18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βραχέωνὍμηρος ἐν τῷ «οὐ βρίζοντα οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα

μάχεσθαι,ἀλλὰ μάλα σπεύδοντα». Τὸ δὲ μήστωρες οὐ διὰ μέτρον ἐκτείνει τὴν

παραλήγουσαν, ἀλλὰ κατὰ διάλεκτον Ἀττικήν. ὅτι δὲ Κεφαλλήνων ἄρχει ὁ Ὀδυσσεύς,

καὶ ἐν τῇ Βοιωτίᾳ δηλοῦται, ὅπου, ὡς καὶ ἐν Ὀδυσσείᾳ, εἴρηται καὶ πόθενἕλκουσιν οἱ

Κεφαλλῆνες τὸ ὄνομα. (ῃ. 329) Ὅτι πλησίον τῶν Ἀθηναίων ὁ Ὀδυσσεὺς τάττεται

χαίρων αὐτοῖς, ὡς εἰκός, διά τε τὴν τοῦ ἔθνους λογιότητακαὶ διὰ τόν, ὡς ἐρρέθη,

τακτικώτατον ἐν αὐτοῖς βασιλέα Πετεών. [(ῃ. 331) Κεῖται δ' ἐν τούτοις καὶ τὸ «ἠκούετο

λαός» ἀντὶ τοῦ ἤκουεν, Ἀττικὸν ὂν καὶ Ἰωνικὸν καὶ αὐτό, καθὰ παρὰ Σοφοκλεῖ σὺν

μυρίοις ἄλλοις καὶ τὸ «ἐσῴζετοτὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται», ἀντὶ τοῦ ἔσῳζε καὶ

ἀντὶ τοῦ σῴζει.](ῃ. 333–5) Ὅτι σχῆμα κεῖται ἀμφιβολίας καὶ ἐνταῦθα δύο ἐννοίας

προϊσχόμενον.φησὶ γάρ, ὡς οἱ περὶ Μενεσθέα καὶ Ὀδυσσέα «ἵσταντο μένοντες», ἤτοι

ἀναμέ1.758 νοντες, «ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ

ἄρξειανπολέμοιο», τουτέστιν ἀνέμενον, πότε ἂν πύργος, ἤτοι τάξις Τρώων κατὰ

τῶνἈχαιῶν ἐκταχθεῖσα, προεπιχειρήσῃ καὶ κατάρξῃ τῆς μάχης ἐπὶ παραβάσει

τῶνσυνθηκῶν συμπαρασπονδήσασα τῷ Πανδάρῳ. ἢ καὶ ἄλλως, ἀνέμενον

συντεταγμένοι, ὡς εἴρηται, οἱ Ἀθηναῖοι καὶ οἱ Κεφαλλῆνες, ὁπότε πύργος Ἀχαιῶν

ἄλλος, Ἑλληνικὸς δηλαδή, κατὰ Τρώων ὁρμήσει, ὃ καὶ κάλλιον, ὡς δῆλον καὶ ἐκ

τοῦἐφεξῆς εἰπεῖν, ὅτι ὁ βασιλεὺς ἔβη μετ' ἄλλους, ἵνα ὥσπερ τὸ μετ' ἄλλους, οὕτωκαὶ τὸ

πύργος ἄλλος νοοῖτο ἐπὶ Ἀχαιῶν. εἰ καί τινες αἰτιῶνται καὶ τοῦτο λέγοντες δεῖν

συντεταγμένως αὐτοὺς πολεμεῖν. (ῃ. 338–48) ∆ιόπερ ὁ Ἀγαμέμνωνκακοῖς δόλοις

κεκασμένον καὶ τὰ ἑξῆς τὸν Ὀδυσσέα ἐρεῖ αἰτιασάμενος καὶ τὸν Μενεσθέα ἐν τῷ εἰπεῖν

οὕτως· «ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος καὶ σὺκακοῖσι δόλοισι κεκασμένε

