18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀγαλλιάματικεράσας τὸ σκυθρωπὸν συγγνώμην τε αἰτεῖ καὶ μειλίχια προσφωνεῖ. φησὶ

γὰρπερὶ αὐτοῦ ὁ ποιητὴς οὕτω· «τὸν δ' ἐπιμειδήσας προσέφη, ὡς γνῶ χωομένοιο·πάλιν

δ' ὅ γε λάζετο μῦθον», τουτέστιν ἀνέλαβε τὸν λόγον ἀνάπαλιν εἰπών·»∆ιογενὲς

Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, οὔτε σε νεικείω περιώσιον οὔτεκελεύω· οἶδα γάρ, ὥς

τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρφρονέεις, ἅ τ' ἐγώ περ. ἀλλ' ἴθι,

ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθα, εἴ τι κακὸν νῦνεἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια

θεῖεν». τοῦτο δὲ μεταποιήσοι τις ἂνπαρῳδήσας, ὅτε τινὶ μετὰ νεῖκος φιλιοῦται.

θαυμασία δ' ἐν τοῖς ῥηθεῖσιν ἡὉμηρικὴ μέθοδος. πρὸ γὰρ τῶν πολεμικῶν ἔργων

ψυχαγωγεῖ τὸν ἀκροατὴνἐν τούτοις λόγων ἡδέων τε καὶ πικρῶν κράματι. πικροὶ μὲν

γὰρ οἱ ψόγοι,εὐπρόσιτοι δὲ οἱ ἔπαινοι. πρέπουσι δὲ ἄμφω προσώποις ἐνδόξοις. διὸ καὶ

ταχὺπαύονται. ἄλλως γὰρ, εἴπερ ἦν ἂν ὁμοιότης ἐν τούτοις, ἐποίησεν ἂν δεινὰ ἡ

ἐναὐτοῖς σκωπτικὴ τραχύτης. Ἰστέον δὲ καί, ὅτι σκώπτει τὸν Ὀδυσσέα ὁ βασιλεύς,

ἐπειδὴ θαρρεῖ τά γε εἰς αὐτόν. διὸ καὶ ὡς οἰκείῳ ἀπαρατηρήτως προσφέρεται, καθὰ καὶ

πρὸ τούτου τὸ βασιλικὸν συμπόσιον ἔδειξεν. οὐ πάνυ δὲπικρὸν τὸ σκῶμμα. τί γὰρ μέγα

δεινόν, εἰ κακοῖς δόλοις κεκοσμῆσθαι λέγειαὐτόν; ὃς οὐκ ἐπαισχύνεταί που τὸ παντοίοις

δόλοις κοσμεῖσθαι, ἀλλὰ καὶ πᾶσινἀνθρώποις μέλεσθαι λέγει διὰ τοὺς δόλους. ὅθεν καὶ

παρασημαίνεται ὁ βασιλεύς,ὡς οὐ φιλονεικεῖ αὐτὸν περιώσιον ἤτοι μέγα. δι' οὗ

διδάσκει ὁ ποιητής, ὅπωςδεῖ τοῖς φίλοις προσφέρεσθαι, ὡς δέον ὂν μὴ νεικεῖν

περιώσιον, ἵνα ὕστερονδυνώμεθα καὶ ἀρέσεσθαι ἤτοι συναρμοσθῆναι φιλικῶς καὶ εἰς

ἀρθμόν, ὅ ἐστινἁρμονίαν φιλίας, ἐλθεῖν. τὸ γὰρ νεῖκος στάσις τε καὶ διάστασις. καὶ

τοιάδεμὲν ταῦτα. (ῃ. 338 ς.) Ἐν δὲ τῷ «ὦ υἱὲ Πετεῶο» ἐκτείνεται ἡ λήγουσα

τῆςκλητικῆς, ὡς καὶ ἑτέρωθι δηλοῦται, λόγῳ κοινῆς συλλαβῆς, διά τε τὴν

προηγουμένην δασεῖαν καὶ διὰ τὴν ἐπικειμένην ὀξεῖαν καὶ διὰ τὴν τῆς λέξεως

καταπεραίωσιν καὶ διὰ τὸ δύνασθαι διπλασιάζεσθαι τὸ ἐπαγόμενον ἄφωνον. Τὸ

δέ»κακοῖσι δόλοισι» πρὸς διαφορὰν κεῖται δόλων ἑτέρων ἀγαθῶν, οἷς ἐπαινετῶςἄν τις

