. 512 ς.) ∆ιὸ καὶ ὁ Ἀπόλλων ἐντεῦθεν θαρσοποιῶν εἰς μάχηνἄρτι προκαλεῖται

τοὺς Τρῶας, εἰπών· «οὐ μὰν οὐδ' Ἀχιλλεὺς μάρναται»καὶ τὰ ἑξῆς, τὴν παντελῆ ἐκείνου

ἀργίαν δηλώσας διὰ τῶν δύο ἀρνήσεων.(ῃ. 514) [Ὅτι ἐν τῷ «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς

θεός»–λέγει δὲ τὸνἈπόλλωνα–δεινὸς νοεῖται οὐ μόνον ὁ ἐπιδέξιος λαλῆσαι καὶ εἰς

μάχην ὀτρῦναιῥητορικῇ δυνάμει, ἀλλὰ καὶ ὁ φοβερός, ἐπεὶ καὶ Ἀπόλλων ὁ αὐτὸς καὶ

∆εῖμος δὲ καὶ Φόβος ὀπαδοὶ αὐτῷ εἰσιν.] (ῃ. 508–16) Ὅτι δηλῶσαι βουλόμενος ὁ

ποιητής, ὡς Τρῶες μὲν καθ' εἱμαρμένην ἐνίκων, εἰς ἣν πολλαχοῦὁ Ἀπόλλων

ἀλληγορεῖσθαι φαίνεται, Ἀχαιοὶ δὲ διὰ τὸ περιὸν τῆς κατ' Ἀθηνᾶνφρονήσεως ἀντέχουσι

πρὸς αὐτούς, λέγει, ὅτι Τρωσὶ μὲν Ἀπόλλων κέλετοἀΰσας καὶ τὰ ἑξῆς, «αὐτὰρ Ἀχαιοὺς

ὦρσε ∆ιὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο».

Ἐν τούτοις δὲ ὅρα καί,ὡς κυδίστην μὲν τὴν Ἀθηνᾶν εἶπε, δεινὸν δέ, ὡς καὶ προεγράφη,

θεὸν τὸνἈπόλλωνα, οὐχ' ὅτι μὴ δεινὴ θεὸς καὶ ἡ Ἀθηνᾶ, ἀλλὰ διότι αὐτὸς προκατῆρξε

τοῦ εἰς μάχην ἐρεθισμοῦ τοῖς Τρωσίν. (ῃ. 515) Ὅτι δὲ δεινοποιεῖται καὶἡ Ἀθηνᾶ, δηλοῖ

μὲν καὶ ὁ ποιητὴς ἐν τῷ «δεινὴν γὰρ ἄγεν θεόν», δηλοῖ δὲκαὶ ὁ φιλόσοφος λόγος, ὃς τὴν

δεινότητα προκαθίζει τῆς φρονήσεως, εἰςἣν ἀλληγορεῖται ἡ Ἀθηνᾶ, ἡ καὶ Τριτογένεια

διὰ τὸ ἐκ δεινότητος φοβερόν,εἴγε Τριτογένεια καὶ κατὰ τὸν Κωμικὸν Τριτογενής, ἡ τὸ

τρεῖν ἐγγεννῶσα 1.799 τοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ

ὡς ἐκ τριτοῦς,ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ ∆ιὸς γεγονυῖα, ἢ ὡς ἐν τρίτῃ μηνὸς

γενομένη, ἢ ὡς τρία γεννῶσα καλά τινα τὰ ἐκεῖσε κατὰ τοὺς παλαιοὺς δηλούμενα.[(ῃ.

516) Τὸ δὲ ἴδοιτο Ἀττικῶς παθαίνεται. ἄλλως γὰρ ἀγαθὸν εἰπεῖν καὶτὸ «ὅθι μεθιέντας

ἴδοι». οὕτω καὶ πρὸ βραχέων εἰπὼν παθητικῶς «οἵ μιν ἴδοντοπονεύμενον» ἐπήγαγεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

481

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!