Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἑτέραν λέξιν καιριωτέραν μεταλαμβάνεσθαι. οἱ δέ φασιν, ὅτι ὥσπερβάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω τέττης, καὶ ἡ κλητικὴ τέττα.τὸ δὲ τεττίζω γράφει Ζηνόδοτος ἐν τῷ «τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας».καί τοι κατά τινας τιττίζοντας ἐκεῖνος γράφει διὰ τοῦ ˉι, οὐ μὴν διὰ τοῦ ˉε. τινὲςδὲ σχετλιαστικὸν νοοῦσι τὸ τέττα, ἀποκοπὲν ἐκ τοῦ τέτλαθι. (ῃ. 413–9) Ὅτικαὶ ὑβριζόμενος ὁ ∆ιομήδης ὅμως οὐ νεμεσᾶν λέγει τῷ βασιλεῖ ὀτρύνοντι καίπου καὶ ἐπιπλήττοντι, προσθεὶς καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν οὕτω· «οὐ γὰρἐγὼ νεμεσῶ Ἀγαμέμνονι, ποιμένι λαῶν, ὀτρύνοντι μάχεσθαι Ἀχαιούς. τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρῶας δηϊώσουσιν ἕλωσί τε Ἴλιον ἱρήν· τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δηϊωθέντων». ἤδη δέ πως ὁ ἥρως καὶκαταγινώσκει νωθρείαν ἑαυτοῦ. διὸ καὶ ἐπαγαγών· «ἀλλ' ἄγε δὴ καὶ νῶϊ»,τουτέστιν ἡμεῖς, «μεδώμεθα θούριδος ἀλκῆς», ἤγουν φροντίσωμεν τοῦ εἶναιἄλκιμοι, καταπηδᾷ χαμᾶζε σὺν τεύχεσι καὶ σπεύδει ἐς μάχην, ὅπερ οὐκ ἐποίειπρὸ τούτου, καὶ ταῦτα τὸν βασιλέα βλέπων οὕτω πονούμενον. Ἰστέον δέ, ὡςοὐ μάτην ὁ ∆ιομήδης προσέθηκε τὸ ποιμένι λαῶν, ἀλλὰ δηλῶν, ὅτι ἄλλουτινὸς οὕτω βαρέως μεμψαμένου οὐκ ἂν ἠνέσχετο. πλὴν εἰ καὶ οὕτως αὐτῷ ἐπιεικὴς ὁ λόγος, ἀλλ' ἔχει τι δακνηρὸν ἄλλως ἐν τῷ «τούτῳ μὲν γὰρ κῦδος ἅμ'ἕψεται». μονονουχὶ γὰρ τὸν βασιλέα ὑπερπονεῖν ἐθέλει, διότι ἐπὶ τοῖς τῶν ὑπ'αὐτὸν στρατιωτῶν καὶ στρατηγῶν μόχθοις αὐτὸς κυδαίνεται. γεννᾷ δὲ ὁῥηθεὶς λόγος καὶ γνωμικὴν ἔννοιαν τοιαύτην, ὡς ἄρα τοῖς βασιλεῦσι καὶκῦδος ἕπεται κατορθούντων τῶν ὑπ' αὐτὸν καὶ αὖθις μέγα πένθος, εἰ δυστυχήσουσιν. (ῃ. 419–21) Ὅτι ὁπλίτου ἐνδόξου πήδημα βαρὺ κατὰ τὸ ∆ιομήδειονἐμφαίνει τὸ «σὺν τεύχεσιν ἆλτο χαμᾶζε. ∆εινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσινἄνακτος ὀρνυμένου». εἶτα ἑρμηνεύων τὸ δεινόν φησιν· «ὑπό κεν ταλασίφρονάπερ δέος εἷλεν», ἤγουν