18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φάλαγγεςφρίσσουσι σάκεσί τε καὶ ἔγχεσιν, ἤγουν ὀρθὰ ἔχουσιν ἔτι πρὸ τῆς συμβολῆς

τὰσάκεα καὶ τὰ ἔγχεα. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «πυκναῖς ἀσπίσι πεφρικότα»,παρ'

ᾧ κεῖται καὶ «λέοντος δέρος χαίτῃ πεφρικός». δῆλον δέ, ὅτι, ὥσπερ τὸκυμαίνεσθαι

θαλασσία λέξις ἐστίν, ὅπως ἂν καὶ λαμβάνοιτο, οὕτω καὶ τὸφρίσσειν κἂν ἐπὶ λοφιᾶς ἢ

χαίτης ἢ ληΐου ἢ ἔγχους λέγοιτο. [καὶ ὅτι ὁμοίουτόπου καὶ ἡ φρίκη καὶ ἡ φρίξ καὶ

ἐπιφρίξ καὶ τὸ φρικαλέον καὶ τὸ φρικτόν.]καὶ ὅτι καὶ φόβον δηλοῖ ἐν τῷ «αἱ τρίχες

φρίσσουσιν», ἤτοι ὀρθαὶ ἵστανται.καὶ χαρὰν δέ ποτε σημαίνει καὶ οἱονεὶ ὄρθωσιν ἐκ

λυπηρᾶς καταπτώσεως, ὡςτὸ «ἔφριξα ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμην». (ῃ. 286 ς.) Ὅτι

ἰδὼν Ἀγαμέμνων τοὺς ἀμφὶ τοὺς Αἴαντας εὖ παρατεταγμένους καὶ ἤδη κινουμένους εἰς

μάχηνφησί· «σφῶϊ μέν, οὐ γὰρ ἔοικεν, ὀτρυνέμεν οὔτι κελεύω· αὐτοὶ γὰρ μάλα»ποιεῖτε

τόδε τι. τοῦτο δὲ καὶ παροιμιῶδές ἐστι καὶ οἰκεῖον λέγεσθαι πρὸςπάντας, οἳ οἴκοθεν ἐπί

τι καλὸν σπεύδουσιν. εἶτα καὶ ἐπεύχεται, ὅτι τοῖος πᾶσιθυμὸς ἐνὶ στήθεσσι γένοιτο,

λέγων καί, ὅτι οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ' ἡμετέρῃσιν

ἁλοῦσά τε περθομένη τε. καὶ ὅρα,ὅπως καὶ σχήματι καὶ νοήματι τὰ αὐτὰ εὔχεται ὁ

βασιλεὺς νῦν ἐπὶ τῶν ἀνδρείωντούτων Αἰάντων, ἅπερ καὶ ἐπὶ τοῦ φρονιμωτάτου

Νέστορος, πλὴν ὅσον ἐκεῖμὲν δέκα τοιούτους ἤθελε μόνους ἔχειν, ὧδε δὲ πάντας τοὺς

Ἀχαιοὺς τοιοῦτονἔχειν θυμόν. καὶ δηλοῖ τοῦτο ὑπεροχὴν τῆς συνέσεως πρὸς τὴν

ἀνδρίαν, ὡς καὶἐν τῇ βʹ ῥαψῳδίᾳ εἴρηται. Ἰστέον δέ, ὅτι τὸ «σφῶϊ μέν» ὀφεῖλον

γραφῆναισφῶϊν, ἀντὶ τοῦ ὑμῖν, ἵνα ἦν «σφῶϊν οὔτι κελεύω», ὁμοίως τῷ «σφῶϊν μέν

τ'ἐπέοικεν», ὃ μετ' ὀλίγα κεῖται, ὅμως διὰ μέτρου εὐχρηστίαν ἄλλως καινῶςἀπεδόθη

καθ' ἑτεροίαν σύνταξιν. ἔνθα ὅρα καὶ τὴν διακοπὴν τῆς ἐννοίας. 1.749 ἐπεμβληθείσης

γὰρ τῆς αἰτίας, εἶτα ὑπερβατῶς ἀνεπληρώθη τὸ ἐντελὲς κατὰἰδέαν περιβολῆς. τὸ δέ γε

ἁπλοῦν ἦν «ὑμῖν μὲν οὔτι κελεύω, οὐ γὰρ ἔοικενὀτρύνειν». (ῃ. 290) Τὸ δὲ ἠμύσειε λέξις

