18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἔρις ἄμοτον μεμαυῖα, Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε». [(ῃ. 440)1.784 Ἰστέον

δέ, ὅτι, καθὰ ὁ φίλος καὶ ὁ δαήρ καὶ ἄλλα διάφορα, οὕτω καὶ ὁ Ἄρης ἀλογίστῳ συστολῇ

κατὰ τοὺς παλαιοὺς ὑποπίπτει, ὡς δῆλον μάλιστα ἐκ τοῦ»Ἆρες Ἄρες βροτολοιγέ», ὃ καὶ

ἐν Ὀδυσσείᾳ δηλοῦται.] καὶ ὅτι, εἰ καί τινεςἵππους Ἄρεος τὸν ∆εῖμόν φασι καὶ τὸν

Φόβον, ἀλλ' ἐνταῦθα θεράποντεςαὐτοὶ καὶ ὀπαδοὶ φαίνονται Ἄρεος. ἔστι δὲ δεῖμος μὲν

τὸ δεδιέναι, φόβος δὲἡ φυγή. Ἄμοτον δὲ ὅτι τὸ τέλειον λέγεται καὶ πλῆρες ὡς ἐκ

μεταφορᾶς τραυμάτων μηκέτι δεομένων μότου, πολλαχοῦ περιλαλεῖται. (ῃ. 441–5) Ὅτι

τὴνἜριν, ἣν κασιγνήτην Ἄρεος ἔφη καὶ ἑταίραν τά τε ἄλλα καί, διότι δὲ ὡς τὰ πολλὰ ἡ

Ἔρις ἐπιταθεῖσα εἰς πόλεμον καταστρέφει, πλάττει καὶ ὡς δαιμόνιόντι τεράστιον,

λέγων ὡς «ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα» προσαυξανομένη «οὐρανῷ

ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει». Αἰνίττεται δὲ διὰτούτων τὸ τῆς ἔριδος ἴδιον. μικρᾶς

γὰρ πολλάκις εἰς ἔριν προϋπαρξάσης αἰτίας,ἀκρίδος τυχὸν ἢ πέρδικος κατὰ τὰς ἱστορίας

(γυναικὸς γὰρ εἰπεῖν ἢ τοιούτουτινὸς πλείων ὁ λόγος) μέγιστος ἐκεῖθεν ἐκκορυφοῦται

αὐξόμενος πόλεμος καί,κατὰ τὸν ποιητὴν εἰπεῖν, «ὀφέλλει στόνον ἀνδρῶν», ὅτε δὴ οἱ

μὲν μαχόμενοι ἐπὶγῆς εἰσιν, ἡ βοὴ δὲ οὐρανὸν ἷκεν. ὁ γοῦν Τρωϊκὸς πόλεμος ἀφορμὴν

μὲν ἔχειμικράν, τὴν Ἑλένην, αὐτὸς δὲ ἡλίκος γέγονεν, οὐδεὶς ἀγνοεῖ. (ῃ. 441) Τὸ

δέ»κασιγνήτη ἑτάρη τε» διδάσκει μὴ ἀεὶ τοὺς ἀδελφοὺς ἐξ ἀνάγκης καὶ φίλουςεἶναι.

ἐπίτασις γοῦν ἀδελφικῆς φιλίας καὶ ὁμονοίας τὸ ἑταῖρος. (ῃ. 443) Τὸ δέ «οὐρανῷ

ἐστήριξε κάρη» στρυφνῶς πέφρασται ἀντὶ τοῦ «ἕως εἰς οὐρανὸνἐλθοῦσα οὐ δύναται

ὑπεραναβῆναι». Ἰστέον δέ, ὅτι Ὅμηρος μὲν εἰπών, ὡς Ἔριςοὐρανῷ ἐστήριξε κάρη,

ἐντελῶς ἅμα καὶ ἀσφαλῶς ἔφρασεν. Εὐριπίδης δὲ ἐν τῷ»κῦμα οὐρανῷ στηρίζον»

ὑπερβολικῶς τε ἔφη κατὰ ἀφέλειαν τοῦ λαλοῦντοςπροσώπου καὶ οὐδὲ ἀνελλιπῶς, εἰ μή

τις τὸ στηρίζον ἀντὶ τοῦ ἐγγίζον εἴπῃ καὶστηριζόμενον. [∆ῆλον δ' ὅτι ἡ Ἔρις οὐρανῷ

