Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀγαλλιάματικεράσας τὸ σκυθρωπὸν συγγνώμην τε αἰτεῖ καὶ μειλίχια προσφωνεῖ. φησὶ γὰρπερὶ αὐτοῦ ὁ ποιητὴς οὕτω· «τὸν δ' ἐπιμειδήσας προσέφη, ὡς γνῶ χωομένοιο·πάλιν δ' ὅ γε λάζετο μῦθον», τουτέστιν ἀνέλαβε τὸν λόγον ἀνάπαλιν εἰπών·»∆ιογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, οὔτε σε νεικείω περιώσιον οὔτεκελεύω· οἶδα γάρ, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρφρονέεις, ἅ τ' ἐγώ περ. ἀλλ' ἴθι, ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθα, εἴ τι κακὸν νῦνεἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν». τοῦτο δὲ μεταποιήσοι τις ἂνπαρῳδήσας, ὅτε τινὶ μετὰ νεῖκος φιλιοῦται. θαυμασία δ' ἐν τοῖς ῥηθεῖσιν ἡὉμηρικὴ μέθοδος. πρὸ γὰρ τῶν πολεμικῶν ἔργων ψυχαγωγεῖ τὸν ἀκροατὴνἐν τούτοις λόγων ἡδέων τε καὶ πικρῶν κράματι. πικροὶ μὲν γὰρ οἱ ψόγοι,εὐπρόσιτοι δὲ οἱ ἔπαινοι. πρέπουσι δὲ ἄμφω προσώποις ἐνδόξοις. διὸ καὶ ταχὺπαύονται. ἄλλως γὰρ, εἴπερ ἦν ἂν ὁμοιότης ἐν τούτοις, ἐποίησεν ἂν δεινὰ ἡ ἐναὐτοῖς σκωπτικὴ τραχύτης. Ἰστέον δὲ καί, ὅτι σκώπτει τὸν Ὀδυσσέα ὁ βασιλεύς, ἐπειδὴ θαρρεῖ τά γε εἰς αὐτόν. διὸ καὶ ὡς οἰκείῳ ἀπαρατηρήτως προσφέρεται, καθὰ καὶ πρὸ τούτου τὸ βασιλικὸν συμπόσιον ἔδειξεν. οὐ πάνυ δὲπικρὸν τὸ σκῶμμα. τί γὰρ μέγα δεινόν, εἰ κακοῖς δόλοις κεκοσμῆσθαι λέγειαὐτόν; ὃς οὐκ ἐπαισχύνεταί που τὸ παντοίοις δόλοις κοσμεῖσθαι, ἀλλὰ καὶ πᾶσινἀνθρώποις μέλεσθαι λέγει διὰ τοὺς δόλους. ὅθεν καὶ παρασημαίνεται ὁ βασιλεύς,ὡς οὐ φιλονεικεῖ αὐτὸν περιώσιον ἤτοι μέγα. δι' οὗ διδάσκει ὁ ποιητής, ὅπωςδεῖ τοῖς φίλοις προσφέρεσθαι, ὡς δέον ὂν μὴ νεικεῖν περιώσιον, ἵνα ὕστερονδυνώμεθα καὶ ἀρέσεσθαι ἤτοι συναρμοσθῆναι φιλικῶς καὶ εἰς ἀρθμόν, ὅ ἐστινἁρμονίαν φιλίας, ἐλθεῖν. τὸ γὰρ νεῖκος στάσις τε καὶ διάστασις. καὶ τοιάδεμὲν ταῦτα. (ῃ. 338 ς.) Ἐν δὲ τῷ «ὦ υἱὲ Πετεῶο» ἐκτείνεται ἡ λήγουσα τῆςκλητικῆς, ὡς καὶ ἑτέρωθι δηλοῦται, λόγῳ κοινῆς συλλαβῆς, διά τε τὴν προηγουμένην δασεῖαν καὶ διὰ τὴν ἐπικειμένην ὀξεῖαν καὶ διὰ τὴν τῆς