18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπιθέτων εἰπών· «τοὺς δὲ ἰδὼν 1.754 γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων». οὕτω δὲ καὶ

τὸ «Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ» δὶς εἶπεν, ἐπί τε τῶν Κρητῶν καὶ ἐπὶ τοῦ

Νέστορος. Ὅτι δὲκαὶ ἡ ταὐτολογία ἐζηλοῦτο τοῖς παλαιοῖς, οὐκ ἔστιν ἀμφιβαλεῖν, καὶ

οὐ μόνονἐν ἐπῳδοῖς καὶ ἐν κρούμασι μουσικοῖς καὶ χορεύμασι καὶ λόγοις ἀγγέλων καὶ

ἐνμιμήσεσι θυμουμένων προσώπων καὶ ἐπιθυμούντων καὶ ἄλλως δὲ ἀγωνιώντων,ἀλλὰ

καὶ καθ' ἑτέρους τρόπους, ὧν εἷς καὶ ὁ κατ' Εὐριπίδην, ὃς ἐπετηδεύσατοἐν διαφόροις

τῶν αὐτοῦ δραμάτων ἀποτελευτᾶν ἐκεῖνα εἴς τε τὸ γνωμολογεῖνπολλὰς μορφὰς εἶναι

τῶν δαιμονίων καὶ ἑξῆς, καὶ εἰς τὸ ἐπεύχεσθαι στεφανηφόροςγίνεσθαι διὰ τοῦ νικᾶν,

ἀπαραποιήτως τὰς ῥηθείσας δύο ἐννοίας ταὐτολογῶν,ἔνθα δέον εἶναι μεθώδευσεν. (ῃ.

313–6) Ὅτι εὔχεται Ἀγαμέμνων συμβῆναι τῇ τοῦ Νέστορος προθυμίᾳ καὶ τὸ σῶμα

λέγων· «ὦ γέρον, εἴθ' ὡς θυμὸςἐνὶ στήθεσσι φίλοισιν, ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι

ἔμπεδος εἴη· ἀλλά σεγῆρας τείρει ὁμοίϊον, ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ

κουροτέροισιμετεῖναι», ἤγουν ἐν νέοις εἶναι. πρέπει δὲ ἡ εὐχὴ παντὶ ἀγαθῷ γέροντι. (ῃ.

31725) Ὁ δὲ Νέστωρ εἰπών, ὅτι μάλα μέντοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς οὕτως εἶναι,ἐπάγει

γνωμικῶς τὸ «ἀλλ' οὔ πως ἅμα πάντα θεὸς ἔδωκεν ἀνθρώποισιν· εἰ τότεκοῦρος ἔα, νῦν

αὖτέ με γῆρας ἱκάνει. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέσσομαι», ἤτοισυνέσομαι, «ἠδὲ κελεύσω»

καὶ ἑξῆς. πεζὸς γὰρ οὐκ ἔχει μάχεσθαι διὰ γῆρας.(ῃ. 314) Ἰστέον δέ, ὅτι τὸ «βίη δέ τοι

ἔμπεδος εἴη» ἀκριβῶς πρόσκειται διὰ τὸπολλοῖς γούνατα μὲν ἕπεσθαι, ὁποῖος καὶ ὁ

Τρωϊκὸς ποδώκης ∆όλων, βίαν δέ,ὅ ἐστιν ἀνδρίαν, μὴ προσεῖναι. ἀφ' ἧς βίας οἱ μεθ'

Ὅμηρον ῥήτορες νόημαβίαιον καλοῦσι τὸ γενναῖον καὶ ἀνδρικόν. (ῃ. 315) Γῆρας δὲ

«ὁμοίϊον» ὡς ἐπὶψόγῳ κεῖται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. σημειοῦνται γὰρ οἱ

παλαιοὶτὸ ὁμοίϊον τὸν ποιητὴν ἐπὶ φαύλου λαμβάνειν. Ἀπίων γοῦν καὶ Ἡρόδωρός

φασιν, ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον κατὰ διαίρεσίν φασι τὸ κακόν, οἷον»γῆρας τείρει

