18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὕτω μηκυνθῇ τοῦ στίχου. ἐν δὲ τῷ πρὸ αὐτοῦ «οἳ δ' ὅτε δή ῥ' ἐςχῶρον» περιττῶς ἔπεσε

διὰ μόνον φίλον τῷ ποιητῇ ῥοῖζον.] (ῃ. 448) Τὸ δὲχαλκεοθωρήκων ἔοικε πρὸς

διαστολὴν ἑτεροίων τινῶν εἰρῆσθαι θωράκων, ὡςδῆλον καὶ ἐκ τῶν ἐν διαφόροις

ἱστορίαις λινοθωράκων. Ὀμφαλοὶ δὲ ἀσπίδοςβοῦλλαί τινες εἰς κόσμον ἐπικείμεναι καὶ

μάλιστα περὶ τὸ μέσον, ὅθεν καὶεἴρηνται καθ' ὁμοιότητά τινα τοῦ ζωϊκοῦ ὀμφαλοῦ. (ῃ.

449) Τὸ δὲ ὀρυμαγδός 1.786 καὶ νῦν ἐν τῇ παραληγούσῃ ἔχει τὸ ˉγ διὰ μέτρον. ὡς ἐπὶ

πολὺ μέντοι διὰδακτύλου ἀπαρτισμὸν ἐν τῇ προπαραληγούσῃ τίθεται.

ὠνοματοπεποίηται δὲ καὶαὐτό. (ῃ. 450) Εὐχωλὴ δὲ ἢ ἐντυχία πρὸς τὸ θεῖον ἢ μάλιστα,

ὡς καὶ προεγράφη,καύχημα, ὡς τῶν μὲν ὀλλυμένων οἰμωζόντων, τῶν δὲ ὀλλύντων

ἐπικαυχωμένωντοῖς πίπτουσιν. Ἐν δὲ τῷ «οἰμωγή τε καὶ εὐχωλή» καὶ ἑξῆς, ὡς καὶ

προδεδήλωται, ἦν μὲν ἂν κατὰ φύσιν ἡ σύνταξις, συγκειμένων τῶν ὀλλύντων μὲν

τῇεὐχῇ, τῶν ὀλλυμένων δὲ τῇ οἰμωγῇ. Ὅμηρος δὲ ἀλληνάλλως τάξας

καινότερονἔγραψεν, ἰδίᾳ μὲν θέμενος ὁμοῦ τὰ ὀνόματα, ἰδίᾳ δὲ τὰς μετοχάς, καὶ

τῷδευτέρῳ συνεχίσας τὴν οἰκείαν μετοχήν, εἶτα καὶ τὴν τοῦ πρώτου ἀποδεδωκώς,ὁποῖα

καὶ ἄλλα πολλὰ εὕρηνται, ὡς ἐν τῇ γʹ ῥαψῳδίᾳ πλατύτερον παρεσημάνθη.τοιούτου δέ

τινος τύπου καὶ τὸ «πικρία καὶ γλυκύτης μέλιτός τε καὶ ἀψινθίου».ἡ γὰρ γλυκύτης τῷ

μέλιτι συγκειμένη συνεχῆ πως τὸν λόγον ποιεῖ. (ῃ. 452–6)Ὅτι ἐπαινεῖται καὶ ἡ κατὰ τὴν

μισγάγκειαν ἐνταῦθα παραβολὴ ἀφορμὴνμὲν σχοῦσα τὸ ἐς χῶρον ἕνα ξυνελθεῖν τοὺς

πολεμίους καὶ συμβαλεῖν, ὡςἐρρέθη, τοιαύτη δὲ οὖσα· «ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ'

ὄρεσφι ῥέοντες ἐςμισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης

ἔντοσθεχαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν, ὣς τῶν

μισγομένων γένετ' ἰαχή τε φόβος τε». καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ ὁ τοῦ

πολέμουὅμαδος ἦχός ἐστιν ἔχων ὅπλα κτυποῦντα, ἀλαλαγμοὺς ἀνδρῶν, ἵππων

φριμαγμούς, βοάς, εὐχάς, οἰμωγάς, εἰκότως καὶ ταύτην οὕτω τὴν παραβολὴν

διεσκεύασεν ὁ ποιητὴς τραχύνων αὐτὴν ὀνοματοποιΐαις καὶ συναπειλῶν τῷ ῥεύματι.διὰ

τοῦτο οὐδὲ ἀένναον παρείληφε ποταμόν, ἀλλὰ χείμαρρον διὰ τὸ τραχύτεροντῆς βοῆς.

