18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

βρέμειν λέγονται. καὶ ὅτι ἄκρας τὰἀκρωτήρια λέγει, ἐν οἷς μάλιστα βρέμει τὰ κύματα.]

(ῃ. 429–31) Ὅτι πλάττωνὁ ποιητὴς ἐνταῦθα τοὺς ἡγεμόνας κελεύοντας τοῖς ἑαυτῶν–

φησὶ γάρ· «κέλευεδὲ οἷσιν», ἤγουν ἰδίοις, «ἕκαστος ἡγεμόνων»–παρεμφαίνει χρῆναι

καὶεὐρυβόας εἶναι τοὺς στρατηγοὺς καί, ὡς αὐτός που λέγει, βοὴν ἀγαθοὺς καὶμάλιστα,

ὅτε συρρήγνυται πόλεμος. Εἶτα ἐπαινῶν εἰς εὐταξίαν τοὺς Ἀχαιούς,ὡς καὶ πρὸ τούτων,

σιγῇ προϊέναι αὐτούς φησιν εἰς μάχην, οὐ κατεπτηχότας,ἀλλὰ δι' εὐλάβειαν. φησὶ γάρ·

«οἱ δ' ἄλλοι ἀκὴν ἴσαν», ὅ ἐστιν ἐπορεύοντο,»οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι

ἔχοντα ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότεςσημάντορας». καὶ εἰκότως· εἰ γὰρ μὴ αὐτοὶ

ἐσίγων, οὐκ ἂν εἶχον ἄλλωςἀκριβῶς ἀκούειν, ὧν οἱ ἡγεμόνες ἐκέλευον. καὶ σημείωσαι,

ὅπως διεσάφησε τὴνσιγήν. οὕτω γὰρ σιγῶσιν, ὥστε δοκεῖν ἄφωνοι εἶναι. [(ῃ. 429) Ἔστι

δὲ τὸ 1.781 μὲν ἴσαν στυγητὸν πεζῷ λογογράφῳ. ποῦ γὰρ παρὰ τοῖς τοιούτοις τὸ ἴω,

ἴσω,ἐξ ὧν ἀόριστος ἴσα, οὗ τὸ τρίτον πληθυντικὸν ἴσαν, εἰ καὶ ποιηταῖς τὸ

τοιοῦτονᾠκείωται λεξείδιον.] (ῃ. 431) Τὸ δὲ σιγῇ ἑρμηνεία τοῦ ἀκήν. τὸ δὲ σχῆμα

τῆςἐννοίας ὑπερβατόν. λέγει γάρ, ὅτι ἀκὴν ἴσαν σιγῇ δειδιότες σημάντορας, οἳνῦν μὲν

ὡς κελεύοντες, εἴτ' οὖν σημαίνοντες, σημάντορες εἴρηνται, ὅτε δὲ καὶτάσσουσι τὸν

στρατὸν εὐκόσμως, κοσμήτορες λέγονται. (ῃ. 429) Τὸ δέ «οὐδέ κεφαίης» οὐκ ἔστι κατὰ

τὸ «οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον ἐλθεῖν», ἀλλ'ἑτεροῖον. ἐκεῖνο μὲν γὰρ Ἀφροδίτη

ἔφη πρὸς τὴν Ἑλένην, τὸ δ' ἐνταῦθα ἡ ἀείδειν προκληθεῖσα Μοῦσα τῷ προκαλεσαμένῳ

ποιητῇ λαλεῖ. καὶ ἄλλως δέγε ὁ ποιητὴς ἀποστρέφει τὸν λόγον πρὸς τὸν ἀκροᾶσθαι

αὐτοῦ λαχόντα. (ῃ. 431)Ὅρα δὲ τὸ δειδιότες παιδευτικὸν ὃν τοῦ χρῆναι καὶ δέος ὑπεῖναι

τοῖς ἀρχομένοις, ἵνα καὶ σῴζοιντο οὕτω κατὰ τὸν τραγικόν. [Τοῦ δὲ σιγῇ ἀναλόγως

δοκεῖἐκτετάσθαι ἡ παραλήγουσα ὡς ἐκ τοῦ σέσιγα μέσου παρακειμένου, οὗ θέμα τὸσίζω

