18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ συνδυάζων που αὐτοὺς ὁ ποιητὴς λέγει «παρθένος ἠΐθεός τεὀαρίζετον ἀλλήλοις».

παρασημειοῦνται δὲ οἱ παλαιοὶ σπανίως ἐπὶ παρθένου τὴνλέξιν κεῖσθαι φέροντες καὶ

χρῆσιν Εὐπόλιδος τὸ «εἰ μὴ κόρη δεύσειε τὸ σταῖςηἴθεος». γίνεται δέ, φασίν, ἢ παρὰ τὸ

ἀΐτης, ὁ ἐρώμενος, ἀΐτεος καὶ τροπῇἠΐθεος, ὁ ἐραστός, ἢ παρὰ τὸ αἴθω αἴθεος καὶ

διαλύσει καὶ τροπῇ τοῦ ˉα εἰς ˉηἠΐθεος, ὁ διάπυρος τῇ νεότητι. ἴσως δὲ καὶ παρὰ τὸ

ἰέναι θείως διὰ τὸ ἔτι 1.793 καθαρόν, ἵνα ᾖ ἰηΐθεος καὶ κατὰ ἀφαίρεσιν ἠΐθεος, καθά που

καὶ Ἀπόλλωνἤϊος ὁ ἱείς, ὡς τοξικός, ἢ ὁ ἰατικός. ὅτι δὲ οὐκ ἄχρηστός ποτε καὶ ἡ

τοιαύτητρισυλλαβία, δηλοῖ ἐν τῇ τραγῳδίᾳ τὸ ἰήϊον μέλος καὶ ἰήϊος βοά, ἡ

θρηνώδηςδηλαδὴ παρὰ τὸ ἰώ. (ῃ. 475) Ἰστέον δέ, ὅτι κατὰ ∆ίδυμον Ἴδη οὐ μόνον ἡ

Τρωϊκή, ἀλλὰ πᾶν ὄρος, ἐξ οὗ τὰ κύκλῳ ἔστιν ἰδεῖν, ὡς καὶ Ἀχελῷος πᾶνὕδωρ, ὁμοίως

καὶ Ὠκεανός. ἔστιν οὖν καὶ Ἴδη Κρητική, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, σῴζουσα μέχρι καὶ

νῦν τοὔνομα. Ἴδα γὰρ καλεῖται ∆ωρικώτερον.οὕτω δὲ καὶ τὸ φυτόν, ἡ αἴγειρος,

φυλάττει τὴν κλῆσιν ἐν τοῖς περὶ Ναύπακτον καὶ τοὺς ἐκεῖ τόπους. [(ῃ. 482) Κονία δὲ

καὶ κόνις παρὰ μὲν τῷποιητῇ ταὐτὰ δύνανται, ὡς καὶ ὁ κονίσαλος. παρὰ δὲ τοῖς ὕστερον

ἡ μὲν κονίακαὶ ἄλλο τι σημαίνει, ὡς ἡ ἀπ' αὐτῆς σύνθετος ἐλαιοκονία δηλοῖ. ἡ δὲ κόνις

καίτι ζωΰφιόν ἐστι μικροφυὲς κατὰ ἄτομον κόνιν, ἀφ' ἧς οἱ φθεῖρες γεννῶνται,ἧς ἡ

κλίσις διὰ τοῦ ˉδ. κόνις γὰρ κόνιδος κοινότερον παρὰ τῷ Ἀριστοτέλει πρὸςδιαστολὴν

τῆς ἑτέρας κόνιος, ὅ ἐστι τοῦ κονιορτοῦ.] (ῃ. 483) Εἱαμενὴ δὲὑγρὸς καὶ βοτανώδης τόπος

παρὰ τὸ ἕω, τὸ ἀναδίδωμι, ὅπου συχνὴ ἀναδίδοταιπόα, ἢ καὶ ἄλλως, ὁ ὑγρὸς παρὰ τὸ

ῥέω, ἵνα ᾖ ῥειαμενή. Ἰστέον δὲ καί, ὅτι,ὥσπερ κατὰ μετοχικήν τινα παραγωγὴν λέγεται

ὀξυτόνως ἡ δεξαμενή, οὕτωκαὶ ἡ εἰαμενή. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα, οἷον ὁ Τισαμενός

