Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

καιριωτέραντοῦ ᾤχετο. τοιοῦτον καὶ τὸ «οὐρῆας ἐπῴχετο» καὶ πρὸ αὐτοῦ τὸ «ἱστὸν ἐποιχομένην». τὸ δὲ καλέσσατο οὐ κοινόν, ὡς τὸ ἐκάλεσεν, ἀλλὰ Ἀττικόν, ὡς καὶ τὸ»καλοῦμαι Στρεψιάδην» παρὰ τῷ Κωμικῷ.] (ῃ. 54) Ὅτι πολλάκις ἄλλα μέρηλόγου ἀντὶ ἄλλων λαμβάνονται διὰ τὴν πρὸς ἄλληλα συγγένειαν, οἷον ἀπαρέμφατα ἀντὶ ὀνομάτων, ὡς ἐν τῷ «περίεστε μὲν τῇ βουλῇ, περὶ δ' ἐστὲ μάχεσθαι»ἤγουν περίεστε δὲ καὶ ὑπερέχετε καὶ ἐν τῇ μάχῃ. λαμβάνονται δὲ καὶ μετοχαὶἀντὶ ὀνομάτων, ὡς ὅτε τὴν τοῦ δεῖνός φαμεν ἐρωμένην ἀντὶ τοῦ γυναῖκα καὶνόσον οὐλομένην τὴν ὀλεθρίαν. καὶ ὀνόματα ἀντὶ ἐπιρρημάτων, ὡς τὸ πλατὺχαίνειν ἀντὶ τοῦ πλατέως καὶ ὠκὺ βαδίζειν ἀντὶ τοῦ ταχέως. καὶ ἀντωνυμίαιδὲ ἀντὶ ἐπιρρημάτων, ὡς τὸ ἄλλῃ ἀντὶ τοῦ ἀλλαχοῦ καὶ ταύτῃ ἀντὶ τοῦ οὕτω. 1.72 καὶ σύνδεσμος δὲ ἀντὶ προθέσεως λαμβάνεται, οἷον ὁ ˉδˉε ἀντὶ τῆς ˉεˉιˉς ἐν τῷ[Πυθῶδε ἤγουν εἰς Πυθὼ] καὶ ἀγορήνδε καὶ φύγαδε καὶ οἴκαδε ἀντὶ τοῦ εἰςἀγορὰν καὶ εἰς φυγὴν καὶ εἰς οἶκον. ἔστι δὲ ἐξ ἀντιστρόφου καὶ πρόθεσιν εὑρεῖνποτε λαμβανομένην ἀντὶ συνδέσμου, ὡς ὅτε τις εἴπῃ, ὅτι ἐκ τῶνδε τάδε γενήσεται τουτέστιν ἕνεκεν τούτων τάδε συμβήσεται. ἐνταῦθα γὰρ ἡ ˉἐˉκ πρόθεσιςἰσοδυναμεῖ συνδέσμῳ τῷ ἕνεκεν. οὕτω δὲ πολλάκις νοεῖται καὶ τὸ ἐπὶ τούτοιςἀντὶ τοῦ διὰ ταῦτα καὶ ἕνεκεν τούτων. καὶ ὁ εἰπὼν δὲ ὅτι ὁ μῦθος κοινός ἐστι τῶνῥητόρων ἐκ παραινέσεως ἀντὶ συνδέσμου τοῦ ἕνεκεν τὴν ἐκ πρόθεσιν ἔλαβε. καὶταῦτα μὲν οὕτως. [Ἰστέον δὲ ὅτι, ὡς ἐν τῷ τοιόσδε, τοσόσδε, τηλικόσδε, ὅδε,ἥδε καὶ τοῖς ὁμοίοις, οὕτω καὶ ἐν τῷ πόλεμόνδε, Πυθῶδε, φύγαδε, οἴκαδε,Ἄϊδόσδε καὶ τοῖς τοιούτοις, δυνατὸν ἐπέκτασιν μὲν εἶναι τὴν ˉδˉε συλλαβήν,λαμβάνεσθαι δ' ἔξωθεν πρόθεσιν χάριν συντάξεως ἐντελοῦς, ὁποῖόν τι γίνεταικαὶ ἐν τῷ «τόδ' ἱκάνεις», ἤγουν εἰς τόδε τὸ χωρίον, καὶ ἐν τῷ τῇδε, ὅ ἐστιν ἐνταύτῃ τῇ ὁδῷ τυχὸν ἢ τῇ κώμῃ. ὅτι δὲ ἐπέκτασιν ποιεῖ οὐ μόνον τὸ ˉι ἐν τῷοὑτοσί καὶ νυνί καὶ ἐνταυθί κατὰ τὸν τεχνικὸν