18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ποτὲ καὶ τὸ ἀνέστησαν ἀπὸ τοῦ ἐγείρω. διὸ ἐνταῦθα διασαφῶνἑαυτὸν Ὅμηρος ἐπάγει

μετὰ τὸ «οἳ δ' ἐπεὶ οὖν ἤγερθεν» τὸ «ὁμηγερέες τ' 1.75 ἐγένοντο» περιφράζων τὸ

ἤγερθεν καὶ οἱονεὶ λέγων ὅτι ταὐτόν ἐστιν ἤγερθενεἰπεῖν ἐν μιᾷ λέξει καὶ ὁμηγερέες,

ἤγουν ὁμοῦ ἀγηγερμένοι ἐγένοντο. (ῃ. 58)Ὅτι ἀναστὰς ὁ Ἀχιλλεὺς δημηγορεῖ. οὕτω δὲ

ἦν ἔθος τοῖς παλαιοῖς κἂν βασιλεῖς ἦσαν, ὡς ἂν ἔχοιεν τοὺς κύκλῳ ἐπιστρέφειν καὶ ὑπὸ

πάντων ἐπίσηςἀκούεσθαι. εἰ δέ ποτέ τις καθήμενος ἐδημηγόρησε, καινὸν τὸ πρᾶγμα

ἐδόκεικαὶ ὁ τοῦτο ποιῶν παραιτήσεως ἐδέετο, καθά που ὁ Ἀγαμέμνων ποιήσει, ὅτεδιὰ

τὸ τετραυματίσθαι αὐτόθεν ἐξ ἕδρης διαλέγεται. καὶ ἐνταῦθα δὲ σημείωσαι,ὅτι σχῆμά

ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον. νοητέον γὰρ ὅτι καὶσκῆπτρον κατέχει ὁ

Ἀχιλλεύς, οἷα ἔθους ὄντος καὶ τούτου. διὸ προϊὼν ἐντῷ δημηγορεῖν καὶ εἰς τὸ σκῆπτρον

ὄμνυσιν εἰπών «ναὶ μὰ τόδε σκῆπτρον»καὶ ὕστερον εἰς γῆν ῥίπτει αὐτό. (ῃ. 59) Ὅτι ἐξ

αὐτοῦ τοῦ καιροῦ προοίμιον ὁἈχιλλεὺς πορισάμενός φησι «νῦν ἡμᾶς οἴομαι

παλιμπλαγχθέντας ἀπονοστήσειν,ἐὰν τὸν θάνατόν γε φευξούμεθα, ἐπειδὴ πόλεμός τε

δαμᾷ καὶ λοιμὸς Ἀχαιούς».ἀεὶ δὲ σχεδὸν ἔθος Ὁμήρῳ οὕτω ποιεῖν καὶ ἐκ τῶν ἐγγὺς καὶ

ὅ φασι παρὰπόδας προοιμιάζεσθαι. τὸ δέ «παλιμπλαγχθέντας» οἱ μὲν ἀντὶ τοῦ ἐκ

δευτέρουπλανηθέντας φασὶ χρώμενοι τῇ τῶν νεωτέρων ἱστορίᾳ τῇ λεγούσῃ, ὅτι

τὰπρῶτα ἐπιστρατεύσαντες τῇ Τροίᾳ οἱ Ἕλληνες ἥμαρτον τῆς ὁδοῦ καὶ τὴνμηδὲν αὐτοῖς

εἰς τιμωρίαν προσήκουσαν γῆν ἐληΐζοντο. ἡ δὲ ἦν ἡ ὑπὸ τῷ Τηλέφῳ Μυσία. ὁ δὴ

Τήλεφος ἀντικαταστὰς ἐποίησέ τι κακὸν καὶ ἔπαθε.πέπονθε μὲν τραῦμα δεινὸν ὑπὸ

Ἀχιλλέως ἀμπέλου ἕλικι συμποδισθέντοςαὐτῷ τοῦ ἵππου κατὰ ∆ιονύσου πρόνοιαν καὶ

πεσόντος εἰς γῆν· ἐποίησε δὲ τὸἀπράκτους ὑποχωρῆσαι τοὺς Ἕλληνας. ὡς δὲ τὸ τραῦμα

