18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πολὺνκατά τινα ἀρετήν, ὡς δηλοῖ τὸ «περιττὸς Ἀριστείδης» καὶ τὸ «περιττὸς

τὴνσοφίαν», ὅμοιον ὂν τῷ πολύς τὰ θεῖα καὶ τοῖς τοιούτοις· λέγει δέ που καὶ Εὐριπίδης

ἐπὶ ἐπαίνῳ τὸ «περισσὸς ὢν ἀνήρ», ἀντὶ τοῦ μέγας, πολύς. καὶοὕτω μὲν ὡς ἐπὶ πολύ.

Λαμβάνεται δέ ποτε τὸ περιττὸν καὶ οὐκ ἐπὶ ἐπαίνου,ὡς καὶ ἐν τῷ «τὸ γὰρ περισσὰ

πράττειν οὐκ ἔχει νοῦν οὐδένα». [καὶ ἐν τῷ «τὰγὰρ περισσὰ κἀνόνητα σώματα».] καὶ εἴη

ἂν πρός γε τὸ τοιοῦτον περιττὸνἐπαινετὸν μάλιστα τὸ ἀπέριττον. (ῃ. 376–81) Ὅτι

εὐμηχάνως καὶ ἐνταῦθαπαρεισοδιάζει ὁ ποιητὴς πλατεῖαν Ἑλληνικὴν ἱστορίαν περὶ τοῦ

ᾀδομένου Θηβαϊκοῦ πολέμου ἐν τῷ τὸν βασιλέα κατασμικρύνειν μὲν τὸν

∆ιομήδην,ἐξαίρειν δὲ τὸν ἐκείνου πατέρα ὡς καὶ θαρσαλέον καὶ ἀνδρεῖον, ὅπερ βαρύ

ἐστι.μέγα γὰρ κακὸν υἱῷ πατρὸς ἀγαθοῦ τὸ μὴ πατρῴζειν. Φησὶ γοῦν ὁ βασιλεύς,ὅτι τε

οὐκ ἦν πτοιαλέος ὁ Τυδεύς, ὡς ὁ ∆ιομήδης, καθὰ προσεχῶς ἐγράφη, καὶ 1.767 ὅτι ἄτερ

μὲν πολέμου εἰσῆλθε Μυκήνας ὁ Τυδεὺς ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊλαὸν ἀγείρων

κατὰ Ἐτεοκλέους καὶ Θηβαίων καὶ ζητῶν ἐπικούρους, ὅτε Θυέστης μέν, ὁ τότε

ἐπιτροπεύων κατὰ τοὺς παλαιοὺς Ἀγαμέμνονος, ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ γέγραπται, ἔτι

δὲ καὶ οἱ Μυκηναῖοι ἤθελον δοῦναι, ὁ Ζεὺς δὲἐκώλυσε. Καὶ σημείωσαι, ὅτι ἀπολογία

τρόπον τινὰ ταῦτα τῷ βασιλεῖ πρὸς τὸν ∆ιομήδην, ὃς εἴποι ἂν μὴ ἀναγκαῖος ὀφειλέτης

εἶναι συμμαχίας τῷ βασιλεῖ,ὅτι μηδ' αὐτὸς Τυδεῖ τῷ πατρὶ πάλαι ποτὲ δεομένῳ

συνήρατο. φησὶν οὖν ὁβασιλεὺς ὑπὲρ μὲν ἑαυτοῦ, ὅτι οὐκ οἶδεν αὐτὸς τὸν Τυδέα ὡς

νεώτατος ὢν τότε,ὑπὲρ δὲ τοῦ ῥηθέντος ἐπιτρόπου καὶ τῶν συμπολιτῶν, ὅτι ἐκείνους

θέλονταςσυμμαχῆσαι διεκώλυσε τὸ δαιμόνιον, ᾧ πείθεσθαι δεῖ. Φησὶ γάρ, ὅτι «οἳ δ'

ἔθελον δοῦναι καὶ ἐπῄνεον, ὡς ἐκέλευον» καὶ ἑξῆς. ἔνθα σημείωσαι τὸ «οἳ δέ».

Μυκήνας γὰρ εἰπὼν ἐπάγει τὸ «οἳ δέ», ὡς ταὐτὸν ὂν Μυκήνας καὶ Μυκηναίουςεἰπεῖν.