Γεώργιον καὶ ὄψι, ὅθεν καὶὀψιμαθής, καὶ νυνμενί, φησί, καὶ νυνγαρί ἀντὶ τοῦ νῦν, ἀλλὰ καὶ τὸ ˉη ἐν τῷ ὁτιήκαὶ τίη ἀντὶ τοῦ τί βαρυτόνως ἢ κατά τινας τιή ὀξυτόνως καὶ ἐπειή ἀντὶ τοῦἐπειδή. ἔτι δὲ καὶ ἡ ˉθˉα συλλαβὴ ἐν τῷ ἦσθα καὶ ἔφησθα καὶ τοῖς ὁμοίοις,ὁμοίως δὲ καὶ τὸ ˉδ μετὰ τοῦ ˉι, οἷον ὁδὶ καὶ νυνδὶ ἀντὶ τοῦ νῦν καὶ ἐνθαδί, τὰπλείω δὲ μᾶλλον ἡ ˉδˉε συλλαβή, δῆλόν ἐστι. ταύτῃ δὲ τῇ ἐπεκτάσει χαίρειμάλιστα ἡ ποίησις, ὡς δηλοῖ καὶ τὸ ἄστυδε, ἅλαδε, πόλινδε, Τροίηνδε. οὕτω δὲκαὶ τὸ κλισίηνδε, περὶ ἧς κλισίης ἑτέρωθι ῥηθήσεται.] Ἀγορὰ δὲ ὁ τόπος τε τῆςσυνάξεως καὶ τὸ πλῆθος δὲ τὸ συναγόμενον καὶ αὐτὴ ἡ δημηγορία. παρὰ δὲἩροδότῳ κεῖται καὶ πόλις Θρᾳκία καλουμένη Ἀγορά. ὅτι δὲ ἡ βουλευτικὴ ἀγορὰ τίμιόν τι καὶ θεῖον πρᾶγμα, δηλοῖ καὶ τὸ ∆ιὸς Ἀγοραίου βωμὸν ἱδρῦσθαιἀλλαχοῦ τε καὶ κατὰ Ἡρόδοτον περὶ Σικελίαν. Ὅτι πιθανὸς ἀεὶ ἐν τοῖς πλάσμασιν ὢν ὁ ποιητὴς τοιοῦτος καὶ ἐνταῦθά ἐστι περὶ τὰς ἡμέρας τοῦ λοιμοῦ.εἰ μὲν γὰρ περὶ πρώτην εὐθὺς ἡμέραν ἢ δευτέραν ἢ τρίτην τὸ τῆς νόσου 1.73 ἐζητεῖτο αἴτιον, ἀπίθανος καὶ οὐκ εὔπλαστος ὁ λόγος ἦν. τί γὰρ ἰδὼν βαρὺ ὁἈχιλλεὺς ζητήσει τὴν αἰτίαν; πόθεν δὲ καὶ στοχάσεται, ὅτι μηνίει Ἀπόλλων ὁ τῷ λοιμῷ ἐπιστατῶν, μηδενὸς παραδόξου συμβάντος; ἐπεὶ δὲ παρῆλθον ἤδηἐννέα ἡμέραι τόσον χωσαμένου Ἀπόλλωνος καὶ τὸ κακὸν δέον ὂν κατὰ τοὺςπαλαιοὺς ἐν τοσαύταις ἡμέραις ὑπολωφῆσαι, εἰ μὴ θεόθεν ἦν, τὸ δὲ ἐπὶ πλέονπροάγεται, τότε δὴ ζητεῖται τὸ αἴτιον. Ἀχιλλεὺς δὲ ζητεῖ τὴν αἰτίαν καὶ οὐκἄλλος τις τῶν Ἑλλήνων, ὡς μὲν Ὅμηρος λέγει, ἐπεὶ αὐτῷ ἐν φρεσὶν ἔθετο Ἥρα κηδομένη τῶν ∆αναῶν διά τε τὸ ὑβρισθῆναι ὑπ' Ἀλεξάνδρου τοῦ Τρωὸς καὶ θέλειν τὴν τῶν Ἑλλήνων σωτηρίαν ἐπὶ βλάβῃ τῶν Τρώων καὶ ὅτι καὶ τὸτῶν Ἀργείων πρωτόθετον Ἄργος αὐτῆς ἦν, ὅθεν Ἀργεία ἐλέγετο, ὅ ἐστι Πελοποννησία. ὡς δὲ ἡ ἀλληγορία φησίν–Ὅμηρος γὰρ πολλαχοῦ ἐπικρύπτει ποιητικώτερον τὰς ἀληθεῖς αἰτίας–ὁ Ἀχιλλεὺς τὴν τοῦ λοιμοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 46