καὶ θρασυκάρδιός τις ἔδεισεν ἂν ἀκούσας. ὠνοματοπεποίηται δὲ τὸ ἔβραχεν, ὡς καὶ τὸ βρέχω. κεῖται δὲ ἐπὶ ὅπλων κτύπου ἡ λέξις ἐνδευτέρῳ ἀορίστῳ διὰ τὴν τοῦ ˉα εὐρυφωνίαν, οὐκέτι μέντοι καὶ ὁ ἐνεστώς, ἀλλ' 1.778 ἐκεῖνος ἐπὶ ὑετοῦ μόνου λαμβάνεται. Τὸ δέ «ἐπὶ στήθεσσιν» ἐκ μέρους τὸ πᾶνδηλοῖ σῶμα τοῦ ἥρωος. εἰκὸς δὲ καὶ μάλιστα περὶ τὰ στήθη πλείω γενέσθαιἦχον διὰ τὰ ἐν τοῖς ἔμπροσθεν φερόμενα ὅπλα. (ῃ. 421) Τοῦ δὲ ταλασίφρονοςπροϋπόκειται τὸ ταλάσω, οὗ χρῆσις ἀλλαχοῦ παρὰ τῷ ποιητῇ, ὃ συγκοπὲν καὶτραπὲν ποιεῖ τὸ τλήσω, ἐξ οὗ τλησικάρδιος καὶ τλησίπονος. (ῃ. 422–8) Ὅτιμιμούμενος ὁ ποιητὴς ἐν παραβολῇ θαλασσίᾳ τραχύτητα κυμάτων ἤχουὁμοίαις πως λέξεσι φράζει τὸ ὑποκείμενον συνεκτραχύνων δι' ὅλου τῷ λεγομένῳκαὶ τὴν φωνήν. λέγει γάρ· «ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ'ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος», ἤγουν ἠρέμα τὸ πρῶτον εἰς φρῖκαδιασαλεύσαντος, «πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας κυρτὸν ἐὸν κορυφοῦται· ἀποπτύει δ'ἁλὸς ἄχνην», ἤγουν ἀφρὸν ἢ φυκίον, ἃ πτύελον ὥσπερ, ἤτοι ἀπόπτυσμα,θαλάσσης εἰσὶν ἐρευγομένης ἔξω, ὡς ἐν ἄλλοις φησίν· «ὣς τότ' ἐπασσύτεραι ∆αναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμόνδε». καὶ ἔστιν ἡ ῥηθεῖσα παραβολὴ πρὸς τὴν πυκνότητα τῶν κατὰ φάλαγγας κινουμένων καὶ τὸν ἐκεῖθενπολὺν ἦχον. Αἰολικὴ δὲ λέξις ποιηταῖς φίλη τὸ ἐπασσύτερον ἐκ τοῦ ἆσσονγινομένη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ ἐγγύς καὶ διὰ τοῦτοτῇ ἐπαλληλίᾳ πυκνόν. συγγενὲς δὲ καὶ τὸ νωλεμές τῇ τοιαύτῃ λέξει. ἐπεὶ καὶταὐτόσημα τὸ ἐγγύς καὶ τὸ πυκνῶς καὶ τὸ ἐπασσυτέρως καὶ τὸ ἀδιαλείπτως, ὅἐστι νωλεμές. (ῃ. 426) Ἰστέον δέ, ὅτι ἄχνην Ὁμήρου εἰπόντος τὸ λεπτότατον τοῦ κύματος, ὅπερ ἐν ταῖς ἔξω προσρήξεσιν ἀπαφρίζεται, Σοφοκλῆς ἄλλως τὴνλέξιν ἐκλαβόμενος ἄχνην τὴν δρόσον ἔφη ἐν τῷ «θάλλει δ' οὐρανίας ὑπ' ἄχνηςὁ καλλίβοτρυς νάρκισσος», οὐδ' αὐτὸς ἀπροσφυῶς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 470

