18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Μεταμώνια δὲ τὰμάταια καὶ μὴ ὀνοῦντα, ὅ ἐστιν ὠφελοῦντα, ἵνα ἐκ τοῦ ˉμˉη

στερητικοῦ καὶ τοῦὀνῶ ἔχῃ κρᾶσιν ἡ λέξις τοῦ ˉο καὶ ˉη εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ

δῶμα γίνεταικαὶ τοῦ σιωπή καὶ ἑτέρων πολλῶν. εἰ δὲ καὶ μεταμώλια γράφεται, εἴη ἂν ὁ

σχηματισμὸς Ἀττικός. Ἀθηναῖοι γὰρ ἀντὶ τοῦ ˉν ἔστιν ὅτε ˉλ τιθέασιν, ὁποῖον καὶ τὸ

νίτρον καὶ ὁ πνεύμων, ἃ ἐκεῖνοι λίτρον φασὶ καὶ πλεύμονα, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν

τῷ «ψευδολίτρου κονίας» καὶ ἐν τῷ «πλευμόνων ἀνθάψεται».ὅμοιον δὲ τούτοις καὶ τὸ

νεογιλόν. κἀνταῦθα γὰρ τὸ ˉλ τοῦ ˉν ἀντέγκειται. νεογιλὸνγὰρ τὸ νεωστὶ γινόμενον

[καί, ὡς ἓν ἀνθ' ἑνὸς κοινότερον φράσαι, νεογνόν.] τάχαδὲ καὶ τὸ γάλα οἱονεὶ γάνα ἐστὶ

διὰ τὸ ἐξ αὐτοῦ γάνος. [(ῃ. 366) Ὅτι ὥσπερ 1.765 δῶμα πηκτὸν τὸ εὐπαγὲς

προσυπακουμένου δηλονότι τοῦ εὖ, οὕτω καὶ ἅρματακολλητά, ὅ ἐστιν ἅρμα κολλητόν,

τὸ εὖ κεκολλημένον ἤγουν συμπεπηγμένον.οὐ δήπου γὰρ ἀναγκαίως κόλλῃ τὸ ἅρμα

συνείχετο. σφῆνες γὰρ μάλιστα καὶἧλοι ἁρμόττουσιν αὐτό. (ῃ. 367) Ὅτι ἐστὶ

πατρωνυμικὸς τύπος καὶ διὰ τοῦˉιˉοˉς. οὕτω γὰρ Τελαμώνιος Αἴας, ὁ τοῦ Τελαμῶνος,

καὶ Σθένελος Καπανήϊοςυἱός, ὁ τοῦ Καπανῆος, ὡς εἰκὸς δὲ καὶ Πηλήϊος, ὁ τοῦ Πηλῆος,

καὶ Νηλήϊος,ὁ τοῦ Νηλῆος, κατὰ τὸ «Νηλήϊοι ἵπποι». ὅθεν καὶ ἀναλόγως Καπανηϊάδης

ἐκτοῦ Καπανήϊος παρῆκται κατὰ τὸ ∆έξιος ∆εξιάδης καὶ τὰ ὅμοια. δύναται δὲοὕτως

εἶναι καὶ Πηληϊάδης καὶ Νηληϊάδης καὶ ὅσα τοιαῦτα· ἴσως δὲ καὶ ἐκτοῦ Καπανεύς,

Καπάνειος, διαλέλυται ὁ Καπανήϊος υἱὸς προστεθειμένου τοῦυἱός πρὸς διαστολὴν

κτητικοῦ τινος, οἷον τοῦ Καπάνειος οἶκος ἢ Καπανήϊοςἵππος.] (ῃ. 370 ς.) Ὅτι ὁ ἐν

πολέμῳ δειλὸς ἀκούσοι ἂν οἰκείως τὸ περὶ τοῦβασιλέως πρὸς τὸν ∆ιομήδην ῥηθέν· «ὤ

μοι δεῖνα, τί πτώσσεις, τί δ' ὀπιπτεύειςπολέμοιο γεφύρας;» τίνες δὲ αὗται, πρὸ ὀλίγου

γέγραπται. Σημείωσαι δέ, ὅτιπάνυ ἀστεῖος ὁ λόγος οὗτος. ἐπεὶ γὰρ ἐφ' ἅρματος ὁ

∆ιομήδης ἵσταται, σκώπτειαὐτὸν ὁ βασιλεὺς πεζὸς περιϊὼν ὡς ἐξ ἀπόπτου τὸν πόλεμον

