Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τὸἐθέλειν. τοῦ δὲ μεμήλῃ πρῶτον πρόσωπον τὸ μέμηλα ὡς καὶ τοῦ ὀλώλῃ τὸὄλωλα, καθὰ καὶ προδεδήλωται. (ῃ. 354) Τὸ δέ «Τηλεμάχοιο φίλον πατέρα»ὀνειδισμόν τινα ἔχει, ὡς τοῦ Ὀδυσσέως πατρὸς μὲν ὄντος, διὰ δὲ τὸν βασιλέαπαρ' οὐδὲν θεμένου τὰ φίλτατα καὶ νῦν ὑβριζομένου ἐφ' οἷς ἔδει αὐτὸν καὶἀμοιβὴν σχεῖν μεγάλην. [Τὸ δέ «προμάχοισι μιγέντα» ἔστι μὲν περίφρασις τοῦπρομαχόμενον, φιλεῖται δὲ Ὁμήρῳ κατὰ τὴν αὐτοῦ φραστικήν, καθὰ καὶ Πινδάρῳ, παρ' ᾧ καὶ τὸ νικῆσαι νίκῃ μιγῆναι λέγεται.] (ῃ. 355) Τὸ δέ «ἀνε1.763 μώλια βάζεις» ταὐτόν ἐστι τῷ «ψευδῆ λέγεις». ὁ μὲν γὰρ ἀληθὴς λόγοςπράγμασιν ἐγκαθήμενος οὐκ ἂν ἀνέμοις λέγοιτο φέρεσθαι, ὁ δὲ ψευδὴς κενεμβατῶν ἀέρος μόνον ἔστι πληγὴ καὶ πλέον οὐδέν. Σημείωσαι δέ, ὅπως ὁ μὲνσυνετὸς ῥήτωρ Ὀδυσσεὺς ἀνεμώλια βάζειν τὸν βασιλέα λέγει, οὐ πάνυ τραχύνωντὸ σκῶμμα, Σθένελος δὲ ἐν τοῖς ἑξῆς ἀπαιδευτότερον λαλῶν «μὴ ψεύδεο»,φησίν, «ἐπιστάμενος σάφα εἰπεῖν». Ἰστέον δὲ καί, ὅτι, ὥσπερ σόος σῶς, κατὰσυναίρεσιν τῶν δύο μικρῶν ˉο εἰς μέγα, καὶ πρόορα πρώρα καὶ ὁμοορόφιοςὁμωρόφιος καὶ τὸ οἰκίδιον τᾠκίδιον, οὕτω καὶ ἀνεμοόλια ἀνεμώλια, τὰ ἀνέμοιςοἷον ὀλλύμενα καὶ ὡς εἰπεῖν ἀνεμόφθορα. (ῃ. 356) Τὸ δὲ ἐπιμειδήσας καίριονἐν τοῖς παροῦσιν. οὐ γὰρ ἐχρῆν τὸν βασιλέα, οὕτω θυμωθέντα ὡς καὶ ὑβρίσαι,ταχὺ μεταβληθῆναι τοῦ χόλου ὡς καὶ χανδὸν γελάσαι. ἀρκεῖ δὲ μόνον σεμνῶςγαληνιάσαι ὡς εἰς μειδίαμα καὶ οὕτω καταστορέσαι τὴν κύμανσιν τῆς ψυχῆς,ὁποῖόν τι ἐν ἄλλοις καὶ ὁ γέλως ἀνύει κατὰ Ὁμηρικὴν μέθοδον. (ῃ. 357) Τὸδέ «γνῶ χωομένοιο» σύστοιχόν ἐστι τῷ «πολέμων εὖ εἰδώς» καὶ «εἰδὼς πυγμαχίης». διὸ καὶ γενικῇ κατ' ἐκεῖνα συντάσσεται, ἵνα ᾖ τὸ «γνῶ χωομένου» ἀντὶτοῦ γνῶσιν καὶ εἴδησιν ἔσχεν ὀργιζομένου. τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ»γνώτην ἀλλήλων». (ῃ. 358) Τὸ δὲ πολυμήχανε πάνυ δεξιῶς ἐξεφωνήθη πρὸςἔπαινον, ὥσπερ ἀνωτέρω αὐτοῦ τὸ πολύμητις Ὀδυσσεύς. τὸ γάρ «κακοῖσιδόλοισι κεκασμένε» μεταλαβὼν ἐν τῇ δευτέρᾳ προσφωνήσει