18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κάμπτονται τὰ λεῖακαὶ ἄοζα. φησὶ γοῦν «ἣν ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ

ἐξέταμεν, ὄφραἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ». Ἴτυν δὲ λέγει τὴν περιφέρειαν ἀπὸ τοῦ

ἰέναι, ὅἐστι περιϊέναι καὶ περιάγεσθαι. (ῃ. 487) ∆ιδάσκει δὲ ἐν τῇ παραβολῇ ταύτῃκαί,

ὅτι οὐ χλωρὰν μετακομιστέον οὐδὲ τὴν τοιαύτην ὕλην, ἀλλ' ἐατέονἀφαυανθῆναι

αὐτήν. εὐμετακομιστότερον γὰρ τὸ ξηρόν. φησὶν οὖν· «ἣ μὲνἀζομένη κεῖται ποταμοῖο

παρ' ὄχθας». οὕτως ἐν παρέργῳ καὶ τὰ παρὰ Ἡσιόδῳσεμνὰ ὁ ποιητὴς τῇ οἰκείᾳ ποιήσει

ἐνσπείρει. (ῃ. 485) Τὸ δὲ ἁρματοπηγός συντελεῖ εἰς τὸ «κολλητὸν ἅρμα καὶ εὔπηκτον»,

ὡς ἐν ἄλλοις λέγεται ὑπὸ τοῦποιητοῦ. (ῃ. 488) Ὅτι ἐν τῷ «τοῖον ἄρ' Ἀνθεμίδην

Σιμοείσιον ἐξενάριξενΑἴας» συγκέκοπται, ὡς καὶ προερρέθη, τὸ πατρωνυμικόν. ἔδει γὰρ

Ἀνθεμιωνίδην εἰπεῖν, ἐπεὶ Ἀνθεμίωνος υἱὸς ὁ Σιμοείσιος πρὸ βραχέων ἱστόρηται.εἰ δὲ

τυχὸν καὶ Ἄνθεμος τρισυλλάβως ὁ πατὴρ ἐκαλεῖτο, λέγοιτ' ἂν ὀρθῶς Ἀνθεμίδης ὁ ἐξ

αὐτοῦ. διὸ καὶ προσφυὲς τὸν ἐκ πατρὸς ἀνθηρωνύμου θαλερὸνῥηθῆναι ὑπὸ τοῦ

ποιητοῦ, ὡς καὶ αὐτὸ προέκκειται. (ῃ. 497 ς.) Ὅτι ἐντῷ «Τρῶες κεκάδοντο ἀνδρὸς

ἀκοντίσαντος», τοῦ Ὀδυσσέως δηλαδή, ἄνδρατὸν ἀνδρεῖον λέγει. Τὸ δὲ ἀκοντίσαι καὶ

βέλος ἀφεῖναι εἴποι τις ἄν. ἐπάγειοὖν· «ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε». βέλος γὰρ ἐνταῦθα

τὸ δόρυ ὡς μήκοθεν ἀφεθέν. Τὸ δὲ κεκάδοντο ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἐστὶ μέσος

δεύτερος ἀόριστος, οὗτὸ μὲν κοινὸν ἐχάδοντο, τὸ δὲ Ἰωνικὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ

καὶ συνήθειἀναδιπλασιασμῷ κεκάδοντο, ὁποῖόν τι, ὡς προδεδήλωται, καὶ ἐπὶ τοῦ

τετύκοντογίνεται ἀπὸ τοῦ ἐτυχόμην δευτέρου ἀορίστου. Τὸ δὲ ἅλιον ὡς δασυνόμενον

ἀπὸτοῦ ἅλς ἁλός γίνεται καὶ δηλοῖ τὸ ἀσυντελές. καὶ ἡ θάλασσα γὰρ ἀσυντελὴςτοῖς γε

πιεῖν ἐθέλουσι. (ῃ. 499) Ὅτι τετραχῶς ἡ παιδοποιΐα παρ' Ὁμήρῳ· οἱ μὲν γὰρ γνήσιοι, οἱ

ἐκ νομίμων γάμων, οἱ δὲ νόθοι, οἱ ἐκ παλλακῶν, οἷον 1.796 «υἱὸν Πριάμοιο νόθον» καὶ

«εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω», οἱδέ τινες σκότιοι, οἱ ἐκ λαθραίας

μίξεως, οἷον «σκότιον δέ ἑ γείνατο μήτηρ»,καὶ ἄλλοι παρθένιοι, οἱ ἐκ τῆς ἔτι

νομιζομένης παρθένου γεννώμενοι, ὡς τὸ»παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ

Πολυμήλη». ἡ δὲ τοιαύτη λέξις διφορεῖτὴν παραλήγουσαν. ὁ μὲν γὰρ παρθένιος υἱὸς τὸ

ˉι ἔχει, ἡ δὲ παρθένειος ἡδονήἐν Ἱππολύτῳ τὴν ˉεˉι δίφθογγον φιλεῖν λέγεται. Ἰστέον

δὲ καί, ὅτι ὁ μὲν σκότιος οὐκ ἂν πάνυ ἐκφύγῃ κοινότερον τὸ νόθος ῥηθῆναι κατά γε τὸ

μὴ γνήσιος εἶναι,διαφέρει δὲ τοῦ ἐκ φανερᾶς παλλακῆς νόθου τῷ αὐτὸς μὴ κατὰ φῶς

ἀλλ' ὡςἐν σκότῳ προελθεῖν. ὁ δέ γε παρθένιος ἀμφοῖν διαφέρει τῷ δύνασθαί

ποτεγνησίου ἐγγὺς εἶναι. εἰκὸς γὰρ τὸν γαμέτην πρὸ γάμου σπεῖραι εἰς τὴν δοκοῦσανἔτι

παρθένον εἶναι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ νόθου, οὗ ἡ ἐτυμολογία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν

κεῖται, ἀφ' οὗ καὶ τὸ ὀθνεῖον κατὰ μετάθεσιν στοιχείωνπαρῆκται, λέγεται καὶ λόγος

νόθος καὶ διανόημα τροπικῶς νόθον τὸ μὴγνήσιον. εἰ δέ τις καὶ ἄχαρι παραπτύσει ῥῆμα

ἢ νόημα, ὁ τοιοῦτος καὶἔκβλητόν τι ἔπος λέγεται προενεγκεῖν, πρὸς ὁμοιότητα ἐκθέτου

βρέφους,καὶ ὑπόβλητον λέξαι λόγον ὁμοίως τὸν καὶ ὑποβολιμαῖον. (ῃ. 500) Ὅτι

ἐνἈβύδῳ Πριάμου ἦσαν ἱπποφόρβια ἢ ἱπποστάσια. νόθος οὖν τις υἱὸς ΠριάμουἈβυδόθεν

ἦλθε παρ' ἵππων ὠκειάων. καὶ ἔστιν ὑποδύσκολον ἐνταῦθα λυθῆναιἀπορίαν, ἣν

εὐλόγως ἄν τις ἀπορήσῃ ζητήσας, πῶς ὁ τοσοῦτος Ἑλληνικὸςστόλος ἀφίησιν Ἀβυθόθι

σῴζεσθαι τὰ τοῦ Πριάμου ἱπποστάσια. εἰ μὴ ἴσωςκατὰ κοινὴν συνθήκην ἢ διὰ τὸ τῶν

ἐπικουρούντων τοῖς Τρωσὶ πολυπληθὲς ἢκαί, ἵνα μὴ ἐν τοῖς παρέργοις διὰ κενῆς

τρίβωνται οἱ Ἕλληνες. [Ὅρα δὲ τὸ «παρ' ἵππων» πρόθεσιν ἔχον τὴν ˉπˉαˉρˉα ἀντὶ

ἑτέρας προθέσεως, οἷον τῆς ˉἀˉπˉο ἢ τῆςˉἐˉξ. δῆλον δ' ὅτι καὶ θηλυκῶς ἐνταῦθα αἱ

ἵπποι κεῖνται.] (ῃ. 502) Ὅτιβάλλεταί τις ἐνταῦθα αἰχμῇ τὴν κόρσην ἤγουν τὸν

κρόταφον, «ἣ δ' ἑτέρου διὰ 1.797 κροτάφοιο ἐπέρησε». περὶ δὲ κόρσης καὶ κροτάφου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

480

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!