κείμενον ἐν Ὀδυσσείᾳ. εἰ δὲ καὶ ὁ τοῦ αὐτοῦ θέματος ἐνεργητικὸς παρακείμενος ὁ

σέσιχα παράγει τὸ σιχός, ὁ ἀπόπτυστος, καὶ πλεονασμῷ τοῦ κάππασικχός, κατὰ τὸ βάζω

βέβαχα βάχος καὶ βάκχος, εἴη ἂν καὶ αὐτὸ εὔλογον. ∆ῆλον δ' ὅτι ἐκ τοῦ σικχός καὶ ῥῆμά

ἐστι σικχάζω.] (ῃ. 431 ς.) Ὅτι ἐν ἄλλοις μὲν ἡ τῶν πολεμικῶν ὅπλων λαμπρότης

πλείονος λόγου ὕλη γίνεται τῷ ποιητῇ,ἐνταῦθα δέ, οὕτω δόξαν αὐτῷ, ἀρκεῖται περὶ τῶν

Ἀχαιῶν εἰπὼν μόνον τὸ»ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλα ἔλαμπεν». (ῃ. 433–6) Ὅτι

σεμνύνας τοὺςἝλληνας ἐπὶ εὐταξίᾳ διὰ τὴν ῥηθεῖσαν σιγὴν εὐθὺς ἐκ τοῦ ἐναντίου

ὑπογράφειτὸν κατὰ Τρῶας πολὺν θόρυβον παραβολικῶς, οὐ κατὰ γεράνους, ὡς

πρὸτούτων, ἀλλὰ κατὰ συχνὰ ποίμνια γινόμενον, εἰπών· «Τρῶες δ' ὥς τ'

ὄϊεςπολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκωσιν ἀμελγόμεναι γάλα

λευκόν,ἀζηχές», ὅ ἐστι συνεχές, «μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν», ὃ δὴ καὶ

αἴτιοναὐταῖς τοῦ πολλὰ μηκᾶσθαι, «ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν

ὀρώρει».ἴσως δὲ τῷ ὀνόματι τῶν ὀΐων καὶ τῶν ἀρνῶν καὶ τὰς αἶγας νῦν καὶ τοὺς

ἐρίφουςσυννοητέον. Ὅρα δέ, ὅτι τε ἀγροικικὴν ἡ παραβολὴ ὡς ἐκ παρέργου

περιέχειἱστορίαν καὶ ὅτι ἀκαταλλήλως ἐν αὐτῇ ἔχει πρὸς τὴν ἀπόδοσιν ἡ σύνταξις τῆς

1.782 ἀρχῆς. ἄρχεται μὲν γὰρ κατὰ εὐθεῖαν, ἀποδίδοται δὲ κατὰ γενικήν, οἷον· Τρῶες δὲ

ὡς ὄϊες μηκῶνται, οὕτω Τρώων ἀλαλητὸς ὀρώρει, ὡς δῆθεν ταὐτὸνὂν Τρῶες εἰπεῖν καὶ

Τρώων ἀλαλητός. τινὲς δὲ ἀσύντακτον μεῖναί φασι τὸ»Τρῶες δὲ ὥστ' ὄϊες». οὐ γὰρ ἔχει

ἀπόδοσιν. καὶ ἔστιν οὕτω πάνυ καινοπρεπὲςτὸ σχῆμα. ἠδύνατο μὲν γὰρ ὁ ποιητὴς

συνήθως ἀποδοῦναι τὴν παραβολήν, ὡςκαὶ ἤρξατο, καὶ εἰπεῖν ἐν τῇ ἀποδόσει, ὅτι ὧς

Τρῶες ἐποίουν τάδε τινά, ἢ καὶἄλλως γράψαι κατὰ τὴν ἀρχήν «Τρώων δὲ ὥστ' ὄϊες» καὶ

ἑξῆς, ἵνα ἦν ὁμοιόπτωτος τῇ ἀποδόσει καὶ ἡ ἀρχή. ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ οἷον

συνεβαρβάρισεκαὶ αὐτὸς τῷ Τρωϊκῷ ἀλαλητῷ. (ῃ. 433) Πολυπάμμονα δὲ τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

472

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!