σεμνότερον ὁβασιλεὺς πολύμητιν καὶ πολυμήχανον τὸν Ὀδυσσέα καλεῖ, ὡς οὕτω δέοναὐτὸν καλεῖσθαι, οἷα τῆς μηχανῆς εὐφημοτέρας οὔσης τοῦ δόλου, καὶ μάλισταδιὰ τὴν μετὰ τοῦ πολύ σύνθεσιν. ἄλλως γὰρ ὁ μὴ πολυμήχανος, ἀλλὰ παμμήχανος, ψέγοιτ' ἄν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ παντοίοις δόλοις κεκοσμημένου,ὥσπερ ἂν ψεκτέος εἴη καὶ ὁ κατ' ἔλλειψιν τοῦ φρονεῖν ἀμήχανος ὡς ἀνόητος.(ῃ. 358) Σεμνύνει δὲ τὸν Ὀδυσσέα ὁ βασιλεὺς καὶ ἀπὸ τοῦ πατρός, καθὰ καὶ τὸν Μενεσθέα, καὶ ἀπὸ τῆς τύχης δέ, καὶ οὕτως ἐκθεραπεύει καὶ αὐτὸν εἰπών·»∆ιογενὲς Λαερτιάδη». ἠθικὰ δὲ ταῦτα πάντα καὶ οἷα διδάσκειν, ὅπως δεῖκαθομιλεῖν τοὺς καιρούς. (ῃ. 359) Τὸ δὲ περιώσιον, ὡς καὶ ἑτέρωθι δηλοῦται, 1.764 καθ' ὁμοιότητα γίνεται τοῦ θωυμάσιον. ὡς γὰρ ἐκεῖνο Ἰωνικῶς ἐκ τοῦ θαυμάζωθαυμάσω κεκίνηται, οὕτω καὶ τοῦτο ἐκ τοῦ περιαύω περιαύσω, τὸ φωνῶ, ἵναᾖ περιωύσιον, τὸ ἐξάκουστον τῇ ἐκφωνήσει, καὶ ἀπελεύσει τοῦ ˉυ περιώσιον.(ῃ. 360) Τὸ δέ «οἶδα, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι» καὶ ἑξῆς φιλίας ἐστὶ παραστατικόν. (ῃ. 361) Τὸ δέ «τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ» συνετέλεσέ τι καὶ αὐτὸτῷ πρώτως εἰπόντι, ὅτι ὁ φίλος ἄλλος ἐγώ. δεῖ γὰρ ὡς ἐν τοῖς ἄλλοις κοινόν τιναἐν κοινοῖς κατὰ τὴν τραγῳδίαν τῷ φίλῳ ξυνεῖναι, οὕτω καὶ ὁμοφρονεῖν, ὡςαὐτὸν ἐκεῖνον εἶναι κατὰ πάντα, ὅπου γε καὶ τάφους κοινοῦνται οἱ φίλοι καὶ τὰὀστᾶ σφίσι μίγδ' ἀλλήλοισιν ἐν ὁμῇ σορῷ τίθενται, ὅθεν πάνυ καλῶς εἴληπταικαὶ τὸ «ὦ οὗτος» καὶ «ὦ αὕτη», ἀντὶ τοῦ «ὦ φίλε» καὶ «ὦ φίλη» ὡς τῶν οὕτωκαλούντων δεικτικῶς τιθέντων τὸ οὗτος καὶ τὸ αὕτη καὶ ἑαυτοὺς ὑποδεικνύντωνκαὶ μονονουχὶ λεγόντων· «ὦ ἐγώ», ὡς ταὐτὸν ὂν ἐπὶ φίλου εἰπεῖν, ὦ σύ καὶ ὦἐγώ. ∆ήνεα δὲ τὰ βουλεύματα παρὰ τὸ δήν, ὃ σημαίνει τὸ ἐπὶ πολύ. ἀφ' οὗ καὶδηναιὸς ὁ πολυχρόνιος. χρόνου γὰρ χρεία τοῖς ὀρθὰ βουλευομένοις. κατὰ γὰρτὴν τραγῳδίαν φρονεῖν οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. (ῃ. 363) Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 462

