18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

λαμβάνονται πρὸς ὁμοιότητα τῶν δύο στρατευμάτων, ὡς δῆλον ἐκ τοῦσυμβάλλετον,

δυϊκοῦ ῥήματος. Τὸ δέ «κατ' ὄρεσφι ῥέοντες» τὸ πολὺ διασαφεῖτῆς ἰαχῆς τῶν

στρατευμάτων. πάντως γὰρ πλείων ἦχος ὁ τῶν ἐξ ὄρους καταρρεόντων χειμάρρων ἤπερ

ὁ τῶν διὰ πεδιάδος τρεχόντων. οὕτω δὲ καὶ τὸ»κρουνῶν ἐκ μεγάλων» ἔνδειξιν ἔχει τῆς

κατὰ τὴν ῥηθεῖσαν μισγάγκειαν πολλῆςἰαχῆς. τοιαύτη γὰρ εἴη ἂν ἡ μὴ ἐκ μικρῶν

κρουνῶν, ἀλλ' ἀνάπαλιν, οἳ γίνονταιπαρὰ τὸ κρότῳ ἢ κρουσμῷ νάειν ἤγουν ῥέειν. (ῃ.

453) Ἄγκος δὲ διὰ τοῦ ˉκ ὁβαθὺς καὶ φαραγγώδης καὶ κοῖλος τόπος παρὰ τὸ ἀνακεῖσθαι.

τὸ γὰρ ὑψηλὸνοὐκ ἀνάκειται ὑπτιάζον, ἀλλ' ὑπερανίσταται. ὅθεν ἑρμηνεύων ὁ

ποιητὴςἐπάγει· «κοίλης ἔντοσθε χαράδρης». ἐὰν δὲ εἰς τοιοῦτον ἄγκος πολλὰ

συμβάλ1.788 λωσιν ὕδατα, μισγάγκεια τὸ τοιοῦτον λέγεται. Ὠνοματοπεποίηται δὲ

οὐμόνον τὸ ῥέειν καὶ ὁ κρουνός καὶ ὁ δοῦπος καὶ τὸ ὄβριμον [καὶ τὸ χαράσσειν,ἐξ οὗ καὶ

ἡ χαράδρα, ἴσως δὲ καὶ ὁ χαραδριός,] ἀλλὰ καὶ τὸ μίσγεσθαι, ὃ λέγεταικυρίως ἐπὶ

ὑδάτων. ὅθεν καὶ μισγάγκεια ἡ τούτων σύρροια, ὥσπερ ἐπὶ στρατοῦκυριολεκτεῖται τὸ

συμβάλλειν καὶ τὸ ἐξ αὐτοῦ ὄνομα ἡ συμβολή, εἰ καὶὍμηρος ἐνήλλαξεν αὐτά, ἐπὶ μὲν

χειμάρρων εἰπών· «ἐς μισγάγκειαν συμβάλλετον ὕδωρ», ἐπὶ δὲ ἀνδρῶν «ὣς τῶν

μισγομένων», ποιήσας οὕτως, ἵνα δείξῃ τὴντῶν παραβολῶν πολλὴν ὁμοιότητα. Ὅτι δὲ

τὸ συμβάλλειν κυρία λέξις ἐστὶνἐπὶ ὑδάτων μίξεως, δηλοῦσι μέχρι καὶ νῦν πολλοὶ τῶν

πάλαι ποτὲ σοφῶνἙλλήνων, παρ' οἷς ἡ τῶν ὑδάτων σύρροια συμβολὴ λέγεται,

βαρβαριζομένημὲν [κατ' ἐκείνους εἰπεῖν εἰς σουβάλλαν,] παραλαλοῦσα δὲ καὶ οὕτως,

ὃβούλεται. Ὅρα δὲ καί, ὅτι τὸ ὄβριμον καὶ ἐπὶ ὕδατος τίθεται, ὡς καὶ ἐπὶ ἔγχους,καὶ ὅτι

τὸ ὕδωρ καὶ ἐνταῦθα ἐκτείνει τὸ δίχρονον, ἀλλαχοῦ δὲ καὶ συστέλλεται,(ῃ. 454) καὶ ὅτι

κρουνοὶ αἱ τῶν χειμάρρων ἀρχαί, ὥσπερ πηγαὶ αἱ τῶν ἀεννάων,καὶ ὅτι χαράδρα κυρίως