πόλις γὰρ οἱ πολῖταί εἰσι κατὰ τὸ «οὐδέν ἐστιν οὔτε πόλις οὔτε ναῦςἔρημος ἀνδρῶν μὴ

συνοικούντων ἔσω». διὸ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἀντὶ τοῦ εἰπεῖν»ὅτε δὲ ἡ ναῦς

ἐνελιμενίσθη» ἔφη· «οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο», ἤγουν οἱπερὶ τὴν νῆα, ὡς

ταὐτὸν ὂν εἰπεῖν ἡ ναῦς καὶ οἱ τῆς νέως. ἴσως δὲ καὶ διὰ τὸπάντῃ φανερὸν ἐσίγησε καὶ

τοὺς Μυκηναίους καὶ τοὺς ναύτας, ὡς καὶ ἐν τῷ «τήνῥα βίῃ ἀέκοντος ἀπηύρων». οὐ γὰρ

λέγει τίνες ἀπηύρων τὴν Βρισηΐδα, ὡς δήλων καὶ αὐτῶν ὄντων. Ἰστέον δέ, ὅτι τοῦ τὸν

Οἰδίποδα κατὰ τῶν ῥηθέντωναὐτοῦ δύο παίδων ἀγανακτῆσαι καὶ ἐπαράσασθαι

διαλαχεῖν αἵματι καὶ σιδήρῳτὴν βασιλείαν, ἀφ' ἧς αἰτίας ὁ Θηβαϊκὸς ἐξήφθη πόλεμος,

ἄλλοι μὲν ἄλλαςαἰτίας ἀποδεδώκασιν, ἐν αἷς καὶ μοῖρά τις κρεῶν παραδέδοται τὸν

πατέραλυπήσασα καὶ τὸ μὴ προστῆναι δὲ αὐτοῦ ἐξωθουμένου τῆς πατρίδος. τινὲς

δὲαἰτίαν γενέσθαι τοῦ κακοῦ λέγουσι μητρυιὰν ἐπιγενομένην αὐτοῖς. ἀποβαλὼνγάρ,

φασίν, Οἰδίπους Ἰοκάστην ἔγημεν Ἀστυμέδουσαν, ἥτις διαβαλοῦσα τοὺς προγόνους τόν

τε Πολυνείκην καὶ τὸν Ἐτεοκλέα ὡς πειρῶντας αὐτὴν ἐξέμηνετὸν Οἰδίποδα εἰς θυμὸν

καὶ ἀνεκύκησε τὰ ἱστορούμενα. Λέγεται δὲ καί, ὅτιἌδραστος βασιλεὺς Ἄργους χρησμὸν

ἔχων λέοντι καὶ κάπρῳ συνοικίσαι τὰς θυγατέρας καὶ ἰδὼν ἱκετεύσαντας εἰς αὐτόν,

Τυδέα μὲν συὸς ἐναπτόμενονδέρας, Πολυνείκην δὲ λέοντος δέρος χαίτῃ πεφρικός, κατὰ

τὴν τραγῳδίαν εἰπεῖν,συνέβαλεν ἐπ' αὐτοῖς τὸν χρησμὸν καὶ ἔδωκε Τυδεῖ μὲν

∆ηϊπύλην, ἐξ ὧν ∆ιομήδης, Ἀργείαν δὲ Πολυνείκει. Ἕτεροι δὲ παράσημα εἶναι τοῖς

ἥρωσιτούτοις φασὶν ἐν ταῖς ἀσπίσι λέοντα καὶ κάπρον, ἐξ ὧν τὸν Ἄδραστον

ἐναχθένταεἰς τὸν νοῦν τοῦ χρησμοῦ συζεῦξαι τοῖς ξένοις τὰς θυγατέρας. εἰσὶ δέ, οἳ

καὶφιλονεικῆσαι αὐτοὺς οἴονται περὶ τῆς ξενίας ἐν τῷ τοῦ Ἀδράστου οἴκῳ καὶ

τὴνμάχην εἰκασθῆναι τοῦ μὲν εἰς λέοντος ὀργήν, τοῦ δὲ εἰς ὁρμὴν συός. καὶ

οὕτωἐπιγαμβρεῦσαι αὐτοὺς τῷ βασιλεῖ, ἐφ' ᾧ φυγάδας ὄντας καταγαγεῖν εἰς τὰ 1.768

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

464

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!