γράψας διὰ τὸ μηδὲ τὰς τοῦὑετοῦ σταγόνας συνεχεῖς εἶναι ἀλλὰ διεχεῖς. ὅθεν καὶ ἡ ἄχνη ὠνόμασται, ἀέχητις οὖσα καὶ κατὰ κρᾶσιν καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, ὡς καὶ ἑτέρωθι δηλοῦται 1.779 σαφέστερον. Εὐριπίδης δὲ καὶ αὐτὸς μιμησάμενος τὸ «ἁλὸς ἄχνη» οἰνωπὸνἄχνην λέγει τὴν ἐν λοιβαῖς καταχεομένην τῆς γῆς. τοῦ δὲ ἀέχνη ἄχνη ταὐτότηςμὲν ἐν τῷ ἀεχήν ἀχήν, ὁ πτωχός, ὁμοιότης δέ τις ἐν τῷ ἃ ἔχω «ἅχω» παρὰ Σοφοκλεῖ. Ὅρα δὲ καί, ὅτι ἐπίτηδες ἐνταῦθα ὁ ποιητὴς συχνῇ τῇ ὀνοματοποιΐᾳ ἐχρήσατο. ὁ γὰρ ἦχος καὶ τὸ ῥήγνυσθαι καὶ τὸ βρέμειν καὶ τὸ ἀποπτύεινὠνοματοπεποίηνται. οὕτω δὲ καὶ πολλῷ τῷ ῥῶ ἐν τοῖς ῥηθεῖσι χρᾶται καὶμάλιστα ἐν τοῖς τελευταίοις δυσὶ στίχοις. εἰ γὰρ καὶ ἄλλως μεμπτέος ὁ τοῦτοιούτου στοιχείου πλεονασμός, διὸ καὶ οἱ Ἐρετριεῖς ἐκωμῳδοῦντο, καθά πουκαὶ προεγράφη, ὡς πολλῷ τῷ ῥῶ χρώμενοι, ἀλλ' ἐν τοιούτοις τόποις, ἤγουν ἐνμιμητικῇ τραχυφωνίᾳ πραγμάτων, χρεία συχνοῦ καὶ τοῦ στοιχείου τούτου, ὡςἐρρέθη καὶ ἐν τῷ «τριχθὰ καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός». ἄλλως γὰρἦν καὶ τὸ χέρσῳ γαίῃ εἰπεῖν καὶ τὸ ῥηγνύμενον ἀγνύμενον καὶ τὸ ἄκρας θῖνας,οὕτω δὲ καὶ ἑτέρας λέξεις μεταλαβεῖν εἰς τὸ λεῖον καὶ ἄρροιζον. (ῃ. 426)Ὅρα δὲ καί, ὅτι τὸ κυρτὸν καὶ ἐπὶ κυμάτων λέγεται, ὡς καὶ ἐπὶ ἄλλων ἀψύχων,γινόμενον παρὰ τὸ κύπτειν κατὰ τοὺς παλαιοὺς ἢ καὶ παρὰ τὸ κρύπτειν.(ῃ. 422) καὶ ὅτι κῦμα θαλάσσης ἔφη πρὸς διαστολὴν οὐ μόνον λίμνης ἀλλὰ καὶποταμοῦ. ἐγείρει γὰρ καὶ αὐτὸς κύματα, ἐξ ὧν κυματίης ὁ τοῦτο πάσχων λέγεται. (ῃ. 426) Καὶ ὅτι ἐφερμηνεύων καὶ ἐνταῦθα συνήθως ἑαυτὸν ὁ ποιητὴςἐπήγαγεν εἰς δήλωσιν τοῦ κορύσσεται τὸ κορυφοῦται. οὐκ ἄρα ἐπὶ μόνωνὅπλων τὸ κορύσσεσθαι. οὕτω δὲ καὶ μετ' ὀλίγα ὕδωρ εἰπὼν συμβάλλειν εἰςμισγάγκειαν ἐπάγει ἑρμηνευτικῶς τὸ «κοίλης ἔντοσθε χαράδρης». ἔστι γὰρ ἡμισγάγκεια κοίλη χαράδρα. (ῃ. 425) Ὁμοίως δὲ καὶ τὸ «χέρσῳ ῥηγνύμενον»ἐφερμηνευτικόν ἐστι τοῦ «ἐν αἰγιαλῷ πολυηχέϊ ὄρνυται». καὶ ἐν