18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φίλοισι πετάσας. δυνάμεως δὲ γραφικῆς 1.791 ἐνδεικτικὸν καὶ τὸ λέγειν ὅτι «τὸν δὲ

σκότος ὄσσε κάλυψε» καὶ «τὸν μὲν λίπεθυμός» καὶ «ἔκειτο θυμὸν ἀποπνείων», ὅπερ

ἀλλαχοῦ ποιητικώτερον λέγων φησίν· «ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν», ἤτοι ἀπέπνευσε. καὶ

τὸ ποτὲ μὲν λέγειν τινὰπρόμαχον, ποτὲ δὲ πρῶτον ἰόντα. καὶ τοιαῦτα μέν τινα ἐν τῇδε

τῇ ῥαψῳδίᾳκαὶ ἕτερα πλείω. Τὰ δὲ ἐν τοῖς ἑξῆς πέλαγός ἐστιν εὐπορίας ἀδιεξήγητον.(ῃ.

464–70) Ὅτι ὁ Χαλκωδοντιάδης κρείων Ἐλεφήνωρ μεγαθύμων ἀρχὸς ἦν Ἀβάντων, ὧν

καὶ ἡ Βοιωτία μέμνηται. τοῦτον πρῶτον συλῆσαι, ἤτοι σκυλεῦσαι, νεκρὸν ἐν ἀκμῇ

πολέμου ὁρμήσαντα ἡ Ὁμηρικὴ ἀναιρεῖ Μοῦσα ὑπὸἈγήνορι τῷ Τρωϊκῷ. μισεῖ γὰρ ὁ

ποιητὴς τὸ ἐν τοῖς τοιούτοις παρὰ καιρὸνκερδαλέον, ὃς καὶ ἐν τοῖς ἑξῆς τὸν Νέστορα

ποιεῖ τοῦτο ἀποτρεπόμενον καὶ λέγοντα, ὡς μετὰ πόλεμον ἔχει τὸ πρᾶγμα καιρόν, ὅτε

καὶ καθ' ἡσυχίαν ἔστι σκυλεύειν. (ῃ. 464) Ὁ δὲ Χαλκώδων ἐκτείνει τὴν παραλήγουσαν,

ὡς κραθεὶς ἐκ τοῦ Χαλκοόδων, ὁμοίως τῷ προόρα πρώρα καὶ τοῖς τοιούτοις. (ῃ. 463) Ἐν

δὲ τοῖς ῥηθεῖσιν ἔστι πορίσασθαι, ὅτι τε ταὐτὸν κρείων καὶ ἀρχός καὶ ὅτι

πρωτότυποντοῦ ἐν Ὀδυσσείᾳ ἐλεφαίρειν τὸ ἐλέφω, ἐξ οὗ Ἐλεφήνωρ, ἵνα ᾖ ὡς ἐλεῶ

ἐλεαίρω, οὕτως ἐλέφω ἐλεφαίρω. καὶ σημαίνοι ἂν Ἐλεφήνωρ τὸν ἄνδρας

ἐλεφαίροντα.οὐκ ἄδηλον δὲ οὐδ', ὅτι ὁ ῥηθεὶς κρείων καὶ κρέων λέγεται, ὅθεν πόντου

κρέωνὁ Ποσειδῶν παρ' Εὐριπίδῃ, καὶ ὁ Κρέων δέ, τὸ κύριον, ὡς καὶ ὁ

Ἀνακρέων,εὐγενῶς ἐντεῦθεν ἔχουσι τοῦ ὀνόματος. (ῃ. 470–2) Ὅτι πολεμικὴν

σύνταξινφράζει τὸ «ἔργον ἐτύχθη ἀργαλέον, οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν,ἀνὴρ

δ' ἄνδρ' ἐδνοπάλιζεν», ὅ ἐστιν ἐδόνει καὶ ἔπαλλεν ἢ ἐδόνει ταῖς παλάμαις.ἡ δὲ λέξις

αὕτη κεῖται καὶ ἐν Ὀδυσσείᾳ. (ῃ. 474–6) Ὅτι χρώμενος καὶ ἐνταῦθα τρόπῳ ἐτυμολογίας