αἰτίαν ζητεῖδιὰ τὸ ἰατρικὸς εἶναι, οἷα κατὰ τὴν ποίησιν μαθητευθεὶς ἰατρῷ τῷ Χείρωνι,ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ὁρῶν οὖν ὅτι νυκτὶ ὁ Ἀπόλλων, ὡς προείρηται,ἔοικε διὰ τὴν τοῦ ἀέρος πάχυνσιν καὶ ζόφωσιν καὶ ὅτι ὁ ἀὴρ οὐκ εἰλικρινῶς ἔχει,ἀλλὰ πάνυ νοσοποιός ἐστι, θεομηνίαν εἶναι τὸ πάθος συμβάλλεται πρῶτος τῆςτοῦ κακοῦ αἰτίας αἰσθόμενος ὡς ἰατρός. τοῦτο γὰρ ὁ μῦθος, φασίν, αἰνίσσεταιδιὰ τοῦ εἰπεῖν, ὅτι ἡ Ἥρα τῷ Ἀχιλλεῖ ἐν φρεσὶν ἔθετο. Ἥρα μὲν γὰρ ὁ ἀήρ.Ἀχιλλεὺς δὲ ἐξ ἀέρος τὴν τοῦ κακοῦ αἰτίαν νοεῖ. καὶ ἄλλως δέ γε τὸν Ἀχιλλέα ποιεῖ Ὅμηρος νοοῦντά τε τὸ κακὸν καὶ ἀγορὰν συνάγοντα, ἵνα πιθανὸν δόξῃτὸ κατ' αὐτοῦ μόνου ὀργισθῆναι τὸν Ἀγαμέμνονα, ὡς καὶ πρώτου καὶ μόνουζητήσαντος καὶ λαλήσαντος καὶ διὰ τοῦτο τῆς Χρυσηΐδος αὐτὸν στερήσαντος.ἄνθρωπος γὰρ θυμούμενος οὐ προσλογίζεται τὸ δίκαιον, ἀλλ' εἴτε δικαίως εἴτεἀδίκως τὸν αἴτιον τοῦ ζημιωθῆναι κολάζει. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῶνἙλλήνων δημοκρατικόν· Ἀχιλλεὺς γὰρ δίχα βασιλέως ἀγείρει τὸν λαόν. ὡς δὲ ὁ ποιητὴς καὶ εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμὸν καὶ διὰ τοῦτο δοκεῖτισι κἀνταῦθα μὴ ἄλλον ἀριθμόν τινα θεῖναι, ἀλλὰ ἐννῆμαρ εἰπεῖν, πολλαχοῦ ἐντοῖς ἑξῆς φανήσεται. [Τὴν δὲ κατὰ τὸν Ἀχιλλέα ἰατρικὴν δηλοῖ καὶ ἡ ἐπ' αὐτῷπαροιμία φαμένη χρησμῳδικῶς ὡς «ὁ τρώσας καὶ ἰάσεται», ἣν ἔφηνε Τήλεφοςὁ Μυσὸς ὑπ' Ἀχιλλέως καὶ πληγεὶς καιρίαν καὶ ἰαθείς. ὅθεν καὶ Τηλέφειατραύματα κακοήθη, ὁποῖα θεραπεύσοι ἂν Ἀχιλλεύς, ὡς καὶ τὸ Τηλέφου·καθὰ καὶ Χειρώνεια, ὅσα δυσαλθῆ ὄντα δέοιντ' ἂν ἰατροῦ τοῦ Χείρωνος. 1.74 (ῃ. 56) Ἰστέον δὲ ὡς εἰπὼν ὁ ποιητής «κήδετο γὰρ ∆αναῶν, ὅτι ῥα θνήσκονταςὁρᾶτο» ἐπιτηδευτὴν παρίσωσιν ἐποίησε διὰ τοῦ κήδετο καὶ τοῦ ὁρᾶτο τῶνἸωνικῶν. ἄλλως γὰρ εἶχεν εἰπεῖν Ἀττικῶς, ὅτι ῥα θνῄσκοντας ἑώρα.] (ῃ. 55) Ὅτι δὲ Ἥρα ὁ ἀήρ, δηλοῦται, φασί, καὶ ἐκ τοῦ ἀναγραμματισμοῦ. ἐξ ὧν γὰρ ἡ Ἥρα γραμμάτων, ἐκ τούτων λαλεῖται καὶ ὁ ἀήρ. τοῦτο