Μεταμώνια δὲ τὰμάταια καὶ μὴ ὀνοῦντα, ὅ ἐστιν ὠφελοῦντα, ἵνα ἐκ τοῦ ˉμˉη στερητικοῦ καὶ τοῦὀνῶ ἔχῃ κρᾶσιν ἡ λέξις τοῦ ˉο καὶ ˉη εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ δῶμα γίνεταικαὶ τοῦ σιωπή καὶ ἑτέρων πολλῶν. εἰ δὲ καὶ μεταμώλια γράφεται, εἴη ἂν ὁ σχηματισμὸς Ἀττικός. Ἀθηναῖοι γὰρ ἀντὶ τοῦ ˉν ἔστιν ὅτε ˉλ τιθέασιν, ὁποῖον καὶ τὸ νίτρον καὶ ὁ πνεύμων, ἃ ἐκεῖνοι λίτρον φασὶ καὶ πλεύμονα, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ «ψευδολίτρου κονίας» καὶ ἐν τῷ «πλευμόνων ἀνθάψεται».ὅμοιον δὲ τούτοις καὶ τὸ νεογιλόν. κἀνταῦθα γὰρ τὸ ˉλ τοῦ ˉν ἀντέγκειται. νεογιλὸνγὰρ τὸ νεωστὶ γινόμενον [καί, ὡς ἓν ἀνθ' ἑνὸς κοινότερον φράσαι, νεογνόν.] τάχαδὲ καὶ τὸ γάλα οἱονεὶ γάνα ἐστὶ διὰ τὸ ἐξ αὐτοῦ γάνος. [(ῃ. 366) Ὅτι ὥσπερ 1.765 δῶμα πηκτὸν τὸ εὐπαγὲς προσυπακουμένου δηλονότι τοῦ εὖ, οὕτω καὶ ἅρματακολλητά, ὅ ἐστιν ἅρμα κολλητόν, τὸ εὖ κεκολλημένον ἤγουν συμπεπηγμένον.οὐ δήπου γὰρ ἀναγκαίως κόλλῃ τὸ ἅρμα συνείχετο. σφῆνες γὰρ μάλιστα καὶἧλοι ἁρμόττουσιν αὐτό. (ῃ. 367) Ὅτι ἐστὶ πατρωνυμικὸς τύπος καὶ διὰ τοῦˉιˉοˉς. οὕτω γὰρ Τελαμώνιος Αἴας, ὁ τοῦ Τελαμῶνος, καὶ Σθένελος Καπανήϊοςυἱός, ὁ τοῦ Καπανῆος, ὡς εἰκὸς δὲ καὶ Πηλήϊος, ὁ τοῦ Πηλῆος, καὶ Νηλήϊος,ὁ τοῦ Νηλῆος, κατὰ τὸ «Νηλήϊοι ἵπποι». ὅθεν καὶ ἀναλόγως Καπανηϊάδης ἐκτοῦ Καπανήϊος παρῆκται κατὰ τὸ ∆έξιος ∆εξιάδης καὶ τὰ ὅμοια. δύναται δὲοὕτως εἶναι καὶ Πηληϊάδης καὶ Νηληϊάδης καὶ ὅσα τοιαῦτα· ἴσως δὲ καὶ ἐκτοῦ Καπανεύς, Καπάνειος, διαλέλυται ὁ Καπανήϊος υἱὸς προστεθειμένου τοῦυἱός πρὸς διαστολὴν κτητικοῦ τινος, οἷον τοῦ Καπάνειος οἶκος ἢ Καπανήϊοςἵππος.] (ῃ. 370 ς.) Ὅτι ὁ ἐν πολέμῳ δειλὸς ἀκούσοι ἂν οἰκείως τὸ περὶ τοῦβασιλέως πρὸς τὸν ∆ιομήδην ῥηθέν· «ὤ μοι δεῖνα, τί πτώσσεις, τί δ' ὀπιπτεύειςπολέμοιο γεφύρας;» τίνες δὲ αὗται, πρὸ ὀλίγου γέγραπται. Σημείωσαι δέ, ὅτιπάνυ ἀστεῖος ὁ λόγος οὗτος. ἐπεὶ γὰρ ἐφ' ἅρματος ὁ ∆ιομήδης ἵσταται, σκώπτειαὐτὸν ὁ βασιλεὺς πεζὸς