τοῖς ἑξῆς δὲεἰπών, ὡς ἔβαλέ τις δουρὶ κόρσην, ἐπάγει διασαφητικῶς «αἰχμὴ δὲ διὰ κροτάφουἐπέρησε», καὶ οὐχ' ἁπλῶς, ἀλλὰ διὰ κροτάφου ἑτέρου, ὡς ταὐτὸν ὂν κόρσηνεἰπεῖν καὶ κρόταφον. τὸ γὰρ ἕτερος ὡρισμένης καὶ ἀντιζυγούσης δυάδοςδηλοῖ τὸ ἕν. εἰπὼν οὖν «ἔβαλε δουρὶ κόρσην» ὤφειλεν εἰπεῖν «αἰχμὴ δὲ δι' ἑτέραςκόρσης ἐπέρησεν». ἐπεὶ δὲ οὐκ εἶπεν οὕτως ἀλλ', ὅτι δι' ἑτέρου κροτάφου ἐπέρησε, ταὐτὸν ἄρα κόρση καὶ κρόταφος, ὃν καὶ ἐκ τῆς κόρσης ἐτυμολογοῦσί τινες,οἳ μεταθέντες τὸ ῥῶ ποιοῦσι κρόσην, εἶτα ἐξ αὐτῆς παράγουσι διὰ τοῦ ˉα καὶ ˉφδιεξοδικώτερον τὸν κρόταφον, ἵνα εἴη κρόσαφος καὶ Ἀττικῶς κρόταφος.Ὅτι δὲ καὶ τοιαῦται γίνονται παραγωγαί, ἤγουν διὰ τοῦ ˉα καὶ ˉφ, δηλοῖ καὶ τὸ 1.780 χρυσάφιον ἐκ τοῦ χρυσός παραχθέν, ὥσπερ καὶ ἀπὸ τοῦ ξύλου τὸ ξυλάφιον,[καὶ ἕδος ἑδάφιον.] ἀπὸ δέ γε τῆς κόρσης γίνεται καὶ ἡ κόρρη τροπῇ τοῦ ˉσ εἰςˉρ, ὁμοίως τῷ πυρσός πυρρός, ταρσός ταρρός. καὶ τὸ κατὰ κόρρης δὲ τύψαι τινὰτὸ κατὰ κόρσης ἤτοι κροτάφου ἐστί. παρὰ Ἀττικοῖς δὲ κόρρη ἡ γνάθος.Ἀριστοτέλης δὲ κρόταφόν φησι τὸ μεταξὺ ὀφθαλμοῦ ὠτὸς καὶ κορυφῆς. ὅτι δὲκαὶ ἀπὸ τοῦ κηρύσσειν τάφον ἐτυμολογεῖται, δηλοῦσιν οἱ παλαιοί. συντελεῖ δὲεἰς τοῦτο καὶ Θεόκριτος εἰπών· «ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι καὶἐπισχερώ», ἤτοι κατὰ τάξιν καὶ ἐφεξῆς, «ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος».[(ῃ. 424 ς.) Ἔτι ἰστέον καί, ὅτι πόντον μὲν κἀνταῦθα συνήθως ἔφη τὸ τῆςθαλάσσης πελαγίζον, (οὗ καταπνεομένου ἀνέμοις, ὅθεν καὶ πόντος λέγεται ὡςοἷά τις πνότος, κυρτοῦνται κύματα κορυσσόμενα καὶ ἔξω ἐλαύνονται,) χέρσονδὲ τὸν ἀνωτέρω αἰγιαλόν. καὶ ὅτι τὸ ῥηγνύμενον τὸν ῥηγμῖνα παράγει. δῆλονγάρ, ὡς ῥηγμὶν αἰγιαλώδης ἐστὶ περὶ ὃν κύματα ῥήγνυνται, καὶ ὅτι τὸ βρέμειπροσαρμόττον καὶ πυρὶ καὶ ἀνέμοις ἰδοὺ κεῖται καὶ ἐπὶ κύματος. τροπικῶς δέποτε καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπειλητὴρ βαρὺ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 471

