18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀριστέα Νεστορίδην,ἐκτιθεὶς αὐτοῦ καὶ πατέρα Θαλύσιον. (ῃ. 458) Φησὶ γάρ· «κορυστὴν

ἐσθλὸν Θαλυσιάδην Ἐχέπωλον» οὗ Θαλύσιος ὁ πατήρ, παρωνύμως τοῖς ἑορταστικοῖς

θαλυσίοις, ὧν ἐν τοῖς ἑξῆς μνημονεύσει ὁ ποιητής, ὃς πρὸς πλείω πιθανότηταλέγει καὶ

τὸν τρόπον τοῦ ἀριστεύματος, (ῃ. 459–61) ὅτι δηλαδὴ ἔβαλεν Ἀντίλοχος κόρυθος φάλον

ἱπποδασείης, ἐν δὲ τῷ μετώπῳ πῆξεν, ἔνθα δηλαδὴ ὁφάλος ἔκειτο· πέρησε δ' ἂρ ὀστέον

εἴσω, ἤγουν εἰς τὸ ὀστέον ἢ ἔσω εἰς τὸὀστέον, αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε

κάλυψεν. (ῃ. 462) Ὅτι ἐνταῦθα διὰσυντομίαν ἀνεπεξεργάστοις χρῆται παραβολαῖς. φησὶ

γάρ, ὅτι ἔπεσεν ὁ ῥηθεὶςἘχέπωλος «ὡς ὅτε πύργος» καὶ παρακατιών· «οἳ δὲ λύκοι ὣς

ἀλλήλοιςἐπόρουσαν». Ὅτι πολυειδὴς ὢν ὁ ποιητὴς πανταχοῦ τὰ ἐς ῥητορείαν καὶ

πόριμος τοιοῦτός ἐστι καὶ ἐν ταῖς τῶν ἀριστέων βολαῖς καὶ ἐν τοῖς πίπτουσιν,ἀμύθητον

ἐξευρίσκων εὐπορίαν καὶ ἐν αὐτοῖς, ἐκεῖνον μὲν τοιῶσδε βεβλῆσθαιλέγων ἢ πίπτειν,

τὸν δὲ τοιῶσδε καὶ ἄλλον ἄλλως. (ῃ. 467–9) Ἐν οὖν τῷγράμματι τούτῳ Ἀντίλοχος μὲν

καὶ Ἐχέπωλος ὁ μὲν ἐποίησεν, ὁ δὲ ἔπαθε τὸ προσεχῶς ἱστορηθέν, Ἐλεφήνωρ δὲ

κατακύψας ἐπὶ ἑλκυσμῷ νεκροῦ οὐτάζεταιξυστῷ χαλκήρεϊ πλευρά, τὰ οἱ κύψαντι παρ'

ἀσπίδος ἐξεφαάνθη. ἔνθα ὅρα, ὡςοὐδετέρως εἶπε τὰ πλευρά, [ὡς καὶ ὁ εἰπὼν Κύπρου τὰ

πλευρά]. (ῃ. 480–2) Ὁδὲ Τελαμώνιος Αἴας Σιμοείσιόν τινα ἔβαλε στῆθος παρὰ μαζὸν

δεξιόν, ἀντικρὺδὲ δι' ὤμου χάλκεον ἔγχος ἦλθεν. ἄλλος δέ τις τὸν βουβῶνα βάλλεται.

(ῃ. 492) Βουβὼν δέ ἐστι τόπος σώματος, οὗ ὁμώνυμον τὸ ἐκεῖ γινόμενον πάθος, ὡς

τὸ»βουβὼν ἐπήρθη». Ὀδυσσεὺς δέ τινα περὶ τὸν κρόταφον βάλλει δουρὶ φαεινῷ,ἄλλος

δέ τις χερμαδίῳ βάλλεται παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν, 1.790 Θόας δὲ