δὲ ὁμοιότητα τῶνταὐτογραφουμένων δηλοῖ. τοιαῦτά τινα καὶ τὸ χόλος ὄχλος καὶ τὸ ἀρετή ἐρατήκαὶ τὸ φλύαρος φλαῦρος παρ' Ἀττικοῖς. καὶ ἐν τούτοις γὰρ συγγένειά τις,ὥσπερ ἐν γράμμασιν, οὕτω καὶ ἐν νοήμασιν. οὕτω τις τῶν ἐπιτρίπτων κολάκωντὸ Ἀρσινόη «Ἥρας ἴον» ἀνεγραμμάτιζεν αἰκάλλων θωπευτικῶς τὴν βασίλισσαν Ἀρσινόην, ὡς πρέπουσαν εἶναι Ἥρας ὀσφράδιον. τοῦ δὲ αὐτοῦ τύπου καὶ τὸ λιαρός ἱλαρός· ἤδη δέ που καὶ τὸ λόχος ὄχλος καὶ τὸ ὀλίγος λοιγὸς καὶ τὸ ὄλισθοςλοῖσθος καὶ τὸ χλόη χολὴ καὶ τὸ ῥα ἄρ, δι' ὧν δηλοῦται τὸ δή· καὶ τὸ ἀγρυπνίαἀργυπνία καὶ τὸ Ἄτλας τάλας καὶ τὸ παραχύτης σαπρὰ τύχη καὶ ἕτερα, [ἐν οἷςκαὶ τὸ κάρα καὶ ἄκρα ταὐτιζόμενα ἐν τῷ κατ' ἄκρης· ἤδη δὲ καὶ τὸ καρίς ἀκρίς.μάλιστα δὲ προσφυὲς εἰς τὸ κατὰ τὴν Ἥραν ἀναγραμματιζόμενον τὸ Ῥέα κύριον εἰς τὸ ἔρα, ὅ ἐστι γῆ, εἰς ἣν δηλαδὴ ἀλληγορεῖται ἡ τοῦ Κρόνου γυνὴῬέα κατὰ τὸ «ὀρεστέρα παμβῶτι γᾶ, μᾶτερ αὐτοῦ ∆ιός», ὃ κεῖται παρὰ Σοφοκλεῖ. Ἰστέον δὲ ὅτι τὰς γυναῖκας εἰωθὼς ὁ ποιητὴς ἐπιθετικῶς ἐπαινεῖν ἐκ μὲν τῶν κατὰ ψυχὴν δαΐφρονας καλεῖ καὶ ἰφθίμας καὶ κέρδεα εἰδυίας καὶ ὅσαἄλλα ἐθέλει, ἀπὸ δὲ τῶν ἐκτὸς εὐπατερείας, εὐειδέας, καλλιπαρῄους, ἑλικώπιδας, ῥοδοδακτύλους, βοώπιδας, ἀργυροπέζας καὶ ἕτερα. ἐνταῦθα δὲ λευκώλενον Ἥρην φησίν, ὃ κατ' ἀλληγορίαν τὸ διαφανὲς τοῦ ἀέρος αἰνίττεται. Ἰωνικὸν δὲ τὸ Ἥρη ὡς γὰρ θήρα θήρη, πήρα πήρη, οὕτω καὶ Ἥρα Ἥρη· ὡς δὲ ἡὠλένη, ἀφ' ἧς ἡ λευκώλενος, ἐκ τοῦ ὀλῶ, τὸ πράττω, γίνεται ἐπενθέσει τοῦ ˉυκατὰ Ἴωνας, ἵνα ᾖ οὐλένη καὶ ∆ωρικῶς ὠλένη, καὶ ἀλλαχοῦ εἰρήσεται.] (ῃ. 57)Ὅτι τὸ «ἤγερθεν» σημαίνει μὲν ἐνταῦθα τὸ ἠθροίσθησαν ἀπὸ θέματος τοῦ ἀγείρω.ἔστι δὲ Αἰολικόν· κανονίζεται δὲ ἀπὸ τῆς ἀγερθέντος μετοχῆς ἀποβολῇ τῆς ˉτˉοˉς.πλατύτερον δὲ περὶ τούτου καὶ τῶν ὁμοίων ῥημάτων λεχθήσεται μετ' ὀλίγα,ὅτε λέγει περὶ Ἀθηνᾶς ἐν τῷ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». Ἰστέον δὲ ὅτι τὸ ἤγερθεν σημαίνει Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 47