μέν ἐστι ποιηταῖς φιλουμένη, γίνεταιδὲ ἀπὸ τοῦ μύειν πλεονασμῷ τοῦ ˉη, ὁμοίως τῷ

βαιόν ἠβαιόν καὶ τοῖς τοιούτοις.δηλοῖ δὲ τὸ κατακλιθείη, σμικρυνθείη, καθ' ὁμοιότητα

τῶν μυόντων εἴτεὀμμάτων εἴτε λοιπῶν σωμάτων. (ῃ. 291) Τὸ δέ «χερσὶν ὑφ'

ἡμετέραιςἁλοῦσα» πρὸς διαστολὴν ἑτεροίας ἐπικλίσεως ἐρρέθη· ἐπεὶ δυνατὸν καὶ

ἄλλωςἠμύσαι πόλιν ἁλώσεως δίχα, σεισμῷ τυχὸν ἢ παλαιότητι. [καὶ ἄλλως δὲ

διαστολὴν δηλοῖ τοῦτο τῆς ὑπὸ χερσίν, ἤγουν ὑπὸ χειρῶν ἑτέρων, ἁλώσεως. Τὸ

δέ»ἁλοῦσά τε περθομένη τε» ἢ ταὐτολογεῖ συνήθως ἢ σὺν τῇ ἁλώσει καὶ ἐμπρησμὸν

ὑπεμφαίνει· ἐκ τοῦ πρήθω γὰρ καθ' ὑπέρθεσιν καὶ τροπὴν τὸ πέρθω γίνεται.] (ῃ. 293 ς.)

Ὅτι ἐν τῷ «ἔνθ' ὅ γε Νέστορ' ἔτετμε, λιγὺν Πυλίων ἀγορητὴνοὓς ἑτάρους στέλλοντα καὶ

ὀτρύνοντα μάχεσθαι» στέλλειν μέν ἐστι τὸ ἐπιτέλλεσθαι, ὃ καὶ μετ' ὀλίγα κεῖται. Τὸ δὲ

ἔτετμε ποιητικὴ λέξις ὑποδύσκολος,λαμβανομένη ἀντὶ τοῦ κατέλαβε. καὶ γίνεται ἀπὸ

τοῦ τέμω ἔτεμε καὶ ἀναδιπλασιασμῷ ἐτέτεμε καὶ συγκοπῇ ἀναγκαίᾳ διὰ τὸ δύσμετρον

τοῦ διτροχαίου ποδὸςἔτετμεν, ἤτοι κατ' ἐπιτομὴν καιροῦ καὶ συντόμως ἢ ἐπιτόμως

εὗρε. ∆ηλοῖοὖν σπουδὴν ἡ λέξις. διὸ καὶ καιριώτερόν ἐστι τοῦ ἐν Ὀδυσσείᾳ. φησὶ γὰρ

καὶἐκεῖ, ὅτι τὸν δεῖνα γῆρας ἔτετμε. θεραπεύονται δὲ εἰς δακτυλικὸν μέτρον τὰτοιαῦτα

πολυβράχεα ἢ διὰ προσθέσεως ἢ δι' ἐλλείψεως συμφώνου. προσθέσεωςμέν, ὡς

μογοτόκος μογοστόκος, ἐλλείψεως δέ, ὡς ἐτέτεμεν ἔτετμεν, ἔτι δὲδιὰ τροπῆς

φωνήεντος ἢ ἐπενθέσεως. τροπῆς μέν, ὡς θεοτόκος θεητόκος,ἐπενθέσεως δέ, ὡς

ἐπετανός ἐπηετανός καὶ ἐπήβολος. τοιοῦτον δὲ καὶ τὸσταχυηλόγος καὶ ἄλλα, ὅμοιον τῷ

θεητόκος. (ῃ. 295) Ὅτι Ἀλάστωρ ἐνταῦθα1.750 ὑποστράτηγός τις Νέστορος, ὡς οἱονεὶ

ἄλαστος ἤγουν μὴ πάσχων λήθην.παρὰ δὲ τοῖς ὕστερον καὶ Ζεὺς ἀλάστωρ, ὃν

ἐλάνθανεν οὐδέν, ἢ ὁ τοῖς ἄλασταπάσχουσιν ἐπαμύνων κατὰ τοὺς παλαιούς. κοινῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

454

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!