18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παρώνυμοι δέ εἰσι τῷ προγόνῳ Κάδμῳ τῷ ἐκ Φοινίκης, ὃ μυριαχοῦ

καθωμίληται.παράγονται δὲ Καδμεῖοι μὲν ἀπὸ τῆς Καδμηΐδος γῆς, ἵνα ᾖ ἐκεῖθεν

Καδμήϊος Καδμεῖος κατὰ τὸ ἀχρήϊος ἀχρεῖος, περὶ οὗ προδεδήλωται. (ῃ. 385)

Καδμείωνες δὲ ἀπ' αὐτοῦ δὴ τοῦ Καδμεῖοι. οὐ γὰρ ἔστιν εἰπεῖν ἀκριβῶς πατρωνυμεῖσθαι

τοὺς Καδμείωνας, ἵνα ᾖ, ὥσπερ Οὐρανός Οὐρανίδης Οὐρανίων κατὰτὸ Κρονίδης

Κρονίων, οὕτω καὶ Κάδμος Καδμείων. ἐγράφετο γὰρ ἂν οὕτω διὰτοῦ ˉι, καθὰ καὶ ὁ

Οὐρανίων. δοκεῖ δὲ ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, παρῆχθαιὁ Κάδμος καί πως δηλοῖ τὸν

κόσμιον τραπέντος κἀνταῦθα τοῦ ˉζ εἰς ˉδ συνήθως,ὡς καὶ ἐν τῷ ὀκλάζω, ὀκλαδίας

δίφρος, καὶ χειμάζω, χειμάδιον, καὶ ἐνἑτέροις μυρίοις τοῖς καὶ προδηλωθεῖσιν. Ἰστέον

δέ, ὅτι οὐ κύριον μόνον ὁ 1.772 Κάδμος, ἀλλὰ καὶ Ἑρμοῦ ἐπίθετον, οὗ παράγωγον ὁ

Καδμῖλος παρὰ Λυκόφρονι, καὶ ὄρους δὲ ὄνομα. φησὶ γοῦν ὁ Στράβων, ὅτι Κάδμος ὄρος,

ἐξ οὗ Λύκος ῥέει ποταμὸς εὐμεγέθης, προσβάλλων τῷ Μαιάνδρῳ. (ῃ. 391) Κέντορεςδὲ

ἵππων οὐ μόνον οἱ, ὡς ἐρρέθη, εὖ πωλοδαμνοῦντες, ἀλλὰ καὶ οἱ τεχνικῶςἡνιοχοῦντες,

ὁποῖον ἐν Ὀδυσσείᾳ τὸ «νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην». (ῃ. 392) Πυκινὸν δὲ λόχον ὁ

ποιητὴς λέγει οὐ μόνον ὡς κατὰ σύνεσιν γινόμενον, ἀλλὰκαὶ ὡς δέον ὂν τοὺς

ἐλλοχῶντας πυκνοῦν ἑαυτούς, ἵνα λανθάνωσι. διὸ καὶ λόχονεἷσάν φησιν, ὅ ἐστιν

ἐκάθισαν, ὡς τῶν ἐλλοχώντων κεῖσθαι οἷον ὀφειλόντωνκατὰ τὸ ὑποκαθῆσθαι, ἵνα

ὑποκρύπτωνται. παρηχεῖται δέ πως πρὸς τὸ λόχονεἷσαν τὸ ἡγήτορες ἦσαν καθ'

ὁμοιότητα τοῦ «ἔδεισαν θεοὶ οὐδέ τ' ἔδησαν» καὶτῶν τοιούτων, ἃ προδεδήλωται. (ῃ. 392

ς.) Ὅρα δ' ἐν τούτοις, ὅτι τοὺςπεντήκοντα ἄνδρας λόχον εἶπε. καὶ μήν τινες λόχον φασὶ

