18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πολυκτήμοναλέγει. πάμματα γὰρ παρὰ ∆ωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ

κτήσασθαι,ὅθεν καὶ τὸ πῶϋ καὶ πηός, ὁ κτητὸς ἐξ ἀγχιστείας συγγενής. Σκοπητέον δέ,εἰ

∆ώριον τὸ πάμμα καὶ ὁ πολυπάμμων, πῶς ἐν αὐτοῖς διπλάζεται τὸ ἀμετάβολον. οὐ γὰρ

∆ωριέων τοῦτο, παρ' οἷς τὸ σχῆμα καὶ βῆμα σχᾶμα καὶ βᾶμαλεγόμενα οὐ διπλάζουσι τὸ

μῦ. ἴσως οὖν καὶ Αἰολέων τὰ ῥηθέντα εἰσίν, ὑφ'ὧν διπλοῦνται τὰ σύμφωνα παρὰ τὴν

πολλὴν συνήθειαν. ὅτι δὲ καὶ οἱ χωριτικώτεροι τῶν ἄρτι κτήματά φασι τὰ τετράποδα,

οἴδασιν οἱ ὁμιλοῦντες αὐτοῖς.(ῃ. 435) Τὸ δὲ ἀζηχές ἐκ τοῦ ἀδιεχές γίνεται, ὃ ἐναντίον

ἐστὶ τῷ συνεχεῖ,ἀποβολῇ τοῦ ˉι καὶ τροπῇ συνήθει τοῦ ˉδ εἰς ˉζ καὶ τοῦ ˉε εἰς ˉη, ὡς

δηλοῦται καὶἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ μεμακυῖαι γίνεται μὲν ἀπὸ τοῦ μηκῶ

μηκήσω,δοκεῖ δὲ συγκεκόφθαι ἀπὸ τοῦ ἐκεῖθεν γινομένου δυσεκφωνήτου

παρακειμένου.Ἰστέον δέ, ὡς Ὁμήρου ἐπὶ ὀΐων τιθέντος τὴν τοιαύτην λέξιν, οἱ μεθ'

Ὅμηρονἐπὶ αἰγῶν μὲν εἵλοντο λέγειν τὸ μηκᾶσθαι, ταῖς οἰσὶ δὲ ἀπεκλήρωσαν

τὸβληχᾶσθαι. εἴποι δ' ἄν τις καί, ὅτι φαίνεται κατὰ σχῆμα συντομίας ἐνταῦθαῥηθῆναι τὸ

μηκᾶσθαι εἰς δεῖγμα τοῦ καὶ τὰς αἶγας νῦν συνεπινοεῖσθαι καὶ τοὺςἐξ αὐτῶν ἐρίφους

διὰ τὸ δοκεῖν τὸ μηκᾶσθαι ἐπὶ αἰγῶν κυριολεκτεῖσθαι, ὡςεἴρηται, ἵνα ᾖ ὅμοιον τῷ

«ἵπποι βουκολοῦνται». ὡς γὰρ ἂν τοῦτο συμβιβάζοιτοεἰς νοῦν, οὕτω καὶ τὸ «ὄϊς

μηκῶνται». (ῃ. 436) Ὁ δὲ πολλαχοῦ δηλούμενοςἀλαλητός προσεταιρίζεται καὶ τὴν

τραγῳδικὴν ἀλαλήν, οἷον «ἀλαλαῖςαἰαγμάτων». ἴσως δὲ ἀπ' αὐτῆς τὸ ἀλαλάζειν καὶ ὁ

ἐκεῖθεν ἀλαλαγμός. Τὸ δέ»ἀνὰ στρατὸν εὐρύν» αἰτιολογεῖ τὸν πολὺν Τρωϊκὸν

ἀλαλητόν. ὁ γὰρ πολὺς 1.783 στρατὸς ἀκόσμως ἔχων καὶ πολὺν ἀπετέλει θόρυβον, οὗ

τὴν αἰτίαν ἀριδηλότερονὁ ποιητὴς ἀποδιδούς φησι· (ῃ. 437 ς.) «Οὐ γὰρ πάντων ἦεν ὁμὸς

θρόος οὐδ' ἴαγῆρυς, ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες», ἤγουν ἐκ

