18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

αἰτίαν ζητεῖδιὰ τὸ ἰατρικὸς εἶναι, οἷα κατὰ τὴν ποίησιν μαθητευθεὶς ἰατρῷ τῷ

Χείρωνι,ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ὁρῶν οὖν ὅτι νυκτὶ ὁ Ἀπόλλων, ὡς

προείρηται,ἔοικε διὰ τὴν τοῦ ἀέρος πάχυνσιν καὶ ζόφωσιν καὶ ὅτι ὁ ἀὴρ οὐκ εἰλικρινῶς

ἔχει,ἀλλὰ πάνυ νοσοποιός ἐστι, θεομηνίαν εἶναι τὸ πάθος συμβάλλεται πρῶτος τῆςτοῦ

κακοῦ αἰτίας αἰσθόμενος ὡς ἰατρός. τοῦτο γὰρ ὁ μῦθος, φασίν, αἰνίσσεταιδιὰ τοῦ εἰπεῖν,

ὅτι ἡ Ἥρα τῷ Ἀχιλλεῖ ἐν φρεσὶν ἔθετο. Ἥρα μὲν γὰρ ὁ ἀήρ.Ἀχιλλεὺς δὲ ἐξ ἀέρος τὴν

τοῦ κακοῦ αἰτίαν νοεῖ. καὶ ἄλλως δέ γε τὸν Ἀχιλλέα ποιεῖ Ὅμηρος νοοῦντά τε τὸ κακὸν

καὶ ἀγορὰν συνάγοντα, ἵνα πιθανὸν δόξῃτὸ κατ' αὐτοῦ μόνου ὀργισθῆναι τὸν

Ἀγαμέμνονα, ὡς καὶ πρώτου καὶ μόνουζητήσαντος καὶ λαλήσαντος καὶ διὰ τοῦτο τῆς

Χρυσηΐδος αὐτὸν στερήσαντος.ἄνθρωπος γὰρ θυμούμενος οὐ προσλογίζεται τὸ δίκαιον,

ἀλλ' εἴτε δικαίως εἴτεἀδίκως τὸν αἴτιον τοῦ ζημιωθῆναι κολάζει. Σημείωσαι δὲ καὶ

ἐνταῦθα τὸ τῶνἙλλήνων δημοκρατικόν· Ἀχιλλεὺς γὰρ δίχα βασιλέως ἀγείρει τὸν λαόν.

ὡς δὲ ὁ ποιητὴς καὶ εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμὸν καὶ διὰ τοῦτο δοκεῖτισι

κἀνταῦθα μὴ ἄλλον ἀριθμόν τινα θεῖναι, ἀλλὰ ἐννῆμαρ εἰπεῖν, πολλαχοῦ ἐντοῖς ἑξῆς

φανήσεται. [Τὴν δὲ κατὰ τὸν Ἀχιλλέα ἰατρικὴν δηλοῖ καὶ ἡ ἐπ' αὐτῷπαροιμία φαμένη

χρησμῳδικῶς ὡς «ὁ τρώσας καὶ ἰάσεται», ἣν ἔφηνε Τήλεφοςὁ Μυσὸς ὑπ' Ἀχιλλέως καὶ

πληγεὶς καιρίαν καὶ ἰαθείς. ὅθεν καὶ Τηλέφειατραύματα κακοήθη, ὁποῖα θεραπεύσοι ἂν

Ἀχιλλεύς, ὡς καὶ τὸ Τηλέφου·καθὰ καὶ Χειρώνεια, ὅσα δυσαλθῆ ὄντα δέοιντ' ἂν ἰατροῦ

τοῦ Χείρωνος. 1.74 (ῃ. 56) Ἰστέον δὲ ὡς εἰπὼν ὁ ποιητής «κήδετο γὰρ ∆αναῶν, ὅτι ῥα

θνήσκονταςὁρᾶτο» ἐπιτηδευτὴν παρίσωσιν ἐποίησε διὰ τοῦ κήδετο καὶ τοῦ ὁρᾶτο

τῶνἸωνικῶν. ἄλλως γὰρ εἶχεν εἰπεῖν Ἀττικῶς, ὅτι ῥα θνῄσκοντας ἑώρα.] (ῃ. 55) Ὅτι δὲ

Ἥρα ὁ ἀήρ, δηλοῦται, φασί, καὶ ἐκ τοῦ ἀναγραμματισμοῦ. ἐξ ὧν γὰρ ἡ Ἥρα γραμμάτων,

ἐκ τούτων λαλεῖται καὶ ὁ ἀήρ. τοῦτο δὲ ὁμοιότητα τῶνταὐτογραφουμένων δηλοῖ.

