18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι», ἵνα ἔλεγε χρῆναι ἵππους ἐπέχειν μηδὲκλονεῖσθαι

καθ' ὅμιλον μηδέ τινα μόνον προπηδᾶν μηδὲ ἀναχωρεῖν. (ῃ. 305)Ἀλαπαδνότεροι δὲ ἀντὶ

τοῦ εὐκαταφρόνητοι, εὐπόρθητοι, ἐκ τοῦ ἀλαπάζω, τὸπορθῶ, κατὰ συγγένειαν τοῦ ˉζ

πρὸς τὸ ˉδ, ὡς καὶ ἐκ τοῦ παίζω παιδνός ἐνὈδυσσείᾳ καὶ ἐκ τοῦ ὀλοφύζω ὀλοφυδνός.

(ῃ. 306 ς.) Ὅτι καθάπαξ ὁ γέρωνΝέστωρ ἀργὰς ἔχων τὰς χεῖρας, ἀνύει ὅμως ἄλλως

ἀγαθὰ ταῖς βουλαῖςπολλαχοῦ τῆς ποιήσεως. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν αὐτῷ καὶ

μόνῳ τὴνεὐκοσμίαν τῆς κατὰ πόλεμον ἐκτάξεως θεωρεῖ τοὺς ἄλλους πάντας

παραδραμών.ποιεῖ οὖν αὐτὸν παραινοῦντα τοῖς ὑπ' αὐτὸν ἱππεῦσι καὶ τοιαῦτα· «ὃς δ'

ἂνἀνὴρ ἀπὸ ὧν», ἤγουν ἰδίων, «ὀχέων ἕτερα ἅρματα ἵκηται, ἔγχει ὀρεξάσθω,ἐπειὴ πολὺ

φέρτερον οὕτω». τουτέστιν· εἴ τις ἅρματος πολεμίου κρατήσει, μὴἀρκεσθήτω, ἵνα τυχὸν

καὶ εἰς τὰς νῆας κατάγῃ τὸ κρατηθέν, ἀλλὰ ἔγχειπάλιν πολεμείτω, ἵνα καί τι πλέον

κατορθώσῃ. ἢ καὶ ἄλλως· εἴ τις εἰς ἅρμα τοῦπλησίον Ἕλληνος ἀναβῇ, ὡς ἢ ἐκπεσὼν τοῦ

οἰκείου ἢ ἄλλως κατά τιναχρείαν, ἔγχει ὀρεξάσθω, τουτέστιν ἔγχος ἐκτεινάτω. ὀρέγω

γὰρ τὸ ἐκτείνω, ἐξοὗ καὶ ὀρεκτὰς ἔφη ἐν τῇ Βοιωτίᾳ μελίας, τὰς ἀπὸ χειρῶν

πληττούσας. παραταξάσθω οὖν, φησί, καὶ ἀμυνέτω καὶ μὴ ἡνιοχείτω, ἵνα μὴ τῇ ἀγνοίᾳ

τῆς τῶνἀλλοτρίων ἵππων συνηθείας βλάπτῃ μᾶλλον τὸν βοηθούμενον. οὕτω καὶ ὁ

Τρωϊκὸς Πάνδαρος ποιήσει, ὅτε εἰς τὸ τοῦ Αἰνείου ἀναβῇ ἅρμα. ἔνθα καὶ 1.753 αἰτίαν

ἐκεῖνος ταύτην πρὸς τὸν Αἰνείαν ἐρεῖ· «μή ποτε οἱ σοὶ ἵπποι δείσαντεςοὐκ ἐθέλωσιν

ἐκφέρειν πολέμοιο σὸν φθόγγον ποθέοντες». ἄλλοι δὲ καὶ οὕτωνοοῦσι τὸ τοῦ Νέστορος

παράγγελμα· εἴ τις τὸ οἰκεῖον ἀφεὶς εἰς ἑτέρου ὁμοεθνοῦςἅρμα ἔλθοι, δόρυ ἐκεῖνος ὁ

ἕτερος ἄνωθεν ὀρεξάσθω καὶ ἐκτείνας αὐτὸ ἀνακομισάτω ἐπὶ σωτηρίᾳ εἰς τὸ ἴδιον ἅρμα