κερδαλεόφρον, τίπτε καταπτώσσοντες ἀφέστατε,μίμνετε δ' ἄλλους; σφῶϊν μέν τ'

ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲμάχης καυστειρῆς ἀντιβολῆσαι. πρῶτοι γὰρ

καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί· ἔνθα φίλ'

ὀπταλέα κρέα ἔδμεναιἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον. νῦν δὲ

φίλως χ' ὁρόῳτε»,ἤγουν ἡδέως ἂν βλέποιτε, «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμῶν

προπάροιθε μάχοιντο». συνάγει δὲ ὁ λόγος, ὅτι αἰσχρὸν ἐν συμποσίῳ μὲν τοῖς πρώτοις

καταλέγεσθαι ὑμᾶς, ἐν δὲ μάχῃ τοῖς δεκάτοις. καὶ οὕτω μὲν ὁ βασιλεύς.(ῃ. 349–51)

Ὀδυσσεὺς δὲ οὐκ ἐνεγκὼν τὴν ἐπίπληξίν φησιν· «Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος

ὀδόντων;» ὃ δὴ μυριαχοῦ τῆς Ὁμηρικῆς κεῖται ποιήσεως·»πῶς δὴ φῂς πολέμοιο

μεθιέμεν, ὁππότ' Ἀχαιοὶ Τρωσὶν ἐφ' ἱπποδάμοισινἐγείρομεν ὀξὺν Ἄρηα;»

δικαιολογούμενος ἀπὸ καιροῦ πρὸς τὸ ἀργεῖν καὶ δοκεῖνπτώσσειν καὶ ὁμολογῶν μὲν

ἵστασθαι, αἴτιον δὲ τούτου λέγων τὸ μὴ εἶναι νῦνπόλεμον ὀξύν. Πρὸς ὃ μηδὲν ἔχων ὁ

βασιλεὺς ἀντειπεῖν ἱλαρυνθήσεται μικρὸνὅσον. (ῃ. 353–5) Τέως δὲ προστίθησιν

Ὀδυσσεὺς καὶ ταῦτα· «ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, Τηλεμάχοιο φίλον

πατέρα προμάχοισι μιγέντα Τρώων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις». Ἔνθα σημείωσαι, ὡς

Ὀδυσσεὺς μὲνἄρτι ὀργῆς γέγονεν ἀκρατὴς ἐν δέοντι, ∆ιομήδης μέντοι φέρει ἐν τοῖς ἑξῆς

τὴνἐπίπληξιν ἀκούσας τὸ «τί πτώσσεις» καὶ τὰ ἐφεξῆς. αἴτιον δέ, ὅτι αὐτὸς μὲννέος,

Ὀδυσσεὺς δὲ πρεσβύτερος καὶ φρονιμώτερος. οἱ δὲ τοιοῦτοι τιμᾶσθαισφᾶς αὐτοὺς δεῖν

οἴονται. καὶ ἄλλως δέ, ὁ Ὀδυσσεὺς ὡς πανοῦργος ἐπιπλήσσεται καὶ δριμύτερον ἤπερ ὁ

∆ιομήδης. αὐτῷ γὰρ ὁ τοῦ πατρὸς Τυδέως ἔπαινοςμειώσει τὴν ὕβριν. ἔτι δὲ λάλος

ἐπικληθεὶς ὁ ∆ιομήδης σιωπήσει, ἵνα μὴβεβαιώσῃ τοῖς ἔργοις τὴν ὕβριν. ἤκουσε γὰρ τοῦ

πατρὸς χερείων εἶναι τῇ μάχῃ,ἀμείνων δὲ τῇ ἀγορᾷ. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως.

(ῃ. 356–63) Ὁ δὲ1.759 βασιλεὺς γνοὺς εὐλόγως αὐτὸν ὀργιζόμενον, ἐπιμειδήσας καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

459

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!