κοσμοῖτο, [καθὰ καί τις ἄλλος κλεπτοσύνῃ θ' ὅρκῳ τε τοῖς οὐ κακοῖς,ψεγόμενος μέντοι

καὶ ἐκεῖνος, ἤκουσεν ἂν κακῇ τε κλεπτοσύνῃ καὶ κακοῖςὅρκοις κεκοσμῆσθαι. ὅτι δὲ καὶ

ἀψεγέσι δόλοις ὁ πολυμήχανος Ὀδυσσεὺς ἐκοσ1.760 μεῖτο, δι' οὓς πᾶσιν ἀνθρώποις οὐκ

ἐμισεῖτο ἀλλ' ἔμελεν, ὁ ποιητὴς ἱστορεῖ.οὕτω τις καὶ ἀπάτῃ χρώμενος εἰς δέον οὐκ ἂν

ψέγοιτο, εἴγε κατὰ τὴν παροιμίανἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός. ᾗ ἀντίκειται ἡ

κακή, ὁποίαν ὁ βασιλεὺς ἐκ ∆ιὸς ἔπαθε. διὸ καί, ὡς ἐκ τοῦ ἀψόγου δόλου ὠνομάσθη, ὡς

εἰκός, ὁ ∆όλιος,τὸ κύριον, καὶ ὁ ∆όλοψ, οὕτω ἐκ τῆς οὐ φαύλης ἀπάτης ὁ Ἐλεφήνωρ, ὡς

ἐκ τοῦἐλεφαίρω, τὸ ἀπατῶ, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται. Ὅτι δὲ Ὀδυσσεὺς

ὡς καὶ δόλιος καὶ δόλων ἆτος ἐξ Ἑρμοῦ ἐλέγετο κατάγεσθαι, δῆλόν ἐστιν. ἐξ Ὁμήρου δὲ

παρείλκυσε καὶ Σοφοκλῆς κίναδος ἐπίτριπτον τὸν Ὀδυσσέα σκῶψαι ὡς δόλιον κατὰ

ἀλώπεκα τὴν καὶ κερδώ, ἀφ' ἧς εἴη ἂν καὶ κερδαλεόφρων. καὶ μὴν ἄλλως ἐνταῦθα]

κερδαλεόφρονα τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ,ὡς δῆθεν πραγματευόμενον τὸ ἔξω

κινδύνων ἑστάναι. (ῃ. 340) Τὸ δέ «καταπτώσσοντες ἀφέστατε» δηλοῖ καὶ ἑτεροίαν εἶναι

μάχης ἀπόστασιν μὴ ψεκτήν,ὁποίαν ὁ Ὀδυσσεὺς οἰκειοῦται, οὐκ ἂν μεθίεσθαι τοῦ

πολέμου εἰπών, εἴπερἦν ὀξὺς Ἄρης, περὶ οὗ προδεδήλωται. συγκέκοπται δὲ τὸ ἀφέστατε

ὡς ἀπὸ τοῦἀφεστήκατε. διὸ καὶ δασύνεται. ἐν δὲ τῷ «μίμνετε δ' ἄλλους» τὸ ἄλλους

περὶπύργων νοητέον, ὡς δηλοῦται ἐν τῷ «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν πρὸ

ὑμῶνμάχοιντο». (ῃ. 341) Τὸ δέ «μετὰ πρώτοισιν ἐόντας» καλὸν μὲν καὶ οὕτωγραφέν. ἦν

δὲ γράψαι καὶ ἐοῦσι, κατὰ δοτικήν. ἀμφοτέρως γὰρ ἔχει τὸ ἀσόλοικον. ἡ δὲ τοιαύτη

διπλόη τῆς συντάξεως πολλαχοῦ διαφαίνεται. (ῃ. 342) Μάχηδὲ καυστειρὴ μυριαχοῦ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

460

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!