τὸν ἐξ εἰκοσιτεσσάρωνἀνδρῶν. ἴσως δὲ καὶ ὁ ποιητὴς νῦν τοῦτο ἐμφαίνει εἰπών, ὅτι

κοῦροι πεντήκοντα δύο δ' ἡγήτορες ἦσαν. εἰκοσιτέσσαρες γὰρ ἄνδρες καὶ αὖ πάλιν

τοσοῦτοιἀνὰ ἕνα εἶχον ἡγήτορα, ταὐτὸν δὲ εἰπεῖν, λοχαγόν, ὡς δηλοῖ τὸ λόχον

ἄγοντες.ὅτι δὲ ὁ Ξενοφῶν ἐξ ἑκατὸν συντετάχθαι τὸν λόχον βούλεται, εἴσεται ὁ

ἐκείνῳἐντυχὼν εἰπόντι· «λόχος ἕκαστος εἰς ἑκατόν». ἡ δὲ τραγῳδία καὶ ἄλλοι

λόχονφασὶ τὸ ἁπλῶς στρατιωτικὸν σύνταγμα καὶ λοχαγὸν τὸν τούτου ἄρχοντα.[̓Ιστέον

δέ, ὅτι κοῦρον τὸν νέον λέγειν εἰδὼς Ὅμηρος οὔ φησι διὰ διφθόγγουκαὶ τὸν κόρον, ἐξ

οὗ τὸ κορέννυσθαι. παρεκκλίνουσι γὰρ καὶ Ἴωνες τὴν τῶν λέξεων, ὅπῃ δυνατόν,

ὁμωνυμίαν τὴν κατὰ συνέμπτωσιν ὁμόφωνον. οὕτω καὶοὖρος μὲν λέγεται ὁ ὅρος Ἰαστί,

οὐ μήν ποτε καὶ τὸ ὄρος τὸ οὐδέτερον. εἰ δὲ καὶδιὰ τὸν Οὖνον, τὸ ἐθνικόν, ὀκνοῦσι τὸ

ζῷον τὸν ὄνον διὰ τοῦ ˉυ λέγειν, οὐκ 1.773 ἔστιν ἐνστῆναι. πρὸς ὃ παίξας ὁ Κωμικὸς

ἔφη κατὰ δούλου, ὡς «τὸ βάρος, ὃ σὺφέρεις, οὗνος φέρει», συναλείψας τὴν εὐθεῖαν τοῦ

ὄνου καὶ ἀποτελέσας γέλοιον.ὁ ὄνος γὰρ καὶ κράσει οὗνος. καὶ τοῦτο μὲν τοιοῦτον.] Εἰ

δέ τι χρὴ ἐνταῦθακαὶ ἀστεΐσασθαι, σκοπητέον καὶ τὸ χολωσάμενοι καὶ τὸ λόχον εἷσαν.

ἀναγραμματισθεὶς γὰρ καὶ νῦν ὁ χόλος τὸν λόχον ποιεῖ, ὥστε καὶ τῶν τοιούτων

κατάρξαιδοκεῖ ὁ ποιητὴς τοῖς βουλομένοις οὕτω λέγειν, οἳ μάννα φασὶ τὸ τοῦ

λόγουνᾶμα καὶ ὅσα τοιαῦτα· ἐν οἷς καὶ τὸ μῦθος καὶ θυμός, ὡς καὶ ἀλλαχοῦ ἐγράφη,καὶ

τὸ ἔμεινας καὶ ἔνειμας παρ' Εὐριπίδῃ ἐν τῷ «οὐ μάντεως ὄπα ἔμεινας, οὐχρόνῳ μακρῷ

σκέψιν ἔνειμας». καὶ τὸ παρὰ Λυκόφρονι πέλας καὶ λέπαςπερατοῦντα δύο στίχους

συνεχεῖς, ὧν τὸ μὲν πέλας δηλοῖ τὸ ἐγγύς, τὸ δὲλέπας ὀρεινὴν τραχύτητα, ἐξ οὗ καὶ

λεπαία χθὼν τραγικῶς ἡ ὀρεινή. δοκεῖ δ'ἐξ ὀνοματοποιΐας οὕτω τετυπῶσθαι καὶ ἡ

λακέρυζα παρὰ τὸ κελαρύζειν.τοιούτου τρόπου καὶ τὸ αἵματα ἰάματα καὶ ἕτερα. ὅρα δ'

ἐν τούτοις καί, ὅτιεὕρηνται παρὰ τῷ ποιητῇ πατέρων ὀνόματα υἱοῖς ἀποχρήσαντα εἰς

κλῆσινκατὰ ὁμοίαν μετάθεσιν γραμμάτων ποιηθέντα, ἣν καὶ ἀλλαχοῦ ἔγνωμεν. ἐν

γοῦνὈδυσσείᾳ πατὴρ μὲν Αἴσων, Ἰάσων δὲ ὁ υἱός, κατὰ διάλυσιν τῆς ˉαˉι διφθόγγου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

467

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!