18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

λοχαγῶν καὶ ποσότητα τῶν ἐν τῷ λόχῳ πεσόντων, καὶτίς ποτε ἦν ὁ ἐκεῖθεν διασωθείς·

φιλοῖτο δ' ἂν μάλιστα τῷ ∆ιομήδει ὡς οὕτωτὴν τοῦ πατρὸς Τυδέως ἀριστείαν ἐς ψυχὴν

ἐπιμελῶς μνήμης χάριν ἀπογραψάμενος, εἰ καὶ ἄλλως ἴσως ὑποδάκνει αὐτόν, ὅτι μὴ

ἐχαρακτήρισεν ὁ βασιλεὺςτὸν Τυδέα καὶ ἀγορητὴν δεξιόν. ὅρα δὲ καί, ὡς εὐμεθόδως ἐν

ὀλιγίστῳ πρῶτονὑπολαλήσας τὴν τοῦ Τυδέως εἰς Μυκήνας ἔλευσιν ἐν τῷ «ἤτοι μὲν γὰρ

ἄτερπολέμου εἰσῆλθε Μυκήνας» καὶ ἑξῆς, εἶτα ποικιλίας χάριν ἐπλάτυνε τὴνἱστορίαν

σαφῶς. (ῃ. 381) Ἰστέον δέ, ὅτι τὸ «Ζεὺς ἔτρεψεν», ἤγουν παρέτρεψεν, 1.770 ἐκώλυσε,

«παραίσια σήματα φαίνων» παραδηλοῖ ἐξ ἀέρος τινὰ καὶ τότε συμβῆναισύμβολα, ὡς

εἰκός, δι' ὧν ἐκωλύθησαν οἱ Μυκηναῖοι συμμαχίαν δοῦναι τοῖςἈργείοις. εἰκὸς δὲ καὶ ἔκ

τινων μαντειῶν γενέσθαι τὴν ἀποτροπήν, ἐπειδὴπάντες οἱ χρησμολογοῦντες ὑποφῆται

∆ιὸς ἐλέγοντο, οἷα πανομφαίου. [Σημείωσαι δὲ τὸ ῥηθέν «Ζεὺς ἔτρεψεν» εἰς τὸ «Ζεὺς

τερπικέραυνος». ∆οκεῖ γὰρ εἶναιτερπικέραυνος ὁ τρέπων ἐν τῷ ἀφιέναι κεραυνούς,

καθὰ ἐνταῦθα ἔτρεψε σήματαφήνας.] Παραίσια δὲ τὰ παρὰ τοῖς ὕστερον ἀπαίσια.

πολλάκις γὰρ ἡ ˉπˉαˉρˉαπρόθεσις ταὐτὸν τῇ ˉἀˉπˉο προθέσει δύναται. (ῃ. 382) Τοῦ δὲ

ᾤχοντοδιασαφητικόν ἐστι τὸ πρὸ ὁδοῦ ἐγένοντο, ἵνα μὴ ἐπὶ θανάτου νοηθείη ἡ

λέξις.οἴχεσθαι γὰρ πολλαχοῦ καὶ τὸ θνῄσκειν λέγεται. καὶ ἔστι νῦν τὸ ᾤχοντοταὐτὸν τῷ

ἐπορεύθησαν, προέκοψαν εἰς ὁδόν. Τὸ δέ «πρὸ ὁδοῦ ἐγένοντο»περίφρασίς ἐστι τοῦ

προώδευσαν. ἐκ δὲ τούτου τοῦ πρὸ ὁδοῦ συνετέθη τὸφροῦδος, οἷον· «φρούδου γὰρ ἤδη

τοῦ κακοῦ μείων λόγος» καὶ «ἐπεὶ δὲ φροῦδοςἈργείων στρατός», ὅ ἐστιν ἐπεὶ ᾤχοντο οἱ

Ἀργεῖοι. ὁμαλῶς μὲν οὖν ἐκφωνεῖται τὸ «πρὸ ὁδοῦ», τραχύφωνον δὲ τὸ φροῦδος

λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦἀφανοῦς σκωπτικῶς. Σημείωσαι δέ, ὅτι πρὸ ὁδοῦ οἱ

μεθ' Ὅμηρον λέγουσιν, ὡς Παυσανίας δηλοῖ, τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου.