πολλῶνσυγκληθέντες γλωσσῶν. οἱ γὰρ Ἕλληνες ὡς ὁμόγλωσσοι, οὐ πολύκλητοι,βραχύ

τι κατὰ τὰς διαλέκτους διαφέροντες καὶ οὐδὲ τοῖς τόποις πολυσπερέεςκαὶ πάνυ μακρὰν

διεστῶτες. Τοῦ δὲ θρόος προϋπόκειται ῥῆμα τὸ θρέω, ἤγουνσὺν θορύβῳ βοῶ ἢ λαλῶ,

οἷον «πάθεα θρεομένης» καὶ «θρεομένη σαυτῇ κακά».ἐκ δὲ τοῦ θρόος συνῄρηται ὁ

θροῦς, ἐξ αὐτῶν δὲ ὁ ἀθρόος καὶ ὁ ἄθρους. Τὸ δέ»γλῶσσ' ἐμέμικτο» ἢ πληθυντικῶς

νοητέον ἀντὶ τοῦ γλῶσσαι πολλαὶ μεμιγμέναιἦσαν, ὡς τῆς ˉαˉι διφθόγγου ἐκθλιβείσης,

ἵνα ᾖ τὸ πλῆρες, ὅτι γλῶσσαι ἐμέμικτο,ὁποῖον ἀλλαχοῦ τὸ «κνῆμαι παλάσσετο» ἑνικοῦ

ῥήματος ἐπαγομένου πληθυντικῷ ὀνόματι, ᾧ δὴ σχήματι πλεονάζει μάλιστα ὁ

Πίνδαρος, ἢ καὶ ἄλλωςλόγῳ προσηγορίας ἑνικῶς ῥητέον «γλῶσσα ἐμέμικτο», καθὰ

δηλοῖ Ὅμηρος τὸτοιοῦτον νόημα παραφράζων ἐν τῇ Βοιωτίᾳ, ἔνθα φησὶν οὕτω·

«πολλοὶ γὰρκατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα

πολυσπερέωνἀνθρώπων». οἷος δὲ ὁ θροῦς τῶν διαφόρων γλωσσῶν, ἴσασιν οἱ

πεπειραμένοι,παρ' οἷς ἔγνωσται καὶ ὡς τὸ τῶν ὁμογλώσσων ἀνάρμοστον, ὅτε

διαφόροιςμερίζονται γνώμαις, παραβολῆς δέεται Ὁμηρικῆς παριστώσης

ἐναργῶς,ἡλίκον κλάζουσιν. Ἐνταῦθα δὲ νοητέον καί, ὅτι, κἂν ὁ ποιητὴς σιωπᾷ, ὅμως

τὸπρᾶγμα νοεῖν δίδωσιν, ὡς οἱ Τρῶες ἐν τῷ δημηγορεῖν ὑποβολεῦσιν ἐχρῶντο, ὅἐστιν

ἑρμηνεῦσιν. οὐ γὰρ αἱ, ὡς ἐρρέθη, μεμιγμέναι γλῶσσαι συνιέναι ἄλλωςεἶχον τῆς τοῦ

Ἕκτορος τυχὸν ἢ Ἀντήνορος ἐν κοινῷ δημηγορίας. (ῃ. 439) Ὅτι τοὺς μὲν Ἕλληνας

Ἀθηνᾶ ὀτρύνει εἰς μάχην, Ἄρης δὲ τοὺς Τρῶαςθυμὸς δηλαδὴ ἄλογος. προϊὼν δὲ λέγει,

ὅτι καὶ Ἀπόλλων ἐρεθίζει τοὺς Τρῶας.πρὸς αὐτῶν γὰρ ἦν ἔτι τὸ εἱμαρμένον, οὗπέρ ἐστι

δηλωτικὸς ὁ Ἀπόλλων, ὡςπολλαχοῦ φαίνεται. (ῃ. 440 ς.) Συμπαραμίγνυσι δὲ Ὅμηρος

τῷ Ἄρει καὶ τῇ Ἀθηνᾷ τόν τε ∆εῖμον τόν τε Φόβον, κακὰ δὴ ταῦτα πολέμῳ φίλα, ἔτι δὲ

καὶ τὴνἜριν, ἧς ἄνευ οὐκ ἄν ποτε συσταίη πόλεμος. φησὶ γάρ· «∆εῖμός τ' ἠδὲ Φόβοςκαὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

473

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!