ἑτέραν λέξιν καιριωτέραν μεταλαμβάνεσθαι. οἱ δέ φασιν, ὅτι ὥσπερβάπτω βαπτίζω

βάπτης, οὕτω τέττω τεττίζω τέττης, καὶ ἡ κλητικὴ τέττα.τὸ δὲ τεττίζω γράφει

Ζηνόδοτος ἐν τῷ «τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας».καί τοι κατά τινας τιττίζοντας

ἐκεῖνος γράφει διὰ τοῦ ˉι, οὐ μὴν διὰ τοῦ ˉε. τινὲςδὲ σχετλιαστικὸν νοοῦσι τὸ τέττα,

ἀποκοπὲν ἐκ τοῦ τέτλαθι. (ῃ. 413–9) Ὅτικαὶ ὑβριζόμενος ὁ ∆ιομήδης ὅμως οὐ νεμεσᾶν

λέγει τῷ βασιλεῖ ὀτρύνοντι καίπου καὶ ἐπιπλήττοντι, προσθεὶς καὶ τὴν αἰτίαν ἐν τῷ

εἰπεῖν οὕτω· «οὐ γὰρἐγὼ νεμεσῶ Ἀγαμέμνονι, ποιμένι λαῶν, ὀτρύνοντι μάχεσθαι

Ἀχαιούς. τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρῶας δηϊώσουσιν ἕλωσί τε

Ἴλιον ἱρήν· τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δηϊωθέντων». ἤδη δέ πως ὁ ἥρως

καὶκαταγινώσκει νωθρείαν ἑαυτοῦ. διὸ καὶ ἐπαγαγών· «ἀλλ' ἄγε δὴ καὶ νῶϊ»,τουτέστιν

ἡμεῖς, «μεδώμεθα θούριδος ἀλκῆς», ἤγουν φροντίσωμεν τοῦ εἶναιἄλκιμοι, καταπηδᾷ

χαμᾶζε σὺν τεύχεσι καὶ σπεύδει ἐς μάχην, ὅπερ οὐκ ἐποίειπρὸ τούτου, καὶ ταῦτα τὸν

βασιλέα βλέπων οὕτω πονούμενον. Ἰστέον δέ, ὡςοὐ μάτην ὁ ∆ιομήδης προσέθηκε τὸ

ποιμένι λαῶν, ἀλλὰ δηλῶν, ὅτι ἄλλουτινὸς οὕτω βαρέως μεμψαμένου οὐκ ἂν ἠνέσχετο.

πλὴν εἰ καὶ οὕτως αὐτῷ ἐπιεικὴς ὁ λόγος, ἀλλ' ἔχει τι δακνηρὸν ἄλλως ἐν τῷ «τούτῳ

μὲν γὰρ κῦδος ἅμ'ἕψεται». μονονουχὶ γὰρ τὸν βασιλέα ὑπερπονεῖν ἐθέλει, διότι ἐπὶ τοῖς

τῶν ὑπ'αὐτὸν στρατιωτῶν καὶ στρατηγῶν μόχθοις αὐτὸς κυδαίνεται. γεννᾷ δὲ ὁῥηθεὶς

λόγος καὶ γνωμικὴν ἔννοιαν τοιαύτην, ὡς ἄρα τοῖς βασιλεῦσι καὶκῦδος ἕπεται

κατορθούντων τῶν ὑπ' αὐτὸν καὶ αὖθις μέγα πένθος, εἰ δυστυχήσουσιν. (ῃ. 419–21) Ὅτι

ὁπλίτου ἐνδόξου πήδημα βαρὺ κατὰ τὸ ∆ιομήδειονἐμφαίνει τὸ «σὺν τεύχεσιν ἆλτο

χαμᾶζε. ∆εινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσινἄνακτος ὀρνυμένου». εἶτα ἑρμηνεύων τὸ