λέξεως καταπεραίωσιν καὶ διὰ τὸ δύνασθαι διπλασιάζεσθαι τὸ ἐπαγόμενον ἄφωνον. Τὸ δέ»κακοῖσι δόλοισι» πρὸς διαφορὰν κεῖται δόλων ἑτέρων ἀγαθῶν, οἷς ἐπαινετῶςἄν τις κοσμοῖτο, [καθὰ καί τις ἄλλος κλεπτοσύνῃ θ' ὅρκῳ τε τοῖς οὐ κακοῖς,ψεγόμενος μέντοι καὶ ἐκεῖνος, ἤκουσεν ἂν κακῇ τε κλεπτοσύνῃ καὶ κακοῖςὅρκοις κεκοσμῆσθαι. ὅτι δὲ καὶ ἀψεγέσι δόλοις ὁ πολυμήχανος Ὀδυσσεὺς ἐκοσ1.760 μεῖτο, δι' οὓς πᾶσιν ἀνθρώποις οὐκ ἐμισεῖτο ἀλλ' ἔμελεν, ὁ ποιητὴς ἱστορεῖ.οὕτω τις καὶ ἀπάτῃ χρώμενος εἰς δέον οὐκ ἂν ψέγοιτο, εἴγε κατὰ τὴν παροιμίανἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός. ᾗ ἀντίκειται ἡ κακή, ὁποίαν ὁ βασιλεὺς ἐκ ∆ιὸς ἔπαθε. διὸ καί, ὡς ἐκ τοῦ ἀψόγου δόλου ὠνομάσθη, ὡς εἰκός, ὁ ∆όλιος,τὸ κύριον, καὶ ὁ ∆όλοψ, οὕτω ἐκ τῆς οὐ φαύλης ἀπάτης ὁ Ἐλεφήνωρ, ὡς ἐκ τοῦἐλεφαίρω, τὸ ἀπατῶ, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται. Ὅτι δὲ Ὀδυσσεὺς ὡς καὶ δόλιος καὶ δόλων ἆτος ἐξ Ἑρμοῦ ἐλέγετο κατάγεσθαι, δῆλόν ἐστιν. ἐξ Ὁμήρου δὲ παρείλκυσε καὶ Σοφοκλῆς κίναδος ἐπίτριπτον τὸν Ὀδυσσέα σκῶψαι ὡς δόλιον κατὰ ἀλώπεκα τὴν καὶ κερδώ, ἀφ' ἧς εἴη ἂν καὶ κερδαλεόφρων. καὶ μὴν ἄλλως ἐνταῦθα] κερδαλεόφρονα τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ,ὡς δῆθεν πραγματευόμενον τὸ ἔξω κινδύνων ἑστάναι. (ῃ. 340) Τὸ δέ «καταπτώσσοντες ἀφέστατε» δηλοῖ καὶ ἑτεροίαν εἶναι μάχης ἀπόστασιν μὴ ψεκτήν,ὁποίαν ὁ Ὀδυσσεὺς οἰκειοῦται, οὐκ ἂν μεθίεσθαι τοῦ πολέμου εἰπών, εἴπερἦν ὀξὺς Ἄρης, περὶ οὗ προδεδήλωται. συγκέκοπται δὲ τὸ ἀφέστατε ὡς ἀπὸ τοῦἀφεστήκατε. διὸ καὶ δασύνεται. ἐν δὲ τῷ «μίμνετε δ' ἄλλους» τὸ ἄλλους περὶπύργων νοητέον, ὡς δηλοῦται ἐν τῷ «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν πρὸ ὑμῶνμάχοιντο». (ῃ. 341) Τὸ δέ «μετὰ πρώτοισιν ἐόντας» καλὸν μὲν καὶ οὕτωγραφέν. ἦν δὲ γράψαι καὶ ἐοῦσι, κατὰ δοτικήν. ἀμφοτέρως γὰρ ἔχει τὸ ἀσόλοικον. ἡ δὲ τοιαύτη διπλόη τῆς συντάξεως πολλαχοῦ διαφαίνεται. (ῃ. 342) Μάχηδὲ καυστειρὴ μυριαχοῦ τῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 460