καιριωτέραντοῦ ᾤχετο. τοιοῦτον καὶ τὸ «οὐρῆας ἐπῴχετο» καὶ πρὸ αὐτοῦ τὸ «ἱστὸν

ἐποιχομένην». τὸ δὲ καλέσσατο οὐ κοινόν, ὡς τὸ ἐκάλεσεν, ἀλλὰ Ἀττικόν, ὡς καὶ

τὸ»καλοῦμαι Στρεψιάδην» παρὰ τῷ Κωμικῷ.] (ῃ. 54) Ὅτι πολλάκις ἄλλα μέρηλόγου

ἀντὶ ἄλλων λαμβάνονται διὰ τὴν πρὸς ἄλληλα συγγένειαν, οἷον ἀπαρέμφατα ἀντὶ

ὀνομάτων, ὡς ἐν τῷ «περίεστε μὲν τῇ βουλῇ, περὶ δ' ἐστὲ μάχεσθαι»ἤγουν περίεστε δὲ

καὶ ὑπερέχετε καὶ ἐν τῇ μάχῃ. λαμβάνονται δὲ καὶ μετοχαὶἀντὶ ὀνομάτων, ὡς ὅτε τὴν

τοῦ δεῖνός φαμεν ἐρωμένην ἀντὶ τοῦ γυναῖκα καὶνόσον οὐλομένην τὴν ὀλεθρίαν. καὶ

ὀνόματα ἀντὶ ἐπιρρημάτων, ὡς τὸ πλατὺχαίνειν ἀντὶ τοῦ πλατέως καὶ ὠκὺ βαδίζειν

ἀντὶ τοῦ ταχέως. καὶ ἀντωνυμίαιδὲ ἀντὶ ἐπιρρημάτων, ὡς τὸ ἄλλῃ ἀντὶ τοῦ ἀλλαχοῦ

καὶ ταύτῃ ἀντὶ τοῦ οὕτω. 1.72 καὶ σύνδεσμος δὲ ἀντὶ προθέσεως λαμβάνεται, οἷον ὁ ˉδˉε

ἀντὶ τῆς ˉεˉιˉς ἐν τῷ[Πυθῶδε ἤγουν εἰς Πυθὼ] καὶ ἀγορήνδε καὶ φύγαδε καὶ οἴκαδε

ἀντὶ τοῦ εἰςἀγορὰν καὶ εἰς φυγὴν καὶ εἰς οἶκον. ἔστι δὲ ἐξ ἀντιστρόφου καὶ πρόθεσιν

εὑρεῖνποτε λαμβανομένην ἀντὶ συνδέσμου, ὡς ὅτε τις εἴπῃ, ὅτι ἐκ τῶνδε τάδε γενήσεται

τουτέστιν ἕνεκεν τούτων τάδε συμβήσεται. ἐνταῦθα γὰρ ἡ ˉἐˉκ πρόθεσιςἰσοδυναμεῖ