στηρίζει κάρη ἤ, ὅτε ἡ κατ' 1.785 αὐτὴν ἀϋτὴ οὐρανὸν ἵκει καθ' Ὅμηρον, ἢ καὶ ἄλλως

ἀλληγορικῶς οἱ ἐρίζοντεςεἰς οὐρανὸν ἀφορῶσι καὶ τὰς ἐκεῖ διοσημίας ἐπισκοποῦνται

καὶ τὰ ἐκ ∆ιὸς τέρατα.] (ῃ. 444) Ὅτι τὸ ἔργον τῆς εἰρημένης κατὰ πόλεμον Ἔριδος

ὑποδηλῶν φησιν· «ἣ καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθ' ὅμιλον,

ὀφέλλουσαστόνον ἀνδρῶν». ὅτι δὲ τὸ ὁμοίϊον ἐπὶ κακοῦ κεῖται, προγέγραπται. (ῃ. 446–

51)Ὅτι ἐκφράζων ὁ ποιητὴς συμβολὴν πολέμου λέγει· «οἳ δ' ὅτε δὴ ἐς χῶρονἕνα

ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶνχαλκεοθωρήκων,

ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλλῃσι, πολὺς δ'ὀρυμαγδὸς ὀρώρει. ἔνθα δ' ἅμ'

οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τεκαὶ ὀλλυμένων», ὃ καὶ ἀλλαχοῦ

κεῖται, «ῥέε δ' αἵματι γαῖα», ἀντὶ τοῦ ἐρρέετο,ἢ καὶ ἄλλως, ἐνεργητικῶς πρὸς ὁμοιότητα

τοῦ «ἔρρεε δακρύοις ὁ ὀφθαλμός», ὅπερ ἐν τῷ Περὶ προνοίας φησὶν Αἰλιανός. ἔχει δέ τι

ὅμοιον τοῦτο καὶπρὸς τὸ λέγειν ἀνακεχωρηκότα τόπον τὸν ἔρημον καὶ ἥσυχον. ὡς γὰρ

τόπος ἀναχωρεῖν λέγεται, οὕτω καὶ γῆ ῥέειν, ἄμφω δηλαδὴ οὐ καθ' αὑτό, ἀλλὰ δι'

ἕτερον.ἔτι δὲ ὁμοιοῦταί πως καὶ πρὸς τὸ κινεῖσθαι τὸ λήϊον ἀσταχύεσι καὶ φρίσσειντὴν

μάχην δόρασι. (ῃ. 449) Σημείωσαι δέ, ὅτι τὸ «ἀσπίδες ἔπληντο ἀλλήλαις», τουτέστιν

ἐπλησίασαν, ἐφερμηνευτικόν ἐστι τοῦ συνέβαλον ῥινούς.ἐκεῖνο γὰρ ἀσαφὲς ἦν, ἐκ δὲ

τούτου ἐνάγεταί τις νοεῖν, ὅτι καὶ τὸ συνέβαλονἔγχεα καὶ μένεα ἀνδρῶν τὴν ἐγγύτητα

δηλοῖ τῶν ἐγχέων καὶ τῶν ἀνδρῶν, οἳπερὶ ἕνα τόπον, συνῆλθον. (ῃ. 447) Μένεα γὰρ

ἀνδρῶν νῦν οἱ ἄνδρες κατὰ περίφρασιν. ἐκ δὲ τοῦ συνέβαλον ἡ πολεμικὴ παρῆκται

συμβολή. Ῥινοὺς δὲ τὰςἀσπίδας εἶπεν ἐκ μέρους, ἐπεὶ οὐκ ἔστιν ἀσπὶς ῥινοῦ ἄνευ, ὅ ἐστι

δέρματος, εἰμὴ ἄρα τις τὰς πλεκτὰς ἢ τὰς λινέας ἢ τὴν τοῦ Ἀχιλλέως ἐρεῖ. [Ὅρα δέ, ὅτι

ἐν μὲν τῷ «σύν ῥ' ἔβαλον ῥινούς» ἀναγκαίως κεῖται ὁ ˉῥˉα σύνδεσμος, ἵνα ἡκεφαλὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

474

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!