18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ μετάθεσιν τοῦ ˉι. (ῃ. 394) Ἐνταῦθα δὲ Αἵμων μὲν πατήρ, Μαίων δὲ υἱός, ὃν ὁ Τυδεὺς

ἀνεῖλε, τεθείσης τῆς ˉαˉι διφθόγγου ἐν τῇ ἀρχῇ. Μαίων γάρ, φησίν, Αἱμονίδης. (ῃ. 395)

Ὁ δὲ Αὐτοφόνος ἀνδρείου κλῆσίς ἐστιν, ὃς οὐχ' ἑτέροις ἐπιτάσσων ἀριστεύει, ἀλλ' αὐτὸς

φονεύων καὶ αὐτόχειρ τῆς ἀριστείας γενόμενος.δῆλον δέ, ὅτι μέτρου ποτὲ διδόντος καὶ

ὁ αὐτοφόνος αὐτοφόντης ἂν ῥηθείη,καὶ ὁ λυκοφόντης λυκοφόνος. (ῃ. 396) Ἀεικής δὲ ὁ

ῥηθεὶς πότμος διὰ τὸ κατ'αὐτὸν ἀπρεπές, ὡς μὴ δέον ὂν τοσούτους ὑφ' ἑνὶ πεσεῖν.

«πάντας γάρ», φησίν,»ἔπεφνεν». [(ῃ. 397) Ἔστι δὲ τὸ ἔπεφνε διασαφητικὸν τοῦ «πότμον

ἐφῆκεν», 1.774 ἵνα πότμος μὴ ἡ τύχη νοηθείη, ἀλλ' ὁ θάνατος.] (ῃ. 398) Τὸ δὲ ἵει

ἀδιάφορόνἐστι πρὸς τὸ προέηκε. ποιητικὰ δὲ καὶ ἄμφω. ὁ δὲ ῥηθεὶς Μαίων ἢ ὡς

κῆρυξτιμηθεὶς ἀφείθη κατά τινας ἢ διά τι τέρας, ὥς φησιν ὁ ποιητής. εἰκὸς γὰρ

τέραςφανῆναι τότε, ὅπερ σιγᾷ Ὅμηρος, ὡς μὴ ἀναγκαῖον ὂν ῥηθῆναι. (ῃ. 399) Ὁ

δὲΑἰτώλιος διφορεῖται ὁμοίως τῷ ∆άρδανος ∆αρδάνιος, κάπρος κάπριος, Κάϋστρος

Καΰστριος, ἔκτοπος ἐκτόπιος, ὁ καὶ ἄφορμος παρὰ Σοφοκλεῖ,ἔγχωρος, οὗ χρῆσις παρὰ

Λυκόφρονι, ἐγχώριος. (ῃ. 400) Τοῦ δὲ εἷο τὸπρωτότυπον οὗ, καθάπερ καὶ τοῦ σοῦ τὸ σεῖο

καὶ τοῦ ἐμοῦ τὸ ἐμεῖο. Τοῦ δὲχέρῃα ὀφείλει μὲν ἡ παραλήγουσα οἷα συγκοπεῖσα ἐκ τοῦ

χερείονα γράφεσθαικατὰ τὴν παραλήγουσαν διὰ τοῦ ˉε καὶ ˉι, νικᾷ δὲ ὅμως τὴν διὰ τοῦ

ˉη καὶ ˉιδίφθογγον ἔχειν κατὰ τὰ πλείω τῶν ἀντιγράφων. οὕτω δὲ καὶ τὸ χέρῃι

καὶχέρῃες, ὡς ἐν ἄλλοις φαίνεται. (ῃ. 401 ς.) Ὅτι κἂν ὁ ∆ιομήδης ἐπιπληττόμενοςσιωπᾷ

τὴν τοῦ βασιλέως αἰδεσθεὶς ἐνιπήν, ἤγουν τὴν διὰ λόγων ἐπίπληξιν καὶκακολογίαν–

ἐνίπτω γὰρ τὸ κακολογῶ, ὅθεν ἡ ἐνιπή κατὰ τὸ τύπτω τέτυπατυπή, ἡ τύψις–, ἀλλ' ὁ

Σθένελος καὶ τραχύτατα καὶ ῥητορικώτατα ἐπιχειρεῖτῇ συγκρίσει καὶ οὐ τὸν ∆ιομήδην

μόνον ἀπεναντίας τῷ βασιλεῖ κρείττωτοῦ πατρὸς Τυδέως ἀποδείκνυσιν, ἀλλὰ κοινῶς

τῶν ἑπτὰ ἐπὶ Θήβας κρείττοναςἀποφαίνει τοὺς ἐπιγόνους παρεισάγων καὶ αὐτὸς

ἱστορίαν τῆς τῶν Θηβῶνἁλώσεως. (ῃ. 404) Λέγει γάρ· «Ἀτρεΐδη, μὴ ψεύδ' ἐπιστάμενος

σάφαεἰπεῖν». τοῦτο δὲ παντὶ προσαρμόσει ἑκοντὶ κρύπτοντι τὴν ἀλήθειαν.