περιϊὼν ὡς ἐξ ἀπόπτου τὸν πόλεμον βλέποντα καὶ τὰςαὐτοῦ διεξόδους ὡς ἀπὸ σκοπιᾶς τινος καθορῶντα τοῦ ἅρματος καί, ὡς εἰπεῖν,ἀπὸ περιωπῆς, καθὰ ὑπεμφαίνει τὸ ὀπιπτεύεις. ἀπὸ τοῦ ὄπτω γὰρ γίνεται καὶαὐτό, καθὰ καὶ ἡ περιωπή, ἤγουν ἡ τῶν πέριξ ὀπωπή. ὄπτω γὰρ καὶ κατὰπαραγωγὴν ὀπτεύω καὶ ὀπιπτεύω κατὰ ἀναδιπλασιασμόν. ἐκ δὲ τοῦ τοιούτουῥήματος καὶ ὁ ἀλλαχοῦ δηλούμενος παρθενοπίπης καὶ πυρροπίπης καὶ ὅσατοιαῦτα, ἔτι δὲ καὶ ὁ Ὀππιανός. διὸ καὶ ἐν δυσὶ ˉπ γράφεται ἀπὸ συγκοπῆς.(ῃ. 372 ς.) Ὅτι τὸ «οὐ μὲν Τυδέϊ γε ὧδε πτωσκαζέμεν φίλον ἦεν, ἀλλὰ πολὺπρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι» λέγεται μὲν παρὰ τοῦ βασιλέως, ἵνα τὸν ∆ιομήδην καταιδέσῃ ὡς μὴ τῷ πατρὶ ὅμοιον, δύναται δὲ παρῳδεῖσθαι εἰς 1.766 γενναῖον πρόμαχον. (ῃ. 371) Ἰστέον δέ, ὅτι προϋπόκειται μὲν τὸ πτώσσω ὡςτὸ «τί πτώσσεις», ἐξ αὐτοῦ δὲ γίνεται τὸ πτώσκω, ἐκεῖθεν δὲ τὸ πτωσκάζωκαθ' ὁμοιότητα τοῦ ἀλύσκω ἀλυσκάζω, καὶ ὅτι πτήσσω μὲν κοινὸν καὶ Ἀττικόν,πτώσσω δὲ Ἰωνικόν. οὕτω δὲ καὶ ῥήσσω ῥώσσω, ἐξ οὗ καὶ ῥώξ ῥωγός, ὡς τὸ»ἀνὰ ῥῶγας μεγάροιο». ἐκ δὲ τοῦ πτώσσω καὶ ὁ πτώξ καὶ ὁ πολυπτὼξ τόπος,ἤγουν ὁ ἔχων πτῶκας πολλούς. (ῃ. 373) Τὸ δέ «πρὸ φίλων μάχεσθαι» ἐντελῶςγέγραπται. ἀπ' αὐτοῦ δὲ ἐλλιπῶς ἐπινενόηται τὸ προμάχεσθαι, οὗπερ ἡσημασία τὸ πρὸ φίλων ἢ πατρίδος ἢ γονέων ἢ ἑτέρων τινῶν μάχεσθαι. (ῃ. 374 ς.)Ὅτι ὁ ἐπαινῶν ἀριστέα τινά, ὃν οὐκ εἶδεν ὀφθαλμοῖς, εἴποι ἄν, ὅτι «ὣς φάσαν,οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον· περὶ δ' ἄλλωνφασὶ γενέσθαι», ἤγουν περιγενέσθαι, ταὐτὸν δὲ εἰπεῖν περιττότερον γενέσθαιτῶν ἄλλων. οὕτω δὲ καὶ περιεῖναί τινων τὸ περιττότερον ἐκείνων εἶναι, οἷον»περὶ μὲν βουλῇ ∆αναῶν ἐστε». ὡς νοεῖσθαι τὴν ˉπˉεˉρˉι πρόθεσιν ἐν τοῖς τοιούτοιςἀντὶ τοῦ περισσοτέρου, ὃς γινόμενος ἐκ τῆς ˉπˉεˉρˉι προθέσεως καὶ τοῦ σόω, τὸὁρμῶ, δηλοῖ τὸν ἄγαν ταχὺν καὶ σωστικὸν καὶ ἁπλῶς εἰπεῖν μέγαν καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 463