τοιαῦτά τινα καὶ τὸ χόλος ὄχλος καὶ τὸ ἀρετή ἐρατήκαὶ τὸ φλύαρος φλαῦρος παρ'

Ἀττικοῖς. καὶ ἐν τούτοις γὰρ συγγένειά τις,ὥσπερ ἐν γράμμασιν, οὕτω καὶ ἐν νοήμασιν.

οὕτω τις τῶν ἐπιτρίπτων κολάκωντὸ Ἀρσινόη «Ἥρας ἴον» ἀνεγραμμάτιζεν αἰκάλλων

θωπευτικῶς τὴν βασίλισσαν Ἀρσινόην, ὡς πρέπουσαν εἶναι Ἥρας ὀσφράδιον. τοῦ δὲ

αὐτοῦ τύπου καὶ τὸ λιαρός ἱλαρός· ἤδη δέ που καὶ τὸ λόχος ὄχλος καὶ τὸ ὀλίγος λοιγὸς

καὶ τὸ ὄλισθοςλοῖσθος καὶ τὸ χλόη χολὴ καὶ τὸ ῥα ἄρ, δι' ὧν δηλοῦται τὸ δή· καὶ τὸ

ἀγρυπνίαἀργυπνία καὶ τὸ Ἄτλας τάλας καὶ τὸ παραχύτης σαπρὰ τύχη καὶ ἕτερα, [ἐν

οἷςκαὶ τὸ κάρα καὶ ἄκρα ταὐτιζόμενα ἐν τῷ κατ' ἄκρης· ἤδη δὲ καὶ τὸ καρίς

ἀκρίς.μάλιστα δὲ προσφυὲς εἰς τὸ κατὰ τὴν Ἥραν ἀναγραμματιζόμενον τὸ Ῥέα κύριον

εἰς τὸ ἔρα, ὅ ἐστι γῆ, εἰς ἣν δηλαδὴ ἀλληγορεῖται ἡ τοῦ Κρόνου γυνὴῬέα κατὰ τὸ

«ὀρεστέρα παμβῶτι γᾶ, μᾶτερ αὐτοῦ ∆ιός», ὃ κεῖται παρὰ Σοφοκλεῖ. Ἰστέον δὲ ὅτι τὰς

γυναῖκας εἰωθὼς ὁ ποιητὴς ἐπιθετικῶς ἐπαινεῖν ἐκ μὲν τῶν κατὰ ψυχὴν δαΐφρονας

καλεῖ καὶ ἰφθίμας καὶ κέρδεα εἰδυίας καὶ ὅσαἄλλα ἐθέλει, ἀπὸ δὲ τῶν ἐκτὸς

εὐπατερείας, εὐειδέας, καλλιπαρῄους, ἑλικώπιδας, ῥοδοδακτύλους, βοώπιδας,

ἀργυροπέζας καὶ ἕτερα. ἐνταῦθα δὲ λευκώλενον Ἥρην φησίν, ὃ κατ' ἀλληγορίαν τὸ

διαφανὲς τοῦ ἀέρος αἰνίττεται. Ἰωνικὸν δὲ τὸ Ἥρη ὡς γὰρ θήρα θήρη, πήρα πήρη, οὕτω

καὶ Ἥρα Ἥρη· ὡς δὲ ἡὠλένη, ἀφ' ἧς ἡ λευκώλενος, ἐκ τοῦ ὀλῶ, τὸ πράττω, γίνεται

ἐπενθέσει τοῦ ˉυκατὰ Ἴωνας, ἵνα ᾖ οὐλένη καὶ ∆ωρικῶς ὠλένη, καὶ ἀλλαχοῦ

εἰρήσεται.] (ῃ. 57)Ὅτι τὸ «ἤγερθεν» σημαίνει μὲν ἐνταῦθα τὸ ἠθροίσθησαν ἀπὸ θέματος

τοῦ ἀγείρω.ἔστι δὲ Αἰολικόν· κανονίζεται δὲ ἀπὸ τῆς ἀγερθέντος μετοχῆς ἀποβολῇ τῆς

ˉτˉοˉς.πλατύτερον δὲ περὶ τούτου καὶ τῶν ὁμοίων ῥημάτων λεχθήσεται μετ' ὀλίγα,ὅτε

λέγει περὶ Ἀθηνᾶς ἐν τῷ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». Ἰστέον δὲ ὅτι τὸ ἤγερθεν σημαίνει

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

47

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!