κύριον καὶ ὁ Σῳζομε1.794 νός καὶ πόλεις αἱ Κλαζομεναί καὶ τόπος Βοιώτιος αἱ

Ἀλαλκομεναί. μέγα δὲἕλος ὑποτίθεται, ἵνα πιθανὸς εἴη ὁ περὶ τῆς ῥηθείσης αἰγείρου

λόγος. (ῃ. 483 ς.) Τοῦ δὲ πεφύκει οὐκ ἔστι καιριωτέρα ἐνταῦθα λέξις, ἐξ οὗ καὶ εὐφυέα

που πτελέανἐρεῖ ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἔφη εὐφυὲς πρόσωπον, ὡς καὶ

προδεδήλωται.ὅρα δὲ καί, ὅτι ἐνταῦθα Ἰωνικῶς τε ἔφρασεν ὁ ποιητὴς ἐν τῷ πεφύασι

καὶκοινότερον ἐν τῷ πεφύκει. (ῃ. 477–9) Ἐν τούτοις δὲ ἰστέον καί, ὡς ἐπί τινος πρὸὥρας

τελευτήσαντος οἰκεῖον ῥηθῆναι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε,μινυνθάδιος

δέ οἱ αἰὼν ἔπλετο». (ῃ. 478) Λέγει δὲ θρέπτρα τὰ τροφεῖα ἐκ τοῦθρεπτήρια κατὰ

συγκοπήν, ὡς λυτήρια λύτρα, σωτήρια σῶστρα. τοιούτου δέτινος τύπου καὶ τὸ σκῆπτρον

καὶ τὸ βάκτρον καὶ τὸ ἐπίσωτρον καὶ τὸ κάτοπτρονκαὶ τὸ πλῆκτρον καὶ τὸ βλῆτρον καὶ

τὸ μετὰ τοῦ ˉσ ἀμφίβληστρον, ἤδη δὲτὸ προδηλωθὲν ῥόπτρον, οὗ χρῆσις καὶ παρ'

Εὐριπίδῃ, ὃ δηλοῖ οὐ μόνονεἶδος τι ξίφους καὶ παγῆς κατὰ τὸ «δίκης ἔπαισεν αὐτὸν

ῥόπτρον», ἀλλὰ καὶθύρας ἐπίσπαστρον, καὶ ῥόπαλον δὲ ὡς ἀπὸ τοῦ ῥέπειν, ὅθεν καὶ ἡ

καλαῦροψ. Μινυνθάδιος δὲ καὶ νῦν ὁ ὀλίγος ἐκ τοῦ μίνυνθα, ὃ δηλοῖ τὸ ὀλιγάκις. Αἰὼν

δὲ τὸμέτρον τῆς ἀνθρωπίνης ζωῆς, καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τελευτῆσαιτὸν

αἰῶνά φησι τὸ θανεῖν. καὶ Σοφοκλῆς δὲ ζωὴν ἀνθρώπου τὸν ἀεὶ βίοτόν φησι.τοιοῦτον

δὲ παρ' αὐτῷ καὶ τὸ «τὸν εἰσαεὶ λεηλατήσει χρόνον», ἤγουν ἕως οὗ ζῇ.οὐ μόνον δὲ

ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς ὁ ῥηθεὶς αἰών λέγεται τραγικώτερον,οἷον «σκοτίαν

αἰῶνα». Ἰστέον δὲ καί, ὅτι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοις 1.795 ἀπέδωκεν», εἴπερ

αὐτὸ καθ' αὑτὸ μόνον ἔκειτο, ἀσαφῶς ἂν εἶχε. λέγοιτο γὰρἂν καὶ ὁ τοῖς γειναμένοις

ἀθέμιστος μὴ ἀποδοῦναι θρέπτρα τοῖς τεκοῦσιν αὐτόν.(ῃ. 485 ς.) Ἔτι ἰστέον καί, ὡς

πολυμαθῆ τὸν ἀκροατὴν ὁ Ὅμηρος ποιῶν καὶ ἐν τῇ τῆς εἰρημένης αἰγείρου παραβολῇ,

οὐ μόνον τὴν αὐτῆς φύσιν ἱστόρησεν,ὅτι λεῖα καὶ ἄοζος, ὡς εἴρηται, ἀλλὰ λέγει καί, ὅτι

δι' αὐτὰ ταῦτα εἰς ἅρματοςπεριφέρειαν χρησιμεύει. ῥᾷον γὰρ εἰς τοιαύτην ἁψῖδα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

479

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!