ποιήσεως ἡ θερμὴ καὶ πυρόεσσα κατὰ τὸ «μάχοντοδέμας πυρός». διὸ καὶ δηϊοτής καὶ δηΐς ἡ αὐτὴ, καὶ δήϊος πόλεμος, ἀπὸ τοῦ δαίωτοῦ δηλοῦντος τὸ καίω. ἡ δὲ γραφὴ τῆς παραληγούσης Βοιώτιος, ὡς καὶ ἡ τῆςὠτειλῆς. Ἀντιβολεῖν δὲ ἀεὶ παρ' Ὁμήρῳ τὸ συναντᾶν καὶ ὡς εἰπεῖν ἄντην1.761 βάλλειν καὶ ἐπιτυγχάνειν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τὸ παρακαλεῖν παρὰ τὸἄντην ποδῶν βάλλεσθαι ἤτοι ῥίπτεσθαι τοὺς ἱκετεύοντας. [∆ιφορεῖται δὲ κατὰσύνταξιν ἡ λέξις. ἐνταῦθα μὲν γὰρ μάχης ἀντιβολῆσαί φησίν, ἀντὶ τοῦ τυχεῖν καὶἄντην γενέσθαι, ἀλλαχοῦ δέ «εἴπερ μοι ἀντεβόλησαν ἐείκοσι» φησίν, ἀντὶ τοῦσυνήντησαν. τὸ μέντοι κοινότερον ἀντιβολεῖν αἰτιατικὴν πτῶσιν φιλεῖ.ἀντιβολῶ σε γάρ φαμεν.] (ῃ. 343) Τὸ δὲ ἀκουάζεσθον παράγωγον μέν ἐστι τοῦἀκούω, δηλοῖ δὲ συγκλήτους εἶναι εἰς δαῖτα τοὺς οὕτως ἀκουαζομένους.δῆλον γάρ, ὡς καλοῦνται οἱ ἀκουαζόμενοι κατὰ τὸν Ὅμηρον δαιτός. (ῃ. 344) Τὸ δέ «δαῖτα γέρουσιν» ἐφερμηνευτικόν ἐστι τοῦ οἶνον γερούσιον. ὡς γὰργέρουσιν ἐφοπλίζεται δαίς, οὕτω καὶ οἶνος. διὸ ῥηθείη ἄν, ὥσπερ οἶνος, οὕτωκαὶ δαὶς γερούσιος. Ἰστέον δέ, ὅτι ἀπὸ κοινοῦ, καθὰ καὶ προδεδήλωται,ἦσαν τὰ βασιλικὰ συμπόσια, ὡς δηλοῖ καὶ τὸ «ἐφοπλίζοιμεν Ἀχαιοὶ δαῖτα».ἄλλως γὰρ οὐκ ἐνεχώρει τὸν βασιλέα οἴκοθεν δαπανᾶν ὡς τοὺς μὲν ἄλλουςἔχειν τὰ οἰκεῖα γέρα, αὐτὸν δὲ ἧσθαι δευόμενον. ∆ῆλον δὲ καί, ὡς γέρονταςκἀνταῦθα συνήθως τοὺς ἐντίμους λέγει, οἷς μόνοις ἦν ἡ ἀπὸ κοινοῦ δαίς, ἣντιμίαν ἔκρινον οἱ τότε ἀριστεῖς, ὡς καὶ ἡ Ὁμηρικὴ ἱστορία δηλοῖ. (ῃ. 345) Τὰ δὲ ὀπταλέα κρέα καὶ σῖτον ὀπτὸν ῥηθείη ἂν καθ' Ἡρόδοτον καὶ ἐπὶ ἄρτου δὲ ἡ τοιαύτη λέξις τίθεται, ὡς ὁ αὐτὸς δηλοῖ ἐν οἷς λέγει, ὅτι λωτοῦ τι εἶδοςπτίσαντες Αἰγύπτιοι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. γίνεται δὲ τὸμὲν ὀπταλέον πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς ἐκ τοῦ ὀπτόν, αὐτὸ δὲ κατὰ συγκοπὴνἐκ τοῦ ὀπτῶ ὀπτήσω ὀπτητόν. τὸ γὰρ ἀπαθὲς ὀπτόν τὸ θεατὸν δηλοῖ, ὡς καὶἈθήναιος