εἶχεν ἀθεράπευτον,χρᾶται καὶ ὁ χρησμὸς ἀνεῖπε τὸ θρυλλούμενον, ὡς ἄρα ὁ τρώσας

ἰάσεται. πλέειγοῦν τὴν ταχίστην ἐπ' Ἀχιλλέα καὶ συμβαίνει τὸν μὲν ἰάσασθαι τὴν

ὠτειλήν,τὸν δὲ δοῦναι μισθὸν τῆς ὑγείας τὴν εἰς Τροίαν ὁδηγίαν. ὡς οὖν ἅπαξ ποτὲ

τὴνἀρχὴν ἐπλανήθησαν, οὕτω, φασί, δέδιε καὶ νῦν ὁ Ἀχιλλεύς, μὴ πάλιν πλαγχθῶσιν

ἤτοι τὸ δεύτερον. καὶ οὕτω μέν τινες ἀκολουθοῦντες καὶ τῷ Γεωγράφῳεἰπόντι, ὅτι ὁ

τοῦ Ἀγαμέμνονος στόλος Μυσίαν ὡς Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. ἄλλοι

δὲ οὐκ ἀρεσκόμενοί φασιν, ὅτι οὔτε τὸ πάλιν ὅλως ἐπὶτοῦ ἐκ δευτέρου κεῖταί που παρὰ

τῷ ποιητῇ καὶ οὐδὲ φαίνεται ὁ ποιητὴς Τηλέφῳ ἢ ἑτέρῳ τινὶ ἀνατιθεὶς τὴν ὁδηγίαν τὴν

εἰς τὸ Ἴλιον, ἀλλ' ἢ τῷ μάντειΚάλχαντι· ἐρεῖ γὰρ ὅτι ὁ Κάλχας διὰ τὴν ἑαυτοῦ

μαντοσύνην ἡγήσατο ταῖςτῶν Ἀχαιῶν ναυσὶν εἰς τὴν Ἴλιον· τάχα δὲ καὶ τῷ Ἀπόλλωνι,

εἴπερ ὁ ΦοῖβοςἈπόλλων τουτέστιν ὁ ἥλιος τὴν μαντοσύνην τῷ Κάλχαντι δέδωκε. φασὶ

δὲ καὶ 1.76 ἄλογον εἶναι δευτέραν ταύτην πλάνην παθεῖν τοὺς Ἕλληνας. τὸ μὲν

γὰρπρῶτον ἐκεῖνο ἀληθῶς ἦν πλάνη· οὐ γὰρ εἶχον εἰδέναι, ὅποι πλέουσι. τοῦτο δὲοὐκ

ἂν ἔχοι τις πλάνην εἰπεῖν. τά τε γὰρ κατὰ τὴν Τροίαν οἴδασι καὶ οὐδὲ οἴκαδεπλανηθῆναι

ἄν, ἀλλὰ νοστήσειν λεχθήσονται. ταῦτα καὶ ἄλλα εἰπόντες φασὶκάλλιον εἶναι νοῆσαι τὸ

παλιμπλαγχθέντας ἀντὶ τοῦ ὀπίσω μάτην ἀπονοστήσαντας, ὡς ἐκ μεταφορᾶς βέλους

τινὸς ἐμπελάσαντος στερεῷ τινι σώματι καὶὀπίσω στραφέντος. ὃ δὴ συνηθές ἐστι τῷ

ποιητῇ λέγειν πάλιν πλάζεσθαι, ὡςἐν τοῖς μετὰ ταῦτα φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τοῖς

Ἀπίωνος καὶ Ἡροδώρουεἰς τὸν Ὅμηρον ὑπομνήμασι γενναῖος ἀγὼν κεῖται τὸ ἐκ

δευτέρου τοὺςἝλληνας ἐπὶ Τροίαν στρατεῦσαι τῇ Μυσίᾳ τὰ πρῶτα προσβαλόντας

καὶἀπωσθέντας ὑπὸ Τηλέφου. τόποι δὲ τῆς τοιαύτης κατασκευῆς ἄλλοι τε καὶοὗτοι.

Ἀχιλλεύς, φασί, τὴν Σκῦρον ἑλὼν καὶ ληϊσάμενος γυναῖκας ἐκεῖθεν τὴνἼφιν μὲν τῷ

Πατρόκλῳ δίδωσιν, αὐτὸς δὲ τῇ τοῦ Λυκομήδους ∆ηϊδαμείᾳσυγγίνεται, ἀφ' ἧς

Νεοπτόλεμος, ὁ ὕστερον συμμαχήσας τοῖς Ἕλλησι. δῆλονοὖν, φασίν, ὡς ἐν τῇ πρώτῃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

48

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!