βλέποντα καὶ τὰςαὐτοῦ διεξόδους ὡς ἀπὸ σκοπιᾶς τινος καθορῶντα τοῦ ἅρματος καί, ὡς

εἰπεῖν,ἀπὸ περιωπῆς, καθὰ ὑπεμφαίνει τὸ ὀπιπτεύεις. ἀπὸ τοῦ ὄπτω γὰρ γίνεται

καὶαὐτό, καθὰ καὶ ἡ περιωπή, ἤγουν ἡ τῶν πέριξ ὀπωπή. ὄπτω γὰρ καὶ κατὰπαραγωγὴν

ὀπτεύω καὶ ὀπιπτεύω κατὰ ἀναδιπλασιασμόν. ἐκ δὲ τοῦ τοιούτουῥήματος καὶ ὁ ἀλλαχοῦ

δηλούμενος παρθενοπίπης καὶ πυρροπίπης καὶ ὅσατοιαῦτα, ἔτι δὲ καὶ ὁ Ὀππιανός. διὸ

καὶ ἐν δυσὶ ˉπ γράφεται ἀπὸ συγκοπῆς.(ῃ. 372 ς.) Ὅτι τὸ «οὐ μὲν Τυδέϊ γε ὧδε

πτωσκαζέμεν φίλον ἦεν, ἀλλὰ πολὺπρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι» λέγεται μὲν

παρὰ τοῦ βασιλέως, ἵνα τὸν ∆ιομήδην καταιδέσῃ ὡς μὴ τῷ πατρὶ ὅμοιον, δύναται δὲ

παρῳδεῖσθαι εἰς 1.766 γενναῖον πρόμαχον. (ῃ. 371) Ἰστέον δέ, ὅτι προϋπόκειται μὲν τὸ

πτώσσω ὡςτὸ «τί πτώσσεις», ἐξ αὐτοῦ δὲ γίνεται τὸ πτώσκω, ἐκεῖθεν δὲ τὸ

πτωσκάζωκαθ' ὁμοιότητα τοῦ ἀλύσκω ἀλυσκάζω, καὶ ὅτι πτήσσω μὲν κοινὸν καὶ

Ἀττικόν,πτώσσω δὲ Ἰωνικόν. οὕτω δὲ καὶ ῥήσσω ῥώσσω, ἐξ οὗ καὶ ῥώξ ῥωγός, ὡς

τὸ»ἀνὰ ῥῶγας μεγάροιο». ἐκ δὲ τοῦ πτώσσω καὶ ὁ πτώξ καὶ ὁ πολυπτὼξ τόπος,ἤγουν ὁ

ἔχων πτῶκας πολλούς. (ῃ. 373) Τὸ δέ «πρὸ φίλων μάχεσθαι» ἐντελῶςγέγραπται. ἀπ'

αὐτοῦ δὲ ἐλλιπῶς ἐπινενόηται τὸ προμάχεσθαι, οὗπερ ἡσημασία τὸ πρὸ φίλων ἢ

πατρίδος ἢ γονέων ἢ ἑτέρων τινῶν μάχεσθαι. (ῃ. 374 ς.)Ὅτι ὁ ἐπαινῶν ἀριστέα τινά, ὃν

οὐκ εἶδεν ὀφθαλμοῖς, εἴποι ἄν, ὅτι «ὣς φάσαν,οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε

ἤντησα οὐδὲ ἴδον· περὶ δ' ἄλλωνφασὶ γενέσθαι», ἤγουν περιγενέσθαι, ταὐτὸν δὲ εἰπεῖν

περιττότερον γενέσθαιτῶν ἄλλων. οὕτω δὲ καὶ περιεῖναί τινων τὸ περιττότερον

ἐκείνων εἶναι, οἷον»περὶ μὲν βουλῇ ∆αναῶν ἐστε». ὡς νοεῖσθαι τὴν ˉπˉεˉρˉι πρόθεσιν

ἐν τοῖς τοιούτοιςἀντὶ τοῦ περισσοτέρου, ὃς γινόμενος ἐκ τῆς ˉπˉεˉρˉι προθέσεως καὶ

τοῦ σόω, τὸὁρμῶ, δηλοῖ τὸν ἄγαν ταχὺν καὶ σωστικὸν καὶ ἁπλῶς εἰπεῖν μέγαν καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

463

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!