λέγει, ἔνθα σοφίζεται εἶναι ἰχθὺν ὠμόν, ὀπτόν. ἔοικε δὲ ὁμοίως ἐκτοῦ ἕψω ἑψήσω ἑψητόν γενέσθαι τὸ ἑφθόν, κατὰ συγκοπὴν καὶ τροπήν. τάχαδὲ καθ' ὁμοιότητα τοῦ ὀπτητόν ὀπτόν εἴρηται παρ' Ἀριστοτέλει καὶ ἑρπτόν τὸἑρπετόν. (ῃ. 346) Τὸ δέ «ὄφρα ἐθέλητον» νῦν μὲν σαφῶς εἴρηται, ἀλλαχοῦ δὲπεριφράζων ποιητικώτερον πόσιος καὶ ἐδητύος ἐξ ἔρον εἷναί φησιν, ἤγουν τὴνἐπιθυμίαν πληρῶσαι, καὶ ἐξ ἔρον ἕντο, ἤγουν τὴν ἐπιθυμίαν ἐπλήρωσαν. 1.762 (ῃ. 347) Τὸ δὲ ὁρόῳτε, ὅπερ οἱ μεθ' Ὅμηρον ὁρῴητέ φασιν, ἐκ τοῦ ὁράοιτεὁρῷτε γίνεται πλεονασμῷ Ἰωνικῷ τοῦ προπαραλήγοντος ˉο. πρῶτον δὲαὐτοῦ πρόσωπον τὸ ὁρόῳμι, οὗ κοινὸν τὸ ὁράοιμι ὁρῷμι. [ἔστι δὲ τὸ «φίλως χ'ὁρόῳτε» ταὐτὸν τῷ ἡδέως ἂν βλέποιτε, ὃ διαστέλλεται πρὸς τὸ σὺν φόβῳὁρᾶν.] Πύργος δέ, ὡς καὶ πρὸ μικροῦ ἐρρέθη, τάξις στρατιωτική, καθὰ καὶτὸ πλινθίον. πεπύκνωτο δὲ τετραγωνοειδῶς κατὰ σχῆμα πύργου, ὡς διδάξειπαραβολικῶς ἀλλαχοῦ ὁ ποιητὴς ἁρμονίᾳ λίθων τοίχου εἰκάσας τοῦτον τὸντακτικὸν πύργον. (ῃ. 351) Τὸ δέ «πῶς δὴ φῂς πολέμοιο μεθιέμεν» καὶ ἑξῆςτραχέως ἠρώτηται, ὡς τοῦ βασιλέως μὴ ἔχοντος ἀποκρίνασθαι. (ῃ. 352)Ὀξὺς δὲ Ἄρης ὁ τῶν ἤδη συμβεβληκότων εἰς μάχην. ὁ γὰρ πρὸ τῆς συμβολῆς τῆς μεθ' ὅπλων οὐκ ὀξύς ἐστιν, ἀλλ' ὡς εἰπεῖν ἀμβλὺς διὰ τὸ ἀνουτάτουςἔτι καὶ ἀτρώτους μένειν τοὺς ἀντιμάχους. καὶ ἄλλως δέ, καθὰ καὶ ἀλλαχοῦδηλοῦται, ὀξὺς Ἄρης διὰ τὸν ὀξὺν σίδηρον, ὃς καὶ αὐτὸς Ἄρης κατ' ἀλληγορίαν λέγεται, [ἵνα ᾖ ἐγείρειν ὀξὺν Ἄρην τὸ μὴ κατακοιμίζειν ὑπὸ ἡσυχίᾳ τὰ ὄργανατῆς μάχης, ἀλλ' ἐγείρειν καὶ ἐπανιστᾶν τοῖς ἐχθροῖς.] (ῃ. 353) Τὸ δέ «ὄψεαιἢν ἐθέλῃσθα» καὶ ἑξῆς, σκῶμμά τι λεληθὸς ἔχει πρὸς τὸν βασιλέα, ὡς ἐν τῷκαιρῷ τοῦ ὀξέος πολέμου μὴ ἂν δυνησόμενον ἐπέρχεσθαι καθ' ἡσυχίαν καὶἐπιτηρεῖν τοὺς στρατηγούς. διὸ καὶ εἴποι ἄν τις τὸ «ἢν ἐθέλῃσθα» ταὐτὸνεἶναι τῷ «εἰ δύνασαι». πολλαχοῦ γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου τίθεται Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 461