συνδέσμῳ τῷ ἕνεκεν. οὕτω δὲ πολλάκις νοεῖται καὶ τὸ ἐπὶ τούτοιςἀντὶ τοῦ διὰ ταῦτα καὶ

ἕνεκεν τούτων. καὶ ὁ εἰπὼν δὲ ὅτι ὁ μῦθος κοινός ἐστι τῶνῥητόρων ἐκ παραινέσεως

ἀντὶ συνδέσμου τοῦ ἕνεκεν τὴν ἐκ πρόθεσιν ἔλαβε. καὶταῦτα μὲν οὕτως. [Ἰστέον δὲ ὅτι,

ὡς ἐν τῷ τοιόσδε, τοσόσδε, τηλικόσδε, ὅδε,ἥδε καὶ τοῖς ὁμοίοις, οὕτω καὶ ἐν τῷ

πόλεμόνδε, Πυθῶδε, φύγαδε, οἴκαδε,Ἄϊδόσδε καὶ τοῖς τοιούτοις, δυνατὸν ἐπέκτασιν μὲν

εἶναι τὴν ˉδˉε συλλαβήν,λαμβάνεσθαι δ' ἔξωθεν πρόθεσιν χάριν συντάξεως ἐντελοῦς,

ὁποῖόν τι γίνεταικαὶ ἐν τῷ «τόδ' ἱκάνεις», ἤγουν εἰς τόδε τὸ χωρίον, καὶ ἐν τῷ τῇδε, ὅ

ἐστιν ἐνταύτῃ τῇ ὁδῷ τυχὸν ἢ τῇ κώμῃ. ὅτι δὲ ἐπέκτασιν ποιεῖ οὐ μόνον τὸ ˉι ἐν

τῷοὑτοσί καὶ νυνί καὶ ἐνταυθί κατὰ τὸν τεχνικὸν Γεώργιον καὶ ὄψι, ὅθεν καὶὀψιμαθής,

καὶ νυνμενί, φησί, καὶ νυνγαρί ἀντὶ τοῦ νῦν, ἀλλὰ καὶ τὸ ˉη ἐν τῷ ὁτιήκαὶ τίη ἀντὶ τοῦ

τί βαρυτόνως ἢ κατά τινας τιή ὀξυτόνως καὶ ἐπειή ἀντὶ τοῦἐπειδή. ἔτι δὲ καὶ ἡ ˉθˉα

συλλαβὴ ἐν τῷ ἦσθα καὶ ἔφησθα καὶ τοῖς ὁμοίοις,ὁμοίως δὲ καὶ τὸ ˉδ μετὰ τοῦ ˉι, οἷον

ὁδὶ καὶ νυνδὶ ἀντὶ τοῦ νῦν καὶ ἐνθαδί, τὰπλείω δὲ μᾶλλον ἡ ˉδˉε συλλαβή, δῆλόν ἐστι.