(ῃ. 383) Ἀσωπὸς δὲ ὅτι Βοιώτιος ποταμός, πᾶσι δῆλόν ἐστιν. οὕτω δὲ δῆλον καί, ὡς τὰ

ποτάμιαὕδατα διὰ τὸ γόνιμον πολυβότανά εἰσι. διὸ καὶ ὁ Ἀσωπὸς βαθύσχοινος

ἱστορεῖται παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ λεχεποίης, ὡς πολλὴν ποίην τρέφων,

ἤγουνβοτάνην, ἐν ᾗ λέξεταί τις, ἤγουν κατακοιμηθείη, διὰ τὸ δασύ. (ῃ. 384) Τὸ δὲ Τυδῆ

1.771 οὐκ ἀπὸ τοῦ Τυδέα συνῄρηται, ἀλλ' ἀποκέκοπται ἐκ τοῦ Τυδῆα, καθάπερ ἀρέσκει

τοῖς Τεχνικοῖς. οὕτω δὲ καὶ τὸν Ὀδυσσῆα Ὀδυσσῆ ἔστιν εἰπεῖν καὶ ἕτερα δὲ ὅμοια. (ῃ.

385) Τοῦ δὲ Καδμείωνας πρωτότυπον οἱ Καδμεῖοι, ὃκατωτέρω κεῖται, καὶ ἔστιν ὡς

πατρωνυμικὸν καθ' ὁμοιότητα τοῦ Ἀτρείων καὶ Πηλείων καὶ τῶν ὁμοίων. (ῃ. 387) Τὸ δέ

«ξεῖνός περ ἐών» θρασύτητα τοῦ Τυδέως ἐμφαίνει, ὡς μὴ δέον ὂν ξεῖνον ἐόντα ἔριδα

προφέρειν τοῖς ξεινοδόκοιςμήπως, Ὁμηρικῶς εἰπεῖν, ἑαυτοῦ πάντα κολούῃ. καὶ ἄλλως

δὲ εἰπεῖν, συχνὸςἐν τούτοις τῷ βασιλεῖ ὁ τοῦ καθ' Ὅμηρον ἱππηλάτου Τυδέως ἔπαινος,

εἴπεροὐδὲ ξένος καὶ ἐν πολλοῖς μόνος ὢν ἐν ἀλλοτρίᾳ ἐτάρβει, ἀλλὰ

προὐκαλεῖτοἀθλεῖν, ἔνθα ἐχρῆν αὐτὸν ἢ ὡς ξένους αἰδεῖσθαι τοὺς Καδμείους ἢ

φοβεῖσθαιὡς πολεμίους, εἰ μὴ τὸ θάρσος ἐκώλυε. καὶ οὐ προεκαλεῖτο μὲν αὐτούς, ὁ δὲ

λόγοςἔργων ἦν κενός, καὶ οὐχ' ἁπλῶς ἐνίκα, ἀλλὰ πάντα ἐνίκα, καὶ οὐδὲ σὺν

πόνῳ,ἀλλὰ ῥηϊδίως. καὶ τὴν Ἀθηνᾶν δὲ εἶχεν ἐπιτάρροθον, ἤτοι βοηθόν. ἦν ἄρα

καὶθεοφιλὴς καὶ μάλιστα κατ' Ἀθηνᾶν, ὅ ἐστι φρόνησιν. ἔοικε γὰρ

συνετῶςμεταχειρίσασθαι τὰ ἐκεῖσε ἄεθλα ὁ Τυδεύς. (ῃ. 389) Τὸ δέ «πάντα ἐνίκα»

οὐμόνον ἄνδρα ὑποδηλοῖ, ἀλλὰ μάλιστα πάντα τὰ ἄεθλα ληφθέντος τοῦ

τοιούτουὀνόματος κατὰ κοινοῦ ἐκ τοῦ ἀεθλεύειν ῥήματος, ὃ καὶ ἐπ' ἄλλων

πολλῶνφαίνεται γίνεσθαι. (ῃ. 390) Τὸ δὲ ἐπίρροθος, ὅτι πρωτότυπόν ἐστι τοῦ

ἐπιτάρροθος, ἐν ἄλλοις δηλοῦται. (ῃ. 391) Οἱ δὲ Καδμεῖοι ὥσπερ καὶ οἱ

Καδμείωνεςἑτερωνύμως ἔχουσι πρὸς τὴν πατρίδα τὰς Θήβας, ἐξ ἧς Θηβαῖοι καλοῦνται.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

466

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!