(ῃ. 452) Ἰστέον δέ, ὅτι γενικὸν μὲν ὄνομα τὸ ποταμοί, εἰδικὸν δὲ τὸχείμαρροι, καὶ ὅτι τὸ

χείμαρροι, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται,Πτολεμαῖος μὲν ὁ Ἀσκαλωνίτης

παροξύνει ὡς ἀπὸ τοῦ χειμάρρους, ἵνα φέρῃ τὸν τόνον τῆς ἑνικῆς εὐθείας, Νικίας δὲ

προπαροξύνει πιθανώτερον ἐκ τοῦχειμάρροος, ἵνα ἔχῃ συγκοπὴν ἐκ τοῦ χειμάρροοι.

λέγουσι δὲ ἐκεῖνοι, ὅτιὍμηρος τὰ τοιαῦτα ἑνικὸν ἐντελέστερον οἶδε προφερόμενα, οἷον

«Ἑλλήσποντος ἀγάρροος» καὶ «στήῃ ἐπ' ὠκυρρόῳ ποταμῷ» καὶ «ἐς ποταμὸν εἰλεῦντα

βαθύρροον». σπανίως δὲ καὶ τὸ συνηλειμμένον «χειμάρρους κατ' ὄρεσφι» καὶ 1.787

«πλήθοντι ἐοικὼς χειμάρρῳ». τὸ μέντοι ἁπλοῦν ἀεὶ ἐντελῶς· «ὤθει δ' ἐν σάκεϊπίπτων

ῥόος». [καὶ τοιαῦτα μὲν αὐτοί. Ὁ δὲ Ἡρωδιανὸς ἑτεροῖόν τι λέγει, ἐν οἷς φησιν, ὅτι

χειμάρρους ῥητέον σὺν τῷ ˉυ, ἀλλ' οὐχ' ὥς τινες χείμαρρος. τὰ γὰρ εἰςˉοˉυˉς ἁπλᾶ

κατὰ τὴν σύνταξιν φυλάσσει τὸ ˉυ, οἷον νοῦς σύννους, ὀδοὺς τριόδους,ποὺς τρίπους.

οὕτω γοῦν καὶ ῥοὺς χειμάρρους. Ὅμηρος «χειμάρρους κατ'ὄρεσφι». καὶ πάλιν·

χειμάρροοι, ἀλλ' οὐ χείμαρροι, ὡς οἱ πολλοί φασιν. ὡςγὰρ ἀπὸ τοῦ Ἀλκίνους Ἀλκίνοοι,

οὕτω καὶ ἀπὸ τοῦ χειμάρρους χειμάρροοι.] Ἰστέον δὲ καί, ὅτι ἀπὸ τοῦ πλεονάζοντος

λέγεται ὁ χείμαρρος. κἂν γὰρ μὴ ἐνχειμῶνι ῥέῃ, ὅμως χείμαρρος καλεῖται, ὡς τὰ πολλὰ

ἐν καιρῷ χείματος ῥέων.καὶ ὅτι, ὁπηνίκα λέγομεν χείμαρρον, ἐλλιπῶς λέγομεν. τὸ γὰρ

τέλειον ποταμὸςχείμαρρος. Ὅτι δὲ τὸ χειμάρρους ἐντελέστερόν ἐστι τοῦ χείμαρρος,

δηλοῖ καὶἩρωδιανὸς εἰπὼν τὰ προσεχῶς εἰρημένα. δῆλον δ' ὅτι χειμάρρους ποτὲ καὶ

ὁτόπος λέγεται, κἂν ξηρὸς ᾖ, ὁ σχών ποτε τοιοῦτον ποταμόν. δύο δὲ χείμαρροιἐνταῦθα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

475

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!