τὸν εἰς αὐτὸν ἐλθόντα. κατὰ δὲ ἑτέρουςἐκεῖνος ὁ ἕτερος ὁμοεθνής, ὁ τὸ ἅρμα ἔχων,

ἔγχος ἐκτείνας παταξάτω τὸντοιοῦτον, ἵνα δηλαδὴ μηδεὶς τὸ ἴδιον ἀφῇ ἅρμα φόβῳ τοῦ

ὑπὸ τοῦ συμφυλέτουτρωθῆναι καὶ πεσεῖν. Καὶ σημείωσαι, ὅτι τὸ Ὁμηρικὸν τοῦτο

χωρίον ἀμφιβόλωςἔχει τέσσαρας ἐννοίας προβεβλημένον, καὶ ταύτας ἁπάσας ἔσω

λόγου κειμένας,ὡς δέδεικται. πολλαχοῦ δὲ Ὅμηρος καὶ οὕτω ποικίλλεται, ὡς εἶναι

εἰπεῖναὐτὸν ἐν τοῖς τοιούτοις «τετράγωνον ἄνευ ψόγου». μεταπίπτει μὲν γὰρ

ταῖςἀμφιβόλοις ἐννοίαις οὕτως ἢ οὕτως. ἐν ἁπάσαις δὲ σταθερός ἐστι καὶ

ἄψογος.Ἰστέον δέ, ὅτι τὸ «ἔγχει ὀρεξάσθω», ἀντὶ τοῦ ἐκταθήτω, πρὸς ὁμοιότηταεἴρηται

τοῦ «χειρὶ ὀρεξάσθω». διὸ καὶ ὥσπερ τὸ «χειρὶ ὀρεξάσθω», ἀντὶ τοῦ»ἐκτεινάτω τὴν

χεῖρα», οὕτω καὶ ἔγχει ὀρεξάσθω ἀντὶ τοῦ ἔγχος τεινάτω,καθὰ εἴρηται. ὥσπερ γὰρ ὁ

πόδα τείνων ἢ χεῖρα ποδὶ ὀρέγεται καὶ χειρί, οὕτωκαὶ ὁ δόρυ ἐκτείνων δόρατι ὀρέγεται,

τὴν τάσιν τῷ ἔγχει ποιούμενος διὰ μέσηςχειρός. (ῃ. 308 ς.) Ὅτι ἀγαθὰ ὁ ποιητὴς διὰ τοῦ

γέροντος βουλευσάμενοςκαὶ ἄριστα τάξας καί πως ἀποδεξάμενος ἑαυτὸν ἐπάγει· «ὧδε

καὶ οἱ πρότεροιπόλιας καὶ τείχε' ἐπόρθουν τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν

ἔχοντες».τοῦτο δὲ καὶ πᾶς ἂν εἴπῃ ὁ παραγγέλλων εἰς παλαιὰ στρατηγήματα.

Σημείωσαιδέ, ὅτι τὸ ῥηθὲν καθολικὸν καὶ ἀόριστον παράδειγμα τὸ «ὧδε καὶ οἱ

πρότεροι»καὶ ἑξῆς ἐντρεπτικώτερόν ἐστι τοῦ ὡρισμένου καὶ μερικοῦ. οὐ γὰρ ὁ δεῖνα ἢ

ὁδεῖνα οὕτω πόλεις ἐπόρθει, ἀλλ' οἱ παλαιοὶ πάντες. (ῃ. 310) Ὅτι ἐν τῷ «ὣς ὁγέρων

ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς» πολλὴν πεῖραν καὶ τὴν ἐντεῦθενἐπιστήμην

ἐπιμαρτύρεται τῷ Νέστορι. τὸ δέ «πολέμων εὖ εἰδώς» ταὐτόν ἐστιτῷ πρὸ μικροῦ

ῥηθέντι «τόξων εὖ εἰδώς». (ῃ. 311) Ὅτι ποικιλώτατος ὢν τὴνφράσιν ὁ ποιητὴς

πολλαχοῦ καὶ αὐταῖς λέξεσι ταὐτολογεῖ, ὡς καὶ ἐνταῦθα.εἰπὼν γὰρ ἐπὶ τῶν Αἰάντων

«καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων»,ὡσαύτως καὶ ἐπὶ Νέστορος λέγει. ἐπὶ

δέ γε τῶν Κρητῶν λέξεων τε μεταθέσειἐχρήσατο καὶ ὑπαλλαγῇ τῶν βασιλικῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

456

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!