τὸἐθέλειν. τοῦ δὲ μεμήλῃ πρῶτον πρόσωπον τὸ μέμηλα ὡς καὶ τοῦ ὀλώλῃ τὸὄλωλα,

καθὰ καὶ προδεδήλωται. (ῃ. 354) Τὸ δέ «Τηλεμάχοιο φίλον πατέρα»ὀνειδισμόν τινα

ἔχει, ὡς τοῦ Ὀδυσσέως πατρὸς μὲν ὄντος, διὰ δὲ τὸν βασιλέαπαρ' οὐδὲν θεμένου τὰ

φίλτατα καὶ νῦν ὑβριζομένου ἐφ' οἷς ἔδει αὐτὸν καὶἀμοιβὴν σχεῖν μεγάλην. [Τὸ δέ

«προμάχοισι μιγέντα» ἔστι μὲν περίφρασις τοῦπρομαχόμενον, φιλεῖται δὲ Ὁμήρῳ κατὰ

τὴν αὐτοῦ φραστικήν, καθὰ καὶ Πινδάρῳ, παρ' ᾧ καὶ τὸ νικῆσαι νίκῃ μιγῆναι λέγεται.]

(ῃ. 355) Τὸ δέ «ἀνε1.763 μώλια βάζεις» ταὐτόν ἐστι τῷ «ψευδῆ λέγεις». ὁ μὲν γὰρ

ἀληθὴς λόγοςπράγμασιν ἐγκαθήμενος οὐκ ἂν ἀνέμοις λέγοιτο φέρεσθαι, ὁ δὲ ψευδὴς

κενεμβατῶν ἀέρος μόνον ἔστι πληγὴ καὶ πλέον οὐδέν. Σημείωσαι δέ, ὅπως ὁ

μὲνσυνετὸς ῥήτωρ Ὀδυσσεὺς ἀνεμώλια βάζειν τὸν βασιλέα λέγει, οὐ πάνυ τραχύνωντὸ

σκῶμμα, Σθένελος δὲ ἐν τοῖς ἑξῆς ἀπαιδευτότερον λαλῶν «μὴ ψεύδεο»,φησίν,

«ἐπιστάμενος σάφα εἰπεῖν». Ἰστέον δὲ καί, ὅτι, ὥσπερ σόος σῶς, κατὰσυναίρεσιν τῶν

δύο μικρῶν ˉο εἰς μέγα, καὶ πρόορα πρώρα καὶ ὁμοορόφιοςὁμωρόφιος καὶ τὸ οἰκίδιον

τᾠκίδιον, οὕτω καὶ ἀνεμοόλια ἀνεμώλια, τὰ ἀνέμοιςοἷον ὀλλύμενα καὶ ὡς εἰπεῖν

ἀνεμόφθορα. (ῃ. 356) Τὸ δὲ ἐπιμειδήσας καίριονἐν τοῖς παροῦσιν. οὐ γὰρ ἐχρῆν τὸν

βασιλέα, οὕτω θυμωθέντα ὡς καὶ ὑβρίσαι,ταχὺ μεταβληθῆναι τοῦ χόλου ὡς καὶ χανδὸν

γελάσαι. ἀρκεῖ δὲ μόνον σεμνῶςγαληνιάσαι ὡς εἰς μειδίαμα καὶ οὕτω καταστορέσαι τὴν

κύμανσιν τῆς ψυχῆς,ὁποῖόν τι ἐν ἄλλοις καὶ ὁ γέλως ἀνύει κατὰ Ὁμηρικὴν μέθοδον. (ῃ.

357) Τὸδέ «γνῶ χωομένοιο» σύστοιχόν ἐστι τῷ «πολέμων εὖ εἰδώς» καὶ «εἰδὼς

πυγμαχίης». διὸ καὶ γενικῇ κατ' ἐκεῖνα συντάσσεται, ἵνα ᾖ τὸ «γνῶ χωομένου» ἀντὶτοῦ

γνῶσιν καὶ εἴδησιν ἔσχεν ὀργιζομένου. τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ»γνώτην

ἀλλήλων». (ῃ. 358) Τὸ δὲ πολυμήχανε πάνυ δεξιῶς ἐξεφωνήθη πρὸςἔπαινον, ὥσπερ

ἀνωτέρω αὐτοῦ τὸ πολύμητις Ὀδυσσεύς. τὸ γάρ «κακοῖσιδόλοισι κεκασμένε»