ὁμοίϊον» καὶ «νεῖκος ὁμοίϊον ἔμβαλε μέσον» καὶ «θάνατον μὲνὁμοίϊον» καὶ «τέλος

ὁμοίϊον πολέμου», ἵνα εἴη ὁμοίϊον περὶ ὃ πάντες ὁμοίωςδιάκεινται ὡς χαλεπόν. τὸ

μέντοι εἰπεῖν γῆρας ὁμοίϊον τὸ ὁμοίως πᾶσιν 1.755 ἐπικείμενον τοῖς ἐπιτεινομένοις εἰς

τὸ ζῆν εὐνόητον μέν, οὐκ ἀρέσκει δὲ τοῖςπαλαιοῖς. (ῃ. 321) Τὸ δὲ ἔα σημαίνει μὲν

κἀνταῦθα τὸ ἦν, δηλοῦται δὲ περὶ αὐτοῦἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (ῃ. 319) Ὅτι

Νέστωρ Ἐρευθαλίωνα τὸνἹππομέδοντος ἢ Ἀφείδαντος ἀνεῖλεν, ὡς αὐτὸς λέγει,

μονομαχήσας ἐκ προκλήσεως ἐν μάχῃ τῇ περὶ γῆς ὅρων προμαχῶν τῶν Πυλίων. φασὶ δὲ

καί,ὡς ὑπὸ χαρᾶς ὁ Νέστωρ τότε τὸ περιορισθὲν χωρίον ἅπαν ἐξῆλθε καὶ ὅτι

ἔτισκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες οἱ Ἀρκάδες τοῖς Πυλίοις αἴφνης

συνέβαλον καὶ ἐνίκησαν καὶ θάψαντες τοὺς νεκροὺς ἐπέγραψαν· «ἐνθάδ'Ἐρευθαλίωνα

φίλους τ' ἐπὶ τύμβον ἔθηκαν Ἀρκάδες, βασιλῆος γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε

Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο». (ῃ. 318 ς.) Σημείωσαι δέ, ὅπως ὁ ἐν ἄλλοις

πολύλογος Νέστωρ καιρίως νῦν ἐστένωσε τὸδιήγημα εἰπών· «μάλα μὲν ἐθέλοιμι οὕτως

εἶναι, ὡς ὅτε δῖον Ἐρευθαλίωνακατέκταν», ἤτοι ἐφόνευσα. οὐ γὰρ ἦν πολυλογεῖν ἐν

τοιούτῳ καιρῷ, μᾶλλον δὲπεριαυτολογεῖν. εἰ δὲ ὁ βασιλεὺς μετ' ὀλίγα τὴν τοῦ Τυδέως

ἱστορίαν πλατυλογεῖ,ἀλλ' ἐκεῖνος εἰς χρήσιμον τῷ καιρῷ τοῦτο ποιεῖ ἐπὶ ἐλέγχῳ τοῦ

∆ιομήδους. Σημείωσαι δέ, ὅτι πολλαχοῦ εἴωθεν ὁ ποιητὴς ἀνδραγαθοῦντα πάλαι ποτὲ

τὸν Νέστορα ἱστορεῖν, ἵνα ὁ γέρων εἴη ἀριστεὺς κατὰ τὸ παρῳχημένον, ἐπειδὴκατὰ τὸ

ἐνεστὼς ἀνδραγαθεῖν οὐ δύναται. σύγκεινται οὖν τοῖς Τρωϊκοῖςνεκροῖς παρὰ τῇ ποιήσει

ταύτῃ καί οἱ ποτε τοῦ Νέστορος. καὶ οὕτω καὶ αὐτὸςοὐκ ἀργὸς φαίνεται, ἀλλὰ τοῖς

ἀριστεῦσι συγκαταλέγεται, τῷ Τρωϊκῷ τούτῳπολυανδρίῳ ἐπιρρίπτοντος οἷον τοῦ

ποιητοῦ καὶ τοὺς τοῦ γέροντος Νέστοροςνεκρούς. ἐνταῦθα οὖν πρῶτον ὁ ποιητὴς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

457

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!