Θρᾷκά τινα βάλλει δουρὶ στέρνον ὑπὲρ μαζοῦ, πάγη δ' ἐν πνεύμονιχαλκός. εἶτα καὶ

ἐπιδραμὼν τὸ μὲν ὄβριμον ἔγχος ἐξεσπάσατο, ξίφος δὲ ὀξὺἐρυσάμενος γαστέρα ἔτυψε

μέσην, δυσὶν ὁπλιτικοῖς ὀργάνοις τὸν ἐχθρὸνκαταγαγών. ἐνταῦθα δὲ καὶ τὸ δόρυ

ποικίλως ἔφρασε δόρυ τε αὐτὸ ψιλῶςοὕτως εἰπὼν καὶ αἰχμὴν χαλκείην καὶ χαλκῆρες

ξυστὸν καὶ δόρυ φαεινὸν καὶἔγχος ὄβριμον, ἀλλαχοῦ δὲ καὶ ὀξύ, οἷον «ἀκόντισεν ὀξέϊ

δουρί». ἔνθα περισσὸνσυνήθως τὸ δουρί. ἀρκεῖ γὰρ τὸ ἀκόντισεν. ἢ καὶ ἄλλως, τὸ

ἀκόντισε καταχρηστικῶς ἀντὶ τοῦ ἔβαλεν. ἐπάγει γὰρ μετ' ὀλίγα «χολωσάμενος βάλε

δουρί».οὕτω δὲ καὶ τὸ «αἷμα δ' ἀνηκόντιζε» καταχρηστικῶς εἴρηται καὶ ἐν

∆ιονυσιακοῖςτὸ «τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην», ὁ Ζεὺς δηλαδὴ ἐκ

τῆςκεφαλῆς αὐτοῦ. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ, ὡς ἐρρέθη, ποικιλία τῆς

τῶνπιπτόντων διαθέσεως τοιαύτη. ὁ μὲν γὰρ προμαχόμενος πίπτει, ὁ δὲ νεκροῦσυλῶν

τεύχεα, ὁ δὲ νέκυν ἑτέρωσε ἐρύων, ἕτερος δέ τις μηδὲν ἐνεργῶν, ἄλλοςδέ τις

ἀπεσσύμενος, ἤτοι ἀναποδίζων, διὸ καὶ τὸ στέρνον πλήττεται. καὶ οἱ μέντινες πίπτουσι

κατὰ πρῶτον σκοπόν, τινὲς δὲ καὶ ἐξ ἁμαρτίας τοῦ βάλλοντος.Ἄντιφος γὰρ ὁ Πριαμίδης

ἁμαρτών τινος, ἤτοι ἀποτυχών, Λεῦκον, Ὀδυσσέως ἐσθλὸν ἑταῖρον, βεβλήκει. ἔνθα καὶ

ὅρα τὸ Λεῦκος βαρυνθὲν πρὸς ἀντιδιαστολὴντοῦ ἐπιθέτου. ἀναιρεῖται δέ τις καὶ κατὰ

τύχην ἐπαφεθέντος δόρατος εἰςπλῆθος, ὡς ὁ Πριαμίδης ∆ημοκόων, ὃν Ὀδυσσεὺς ἀνεῖλε

χολωθεὶς μὲν κατὰ τοῦ Πριαμίδου Ἀντίφου, βαλὼν δὲ τὸν ∆ημοκόωντα, οὐδ' οὕτω

κακῶς, κατὰ τὴν παροιμίαν. Ἔτι ἔχει ποικιλίαν καὶ τὸ τοὺς μὲν σκυλεύεσθαι, τοὺς δὲ

μὴδύνασθαι ἀποδύειν τὰ τεύχεα, καὶ τὸ διὰ δόρατος καὶ λίθου καὶ ξίφους τούτουςἢ

ἐκείνους πίπτειν. Καὶ τὰ τῶν πιπτόντων δὲ σχήματα ποικίλα, εἴπερ ὁ μέν τιςπίπτει

νεκρὸς ἀμφὶ νεκρῷ, ἔνθα καὶ ἀστεῖος ὁ λόγος. ἐρύων γάρ τις νεκρόν, εἶταπληγείς,

ἔπεσεν ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός, ἢ καὶ ἄλλως κατά τινατῶν ἀντιγράφων

«ἔκφυγε χειρός». πρωθύστερον δὲ σχῆμα τοῦτο. ἐκπεσόντοςγὰρ τοῦ ἑλκομένου νεκροῦ,

εἶτα ἔπεσεν ἀμφ' αὐτῷ ὁ ἕλκων. ἕτερος δέ τιςὕπτιος ἐν κονίῃσι πίπτει, ἄμφω χεῖρε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

477

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!