ταύτῃ δὲ τῇ ἐπεκτάσει χαίρειμάλιστα ἡ ποίησις, ὡς δηλοῖ καὶ τὸ ἄστυδε, ἅλαδε, πόλινδε,

Τροίηνδε. οὕτω δὲκαὶ τὸ κλισίηνδε, περὶ ἧς κλισίης ἑτέρωθι ῥηθήσεται.] Ἀγορὰ δὲ ὁ

τόπος τε τῆςσυνάξεως καὶ τὸ πλῆθος δὲ τὸ συναγόμενον καὶ αὐτὴ ἡ δημηγορία. παρὰ

δὲἩροδότῳ κεῖται καὶ πόλις Θρᾳκία καλουμένη Ἀγορά. ὅτι δὲ ἡ βουλευτικὴ ἀγορὰ

τίμιόν τι καὶ θεῖον πρᾶγμα, δηλοῖ καὶ τὸ ∆ιὸς Ἀγοραίου βωμὸν ἱδρῦσθαιἀλλαχοῦ τε καὶ

κατὰ Ἡρόδοτον περὶ Σικελίαν. Ὅτι πιθανὸς ἀεὶ ἐν τοῖς πλάσμασιν ὢν ὁ ποιητὴς

τοιοῦτος καὶ ἐνταῦθά ἐστι περὶ τὰς ἡμέρας τοῦ λοιμοῦ.εἰ μὲν γὰρ περὶ πρώτην εὐθὺς

ἡμέραν ἢ δευτέραν ἢ τρίτην τὸ τῆς νόσου 1.73 ἐζητεῖτο αἴτιον, ἀπίθανος καὶ οὐκ

εὔπλαστος ὁ λόγος ἦν. τί γὰρ ἰδὼν βαρὺ ὁἈχιλλεὺς ζητήσει τὴν αἰτίαν; πόθεν δὲ καὶ

στοχάσεται, ὅτι μηνίει Ἀπόλλων ὁ τῷ λοιμῷ ἐπιστατῶν, μηδενὸς παραδόξου συμβάντος;

ἐπεὶ δὲ παρῆλθον ἤδηἐννέα ἡμέραι τόσον χωσαμένου Ἀπόλλωνος καὶ τὸ κακὸν δέον ὂν

κατὰ τοὺςπαλαιοὺς ἐν τοσαύταις ἡμέραις ὑπολωφῆσαι, εἰ μὴ θεόθεν ἦν, τὸ δὲ ἐπὶ

πλέονπροάγεται, τότε δὴ ζητεῖται τὸ αἴτιον. Ἀχιλλεὺς δὲ ζητεῖ τὴν αἰτίαν καὶ οὐκἄλλος

τις τῶν Ἑλλήνων, ὡς μὲν Ὅμηρος λέγει, ἐπεὶ αὐτῷ ἐν φρεσὶν ἔθετο Ἥρα κηδομένη τῶν

∆αναῶν διά τε τὸ ὑβρισθῆναι ὑπ' Ἀλεξάνδρου τοῦ Τρωὸς καὶ θέλειν τὴν τῶν Ἑλλήνων

σωτηρίαν ἐπὶ βλάβῃ τῶν Τρώων καὶ ὅτι καὶ τὸτῶν Ἀργείων πρωτόθετον Ἄργος αὐτῆς

ἦν, ὅθεν Ἀργεία ἐλέγετο, ὅ ἐστι Πελοποννησία. ὡς δὲ ἡ ἀλληγορία φησίν–Ὅμηρος γὰρ

πολλαχοῦ ἐπικρύπτει ποιητικώτερον τὰς ἀληθεῖς αἰτίας–ὁ Ἀχιλλεὺς τὴν τοῦ λοιμοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

46

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!