ὁ ποιητὴς καὶ ἱστορίαν δὲ παραπλέκων τῷ λόγῳ φησὶνὀνομάζεσθαί τινα Σιμοείσιον,

διότι ποτὲ μήτηρ Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσι Σιμόεντος τοῦ ποταμοῦ αὐτὸν γείνατο,

ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλαἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον, ὡς καὶ ἄλλος

τις καλεῖται Σκαμάνδριοςδιὰ τὸν Σκάμανδρον. καὶ ταῦτα μὲν παλαιᾶς ἱστορίας. Ἡ δὲ

καθ' ἡμᾶς γενεὰ 1.792 ἔχει συγγράψασθαί τι ὅμοιον. γυνὴ γὰρ θρέμμα γῆς Μακεδόνων,

εὖ μὲν ἔχουσατῶν εἰς βίον, δυστυχοῦσα δέ, οὓς ἐγέννα, θανάτῳ ἀπογινομένους, ῥίπτει

τὸγεννηθὲν ὕστατον περὶ ποταμὸν ἐγχώριον, οὐκ ἔκθετον, ἀλλ' ὅπως εἰς χεῖραςἐλθών,

φησίν, εὐτυχεῖς περιγένηται τοῦ βιοῦν. παροδεύων δή τις εὗρε τὸκείμενον καὶ ἄρας οἷά

τι ἕρμαιον τίμιον εἰσποιεῖται φιλίως καὶ ἀπὸ τοῦσυγκυρήματος Ποτάμιον ὀνομάζει τὸ

εὑρεθέν. καὶ οὐκ ἀπέρρευσεν ἡ κλῆσις,ἀλλὰ παρέμεινε τῷ ἀνθρώπῳ ἀνδρὶ γενομένῳ

γεραρῷ καὶ ἱερῷ καὶ λογίῳ καὶεἰδότι τὴν τοῦ ὀνόματος περιπέτειαν. καὶ τοιοῦτον μὲν

καὶ τοῦτο. Ἡ δὲ τῆςπαιδὸς σὺν τοῖς τοκεῦσιν ὁδὸς ἐπὶ θέᾳ μήλων, ἤτοι προβάτων,

ἁπλῶς οὕτωκεῖται βιωτικώτερον εἰς πιθανότητα τοῦ διηγήματος. (ῃ. 482–4) Τὸν

δὲὉμηρικὸν Σιμοείσιον ἀναιρεθέντα ὑπὸ Αἴαντος πεσεῖν λέγει ὡς αἴγειρον ἐνἕλει

τραφεῖσαν. φησὶ γάρ· «ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς, ἥ ῥά τ' ἐνεἱαμενῇ ἕλεος

μεγάλοιο πεφύκει, λεῖα, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν», ἤγουν ἐκ φύσεώς εἰσι

καὶ οὐκ ἐξ ἐπιμελείας τινός. ἐξηγητικὸν δὲ τοῦτόἐστι τοῦ λεῖα. πάντως γὰρ λεῖα

αἴγειρος, ἧς οἱ ὄζοι ἐπ' ἀκροτάτῳ. Ἰστέον δέ,ὡς ὁ μὲν πρὸ βραχέων πεσών, «ὡς ὅτε

πύργος», ἀνδρεῖος ἔοικεν εἶναι, ὁ Σιμοείσιος δὲ κάλλος ἔχειν καὶ μέγεθος. διὸ καὶ

ἀστείως τὸν παρὰ τῷ Σιμόεντιποταμῷ γεννηθέντα ἠΐθεον θαλερὸν Σιμοείσιον εἰκάζει

φυτῷ ὑδατοτρεφεῖ.(ῃ. 474) Ἠΐθεος δὲ εἶδός ἐστιν ἀνδρώδους ἡλικίας νεωτερικῆς, κατὰ

δὲ τοὺςἀκριβεστέρους ὁ μήπω εἰς γάμον ἐλθών, ὡς καὶ τῷ Εὐριπίδῃ ἐν Φοινίσσαιςδοκεῖ,

ἔνθα λέγει τὸ «Αἵμονος μὲν οὖν σφαγὰς ἀπείργουσι γάμοι. οὐ γάρ ἐστινηἴθεος,»

τουτέστιν ἄπειρος γάμου. ὅπερ δὲ ἐν ἀνδράσιν ἠΐθεος, τοῦτο παρθένοςἐν γυναιξί. διὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

478

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!