ἐπὶ χειμάρρου, ὃς ῥέων χαράττει δραστηρίως τὴν γῆν,ἐπὶ δὲ ἀεννάου ἴσως οὐ πάνυ

κυριολεκτηθήσεται, καὶ ὅτι μυριαχοῦ ὁ ποιητὴςεἰωθὼς περιττά τινα πολυμαθίας χάριν

ἐμβάλλειν ταῖς παραβολαῖς, τοῦτο καὶἐνταῦθα πεποίηκεν (ῃ. 455) εἰπών, ὅτι τῶν

χειμάρρων τηλόσε δοῦπον ἔκλυεποιμήν. τοῦτο γὰρ περιττῶς οὕτω παρέρριπται εἰς

οὐδὲν ἄλλο χρήσιμον ὂν τῇπαραβολῇ ἀλλ' ἢ μόνον εἰς τὸ διδάξαι, ὡς τὰ τοιαῦτα τοῖς

ποιμέσι μάλιστά εἰσιγνώριμα, οὐ τοῖς ἀστικοῖς. τῷ δὲ τοῦ ποιμένος νῦν ὀνόματι ἔστι καὶ

τὸν αἰπόλονσυννοεῖν, εἰ μὴ ἄρα τις εἴποι, ὅτι ποιμένων μὲν τὰ κοῖλα, αἰπόλων δὲ

τὰὑψηλά. συνεισάγεται δὲ καὶ συφορβός, εἴγε χείμαρρος καὶ αὐτόν ποτε παρασύρων

φθείρει, ὡς ἀλλαχοῦ ἐρεῖ ἡ ποίησις. (ῃ. 456) Ἐν δὲ τῷ «ἰαχή τε φόβος τε»δοκεῖ

παρέλκειν ἡ προσθήκη τοῦ φόβου, ὅ ἐστι τῆς φυγῆς. ἡ γὰρ παραβολὴ πρὸςμόνην τὴν

ἰαχήν, οὐ μὴν καὶ πρὸς τὴν φυγὴν τοῦ λαοῦ, εἰ μὴ ἄρα καὶ ὁ φόβοςπρὸς ἔνδειξιν κεῖται

τῆς κατ' αὐτὸν ἰαχῆς. (ῃ. 457) Ὅτι Ἀντίλοχος, ὁ τοῦ τακτικωτάτου Νέστορος υἱός, εἰ καὶ

νεώτατός ἐστιν, ἀλλὰ βαλὼν πρῶτος 1.789 Τρώων ἕλεν ἄνδρα κορυστήν, ἀπ' ἐλάσσονος

ἀρξαμένου τοῦ ποιητοῦ,ὁποῖα τὰ τῆς τύχης, ὃς καὶ τῆς μεγάλης μάχης τῆς καθ' ὁμίλους

τὸ ἔλαττον,ἤγουν τὴν μονομαχίαν, προέταξε. καὶ ἄλλως δὲ τοῦτο μάχης ἴδιον, τὸ

ὀλίγην τὰπρῶτα κορύσσεσθαι, ὡς πρὸ ὀλίγου ἐλέγετο. τάχα δὲ καὶ ζηλοῖ ὁ

Ἀντίλοχοςθεατὴν ἔχων πατέρα τὸν εἰπόντα, ὅτι πρῶτος ἐγὼν ἕλον ἄνδρα. παραδέδοται

δὲκαὶ ὀξὺς εἶναι ἐν τοῖς καιρίοις ὁ Ἀντίλοχος, καὶ ἐν Ὀδυσσείᾳ δὲ ὁ πατὴρ αὐτὸν ἐπαινεῖ

ὡς καὶ ἀγαθὸν πολεμιστὴν καὶ ὡς θέειν ταχύν. ἔστι δὲ καὶ ἑτέρωςεἰπεῖν, ὅτι ὁ ποιητὴς

μὴ ἔχων ποιεῖν ἀριστεύοντα τὸν Νέστορα, τὸν ἄριστατάξαντα τὸ οἰκεῖον στράτευμα, τῷ

υἱῷ αὐτοῦ δίδωσι τὸ πρῶτον ἀρίστευμαἀντὶ τοῦ πατρός, τῇ ἀρίστῃ τακτικῇ τὸ

πρωτόλειον δούς. Ὅρα δὲ καί, ὅτιπρῶτοι τῆς ἀριστείας ἄρχονται οἱ παρασπονδηθέντες

Ἀχαιοί. τὸν δὲ ῥηθέντακορυστὴν ἐσθλὸν ὁ ποιητὴς ἱστορεῖ σεμνύνων τὸν ἐπ' αὐτῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

476

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!