ποιήσεως ἡ θερμὴ καὶ πυρόεσσα κατὰ τὸ «μάχοντοδέμας πυρός». διὸ καὶ δηϊοτής καὶ

δηΐς ἡ αὐτὴ, καὶ δήϊος πόλεμος, ἀπὸ τοῦ δαίωτοῦ δηλοῦντος τὸ καίω. ἡ δὲ γραφὴ τῆς

παραληγούσης Βοιώτιος, ὡς καὶ ἡ τῆςὠτειλῆς. Ἀντιβολεῖν δὲ ἀεὶ παρ' Ὁμήρῳ τὸ

συναντᾶν καὶ ὡς εἰπεῖν ἄντην1.761 βάλλειν καὶ ἐπιτυγχάνειν, παρὰ δὲ τοῖς νεωτέροις

καὶ τὸ παρακαλεῖν παρὰ τὸἄντην ποδῶν βάλλεσθαι ἤτοι ῥίπτεσθαι τοὺς ἱκετεύοντας.

[∆ιφορεῖται δὲ κατὰσύνταξιν ἡ λέξις. ἐνταῦθα μὲν γὰρ μάχης ἀντιβολῆσαί φησίν, ἀντὶ

τοῦ τυχεῖν καὶἄντην γενέσθαι, ἀλλαχοῦ δέ «εἴπερ μοι ἀντεβόλησαν ἐείκοσι» φησίν, ἀντὶ

τοῦσυνήντησαν. τὸ μέντοι κοινότερον ἀντιβολεῖν αἰτιατικὴν πτῶσιν φιλεῖ.ἀντιβολῶ σε

γάρ φαμεν.] (ῃ. 343) Τὸ δὲ ἀκουάζεσθον παράγωγον μέν ἐστι τοῦἀκούω, δηλοῖ δὲ

συγκλήτους εἶναι εἰς δαῖτα τοὺς οὕτως ἀκουαζομένους.δῆλον γάρ, ὡς καλοῦνται οἱ

ἀκουαζόμενοι κατὰ τὸν Ὅμηρον δαιτός. (ῃ. 344) Τὸ δέ «δαῖτα γέρουσιν»

ἐφερμηνευτικόν ἐστι τοῦ οἶνον γερούσιον. ὡς γὰργέρουσιν ἐφοπλίζεται δαίς, οὕτω καὶ

οἶνος. διὸ ῥηθείη ἄν, ὥσπερ οἶνος, οὕτωκαὶ δαὶς γερούσιος. Ἰστέον δέ, ὅτι ἀπὸ κοινοῦ,

καθὰ καὶ προδεδήλωται,ἦσαν τὰ βασιλικὰ συμπόσια, ὡς δηλοῖ καὶ τὸ «ἐφοπλίζοιμεν

Ἀχαιοὶ δαῖτα».ἄλλως γὰρ οὐκ ἐνεχώρει τὸν βασιλέα οἴκοθεν δαπανᾶν ὡς τοὺς μὲν

ἄλλουςἔχειν τὰ οἰκεῖα γέρα, αὐτὸν δὲ ἧσθαι δευόμενον. ∆ῆλον δὲ καί, ὡς

γέρονταςκἀνταῦθα συνήθως τοὺς ἐντίμους λέγει, οἷς μόνοις ἦν ἡ ἀπὸ κοινοῦ δαίς,

ἣντιμίαν ἔκρινον οἱ τότε ἀριστεῖς, ὡς καὶ ἡ Ὁμηρικὴ ἱστορία δηλοῖ. (ῃ. 345) Τὰ δὲ

ὀπταλέα κρέα καὶ σῖτον ὀπτὸν ῥηθείη ἂν καθ' Ἡρόδοτον καὶ ἐπὶ ἄρτου δὲ ἡ τοιαύτη

λέξις τίθεται, ὡς ὁ αὐτὸς δηλοῖ ἐν οἷς λέγει, ὅτι λωτοῦ τι εἶδοςπτίσαντες Αἰγύπτιοι

ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. γίνεται δὲ τὸμὲν ὀπταλέον πλεονασμῷ τῆς

ˉαˉλ συλλαβῆς ἐκ τοῦ ὀπτόν, αὐτὸ δὲ κατὰ συγκοπὴνἐκ τοῦ ὀπτῶ ὀπτήσω ὀπτητόν. τὸ

γὰρ ἀπαθὲς ὀπτόν τὸ θεατὸν δηλοῖ, ὡς καὶἈθήναιος λέγει, ἔνθα σοφίζεται εἶναι ἰχθὺν