ἔνθασκοπητέον, ὡς ὁ μὲν μὴ σάφα εἰδὼς οὐκ αἰτιατέος, εἰ ψεύσεται, ὃς δὲ σαφῶς 1.775

οἶδεν, ἀπαιτεῖται μὴ ψεύδεσθαι. (ῃ. 410) Εἶτα ἐπάγει, ὅτι μηδὲ πατέραςὁμοίῃ ἔνθεο τιμῇ.

(ῃ. 405–7) ἡμεῖς τοι πατέρων οὐχ' ἁπλῶς ἀμείνονες, ἀλλὰμέγα ἀμείνονες εὐχόμεθα,

ἤτοι αὐχοῦμεν, εἶναι. πόθεν δῆλον; «ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο», ἔνθα

δηλαδὴ ἐκεῖνοι ἔπεσον. εἵλομεν δὲαὐτήν «παυρότερον λαὸν ἀγαγόντες ὑπὸ τεῖχος

Ἄρειον», τουτέστι τὸ τοῦἌρεος, ἢ κρεῖττον τοῦ ἐνταῦθα κατὰ Τροίαν τείχους ἢ

ὀχυρώτερον, ὡς εἰκός,ἤπερ ὅτε οἱ πρόγονοι ταῖς Θήβαις ἐπεστράτευσαν. ἐκεῖ γοῦν,

φησίν, ἠνδραγαθήσαμεν καὶ ταῦτα σὺν ὀλίγῳ λαῷ καὶ κατὰ τείχους κρείττονος, ὅπου

οἱπρόγονοι πλείονες ὄντες ἐν χείρονι τειχίσματι ἐδυστύχησαν. καὶ ὅρα τὸ τοῦὉμήρου

ἀμφίγλωσσον, ὃς διὰ μὲν τοῦ βασιλέως χείρους τῶν προγόνων τοὺςἐπιγόνους ἐνέφηνε,

διὰ δὲ τοῦ Σθενέλου τὸ ἀνάπαλιν ἀπέδειξεν. [Ἐν τούτοις δὲὁ σχηματισμὸς τοῦ «ὑπὸ

τεῖχος Ἄρειον» ὅμοιός ἐστι τῷ «ὅσοι ὑπὸ Ἴλιον ἦλθον».] Σημείωσαι δὲ καί, ὅτι ὁ

Σθένελος, ἵνα μὴ δόξῃ ἀπαρακαλύπτως τῶνπατέρων ἄρτι καταφέρεσθαι, λέγει τὸ πᾶν

ἐν Θήβαις ἀνύσαι τοὺς ἐπιγόνουςτούς τε ἄλλους καὶ αὐτόν–ἀνεπαχθῶς γὰρ καὶ ἑαυτὸν

ἐπαινεῖ–»πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ», δεικνὺς πλαγίως πως αὐτοὺς

καὶθεοφιλεῖς, ἵνα μηδὲ εἰς τοῦτο ἐλαττοῖντο τοῦ Τυδέως, ὃν ἡ Ἀθηνᾶ ἐφίλει. τοὺςμέντοι

προγόνους ὀλέσθαι φησίν, οὐ δι' ἀνανδρίαν ἀλλ' ἀτασθαλίαν. φησὶ γάρ·(ῃ. 409) «Κεῖνοι

δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο». παραλαλεῖ δὲ ἴσως τὸτοῦ Πολυνείκους καὶ τὸ τοῦ

Τυδέως ἐφάμαρτον, ἵνα καὶ κατὰ τοῦτο οἱ πατέρεςἐλαττοῖντο τῶν ἐπιγόνων, ἢ μάλιστα

λέγει, ὅτι οἱ Θηβαῖοι ὡς ἀτάσθαλοιὤλοντο διὰ τὴν εἰς τὸν Πολυνείκην ἀδικίαν. εἶτα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

468

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!