δεινόν φησιν· «ὑπό κεν ταλασίφρονάπερ δέος εἷλεν», ἤγουν καὶ θρασυκάρδιός τις

ἔδεισεν ἂν ἀκούσας. ὠνοματοπεποίηται δὲ τὸ ἔβραχεν, ὡς καὶ τὸ βρέχω. κεῖται δὲ ἐπὶ

ὅπλων κτύπου ἡ λέξις ἐνδευτέρῳ ἀορίστῳ διὰ τὴν τοῦ ˉα εὐρυφωνίαν, οὐκέτι μέντοι

καὶ ὁ ἐνεστώς, ἀλλ' 1.778 ἐκεῖνος ἐπὶ ὑετοῦ μόνου λαμβάνεται. Τὸ δέ «ἐπὶ στήθεσσιν» ἐκ

μέρους τὸ πᾶνδηλοῖ σῶμα τοῦ ἥρωος. εἰκὸς δὲ καὶ μάλιστα περὶ τὰ στήθη πλείω

γενέσθαιἦχον διὰ τὰ ἐν τοῖς ἔμπροσθεν φερόμενα ὅπλα. (ῃ. 421) Τοῦ δὲ

ταλασίφρονοςπροϋπόκειται τὸ ταλάσω, οὗ χρῆσις ἀλλαχοῦ παρὰ τῷ ποιητῇ, ὃ συγκοπὲν

καὶτραπὲν ποιεῖ τὸ τλήσω, ἐξ οὗ τλησικάρδιος καὶ τλησίπονος. (ῃ. 422–8)

Ὅτιμιμούμενος ὁ ποιητὴς ἐν παραβολῇ θαλασσίᾳ τραχύτητα κυμάτων ἤχουὁμοίαις πως

λέξεσι φράζει τὸ ὑποκείμενον συνεκτραχύνων δι' ὅλου τῷ λεγομένῳκαὶ τὴν φωνήν.

λέγει γάρ· «ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ'ἐπασσύτερον Ζεφύρου

ὑποκινήσαντος», ἤγουν ἠρέμα τὸ πρῶτον εἰς φρῖκαδιασαλεύσαντος, «πόντῳ μὲν τὰ

πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας

κυρτὸν ἐὸν κορυφοῦται· ἀποπτύει δ'ἁλὸς ἄχνην», ἤγουν ἀφρὸν ἢ φυκίον, ἃ πτύελον

ὥσπερ, ἤτοι ἀπόπτυσμα,θαλάσσης εἰσὶν ἐρευγομένης ἔξω, ὡς ἐν ἄλλοις φησίν· «ὣς τότ'

ἐπασσύτεραι ∆αναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμόνδε». καὶ ἔστιν ἡ ῥηθεῖσα

παραβολὴ πρὸς τὴν πυκνότητα τῶν κατὰ φάλαγγας κινουμένων καὶ τὸν ἐκεῖθενπολὺν

ἦχον. Αἰολικὴ δὲ λέξις ποιηταῖς φίλη τὸ ἐπασσύτερον ἐκ τοῦ ἆσσονγινομένη, ὡς καὶ

ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ ἐγγύς καὶ διὰ τοῦτοτῇ ἐπαλληλίᾳ πυκνόν.

συγγενὲς δὲ καὶ τὸ νωλεμές τῇ τοιαύτῃ λέξει. ἐπεὶ καὶταὐτόσημα τὸ ἐγγύς καὶ τὸ

πυκνῶς καὶ τὸ ἐπασσυτέρως καὶ τὸ ἀδιαλείπτως, ὅἐστι νωλεμές. (ῃ. 426) Ἰστέον δέ, ὅτι

ἄχνην Ὁμήρου εἰπόντος τὸ λεπτότατον τοῦ κύματος, ὅπερ ἐν ταῖς ἔξω προσρήξεσιν

ἀπαφρίζεται, Σοφοκλῆς ἄλλως τὴνλέξιν ἐκλαβόμενος ἄχνην τὴν δρόσον ἔφη ἐν τῷ

«θάλλει δ' οὐρανίας ὑπ' ἄχνηςὁ καλλίβοτρυς νάρκισσος», οὐδ' αὐτὸς ἀπροσφυῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

470

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!