ὠμόν, ὀπτόν. ἔοικε δὲ ὁμοίως ἐκτοῦ ἕψω ἑψήσω ἑψητόν γενέσθαι τὸ ἑφθόν, κατὰ

συγκοπὴν καὶ τροπήν. τάχαδὲ καθ' ὁμοιότητα τοῦ ὀπτητόν ὀπτόν εἴρηται παρ'

Ἀριστοτέλει καὶ ἑρπτόν τὸἑρπετόν. (ῃ. 346) Τὸ δέ «ὄφρα ἐθέλητον» νῦν μὲν σαφῶς

εἴρηται, ἀλλαχοῦ δὲπεριφράζων ποιητικώτερον πόσιος καὶ ἐδητύος ἐξ ἔρον εἷναί φησιν,

ἤγουν τὴνἐπιθυμίαν πληρῶσαι, καὶ ἐξ ἔρον ἕντο, ἤγουν τὴν ἐπιθυμίαν ἐπλήρωσαν.

1.762 (ῃ. 347) Τὸ δὲ ὁρόῳτε, ὅπερ οἱ μεθ' Ὅμηρον ὁρῴητέ φασιν, ἐκ τοῦ ὁράοιτεὁρῷτε

γίνεται πλεονασμῷ Ἰωνικῷ τοῦ προπαραλήγοντος ˉο. πρῶτον δὲαὐτοῦ πρόσωπον τὸ

ὁρόῳμι, οὗ κοινὸν τὸ ὁράοιμι ὁρῷμι. [ἔστι δὲ τὸ «φίλως χ'ὁρόῳτε» ταὐτὸν τῷ ἡδέως ἂν

βλέποιτε, ὃ διαστέλλεται πρὸς τὸ σὺν φόβῳὁρᾶν.] Πύργος δέ, ὡς καὶ πρὸ μικροῦ ἐρρέθη,

τάξις στρατιωτική, καθὰ καὶτὸ πλινθίον. πεπύκνωτο δὲ τετραγωνοειδῶς κατὰ σχῆμα

πύργου, ὡς διδάξειπαραβολικῶς ἀλλαχοῦ ὁ ποιητὴς ἁρμονίᾳ λίθων τοίχου εἰκάσας

τοῦτον τὸντακτικὸν πύργον. (ῃ. 351) Τὸ δέ «πῶς δὴ φῂς πολέμοιο μεθιέμεν» καὶ

ἑξῆςτραχέως ἠρώτηται, ὡς τοῦ βασιλέως μὴ ἔχοντος ἀποκρίνασθαι. (ῃ. 352)Ὀξὺς δὲ

Ἄρης ὁ τῶν ἤδη συμβεβληκότων εἰς μάχην. ὁ γὰρ πρὸ τῆς συμβολῆς τῆς μεθ' ὅπλων

οὐκ ὀξύς ἐστιν, ἀλλ' ὡς εἰπεῖν ἀμβλὺς διὰ τὸ ἀνουτάτουςἔτι καὶ ἀτρώτους μένειν τοὺς

ἀντιμάχους. καὶ ἄλλως δέ, καθὰ καὶ ἀλλαχοῦδηλοῦται, ὀξὺς Ἄρης διὰ τὸν ὀξὺν

σίδηρον, ὃς καὶ αὐτὸς Ἄρης κατ' ἀλληγορίαν λέγεται, [ἵνα ᾖ ἐγείρειν ὀξὺν Ἄρην τὸ μὴ

κατακοιμίζειν ὑπὸ ἡσυχίᾳ τὰ ὄργανατῆς μάχης, ἀλλ' ἐγείρειν καὶ ἐπανιστᾶν τοῖς

ἐχθροῖς.] (ῃ. 353) Τὸ δέ «ὄψεαιἢν ἐθέλῃσθα» καὶ ἑξῆς, σκῶμμά τι λεληθὸς ἔχει πρὸς τὸν

βασιλέα, ὡς ἐν τῷκαιρῷ τοῦ ὀξέος πολέμου μὴ ἂν δυνησόμενον ἐπέρχεσθαι καθ'

ἡσυχίαν καὶἐπιτηρεῖν τοὺς στρατηγούς. διὸ καὶ εἴποι ἄν τις τὸ «ἢν ἐθέλῃσθα»

ταὐτὸνεἶναι τῷ «εἰ δύνασαι». πολλαχοῦ γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου τίθεται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

461

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!