μεταλαβὼν ἐν τῇ δευτέρᾳ προσφωνήσει σεμνότερον ὁβασιλεὺς πολύμητιν καὶ

πολυμήχανον τὸν Ὀδυσσέα καλεῖ, ὡς οὕτω δέοναὐτὸν καλεῖσθαι, οἷα τῆς μηχανῆς

εὐφημοτέρας οὔσης τοῦ δόλου, καὶ μάλισταδιὰ τὴν μετὰ τοῦ πολύ σύνθεσιν. ἄλλως γὰρ

ὁ μὴ πολυμήχανος, ἀλλὰ παμμήχανος, ψέγοιτ' ἄν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ παντοίοις

δόλοις κεκοσμημένου,ὥσπερ ἂν ψεκτέος εἴη καὶ ὁ κατ' ἔλλειψιν τοῦ φρονεῖν ἀμήχανος

ὡς ἀνόητος.(ῃ. 358) Σεμνύνει δὲ τὸν Ὀδυσσέα ὁ βασιλεὺς καὶ ἀπὸ τοῦ πατρός, καθὰ καὶ

τὸν Μενεσθέα, καὶ ἀπὸ τῆς τύχης δέ, καὶ οὕτως ἐκθεραπεύει καὶ αὐτὸν εἰπών·»∆ιογενὲς

Λαερτιάδη». ἠθικὰ δὲ ταῦτα πάντα καὶ οἷα διδάσκειν, ὅπως δεῖκαθομιλεῖν τοὺς καιρούς.

(ῃ. 359) Τὸ δὲ περιώσιον, ὡς καὶ ἑτέρωθι δηλοῦται, 1.764 καθ' ὁμοιότητα γίνεται τοῦ

θωυμάσιον. ὡς γὰρ ἐκεῖνο Ἰωνικῶς ἐκ τοῦ θαυμάζωθαυμάσω κεκίνηται, οὕτω καὶ τοῦτο

ἐκ τοῦ περιαύω περιαύσω, τὸ φωνῶ, ἵναᾖ περιωύσιον, τὸ ἐξάκουστον τῇ ἐκφωνήσει, καὶ

ἀπελεύσει τοῦ ˉυ περιώσιον.(ῃ. 360) Τὸ δέ «οἶδα, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι» καὶ ἑξῆς

φιλίας ἐστὶ παραστατικόν. (ῃ. 361) Τὸ δέ «τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ» συνετέλεσέ τι

καὶ αὐτὸτῷ πρώτως εἰπόντι, ὅτι ὁ φίλος ἄλλος ἐγώ. δεῖ γὰρ ὡς ἐν τοῖς ἄλλοις κοινόν

τιναἐν κοινοῖς κατὰ τὴν τραγῳδίαν τῷ φίλῳ ξυνεῖναι, οὕτω καὶ ὁμοφρονεῖν, ὡςαὐτὸν

ἐκεῖνον εἶναι κατὰ πάντα, ὅπου γε καὶ τάφους κοινοῦνται οἱ φίλοι καὶ τὰὀστᾶ σφίσι

μίγδ' ἀλλήλοισιν ἐν ὁμῇ σορῷ τίθενται, ὅθεν πάνυ καλῶς εἴληπταικαὶ τὸ «ὦ οὗτος» καὶ

«ὦ αὕτη», ἀντὶ τοῦ «ὦ φίλε» καὶ «ὦ φίλη» ὡς τῶν οὕτωκαλούντων δεικτικῶς τιθέντων

τὸ οὗτος καὶ τὸ αὕτη καὶ ἑαυτοὺς ὑποδεικνύντωνκαὶ μονονουχὶ λεγόντων· «ὦ ἐγώ», ὡς

ταὐτὸν ὂν ἐπὶ φίλου εἰπεῖν, ὦ σύ καὶ ὦἐγώ. ∆ήνεα δὲ τὰ βουλεύματα παρὰ τὸ δήν, ὃ

σημαίνει τὸ ἐπὶ πολύ. ἀφ' οὗ καὶδηναιὸς ὁ πολυχρόνιος. χρόνου γὰρ χρεία τοῖς ὀρθὰ

βουλευομένοις. κατὰ γὰρτὴν τραγῳδίαν φρονεῖν οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. (ῃ. 363)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

462

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!