18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

[ἡ μέντοιἀναλογία γράφει τὴν προπαραλήγουσαν καὶ διὰ διφθόγγου τῷ λόγῳ

τοῦπρωϊαίτερος καὶ τῶν ὁμοίων.] καὶ οὕτω μὲν ταῦτα. (ῃ. 275–9) Ἔχει δὲ καὶ ἡεἰρημένη

παραβολὴ πολυμάθειάν τινα· φύσιν τε γὰρ νέφους ὑποδηλοῖ καὶ διδάσκει, ὅτι τὸ

πελάγιον νέφος, τὸ οὕτω μέλαν καὶ πυκνόν, ὄμβρον ἐπάγει καὶμάλιστα Ζεφύρῳ

διωκόμενον. αὐτὸς μὲν γὰρ τὰ νέφη συνάγων χειμῶνα ποιεῖ, Εὖρος δὲ καὶ Νότος

παύουσι διαλύοντες τὰ συνιστάμενα. καὶ ἱστορίας δὲ ζωϊκὰςἡ παραβολὴ ἔχει, ὅτι

δηλαδὴ ζῷον αἱ αἶγες δύσριγόν τε καὶ ὑψίνομον. κατὰ δέτινας καὶ ὄϊς κύουσα, ἐὰν

αἴθριος ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. Φησὶ δὲ καὶἈριστοτέλης, ὅτι διδάσκουσιν οἱ

ποιμένες τὰ πρόβατα συνθεῖν, ὅταν ψοφήσῃ.ἂν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ

συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃκύουσα. διὸ ὅταν ψοφήσῃ ἐν τῇ οἰκίᾳ, τουτέστιν

ἁπλῶς κτύπον τινὰ ποιήσῃ,συνθέουσι διὰ τὸ ἔθος. τοῦτο γοῦν ὑπεμφαίνει καὶ ὁ ποιητὴς

ἐν τῷ «ὑπό τεσπέος ἤλασε μῆλα», ὡς καὶ τοῦ αἰπόλου τηνικαῦτα ὑπὸ σπηλαίῳ

ποιουμένου τὰμῆλα, οὐ μόνον ἵνα μὴ καταβραχῶσιν, ἀλλὰ καὶ ἵνα μὴ τυχὸν βροντῶν

καταρρηγνυμένων ἐκτρώσωσιν, ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι δεῖ καὶ πολύπειρον

καὶσοφὸν τὰ τοιαῦτα τὸν νομέα εἶναι. (ῃ. 275) Ἰστέον δέ, ὅτι σκοπιὰ μὲν ἡ τοῦὄρους

κορυφή, δι' ἧς διασκοπεῖν ἔστι τὰ πόρρω. ἡ δ' αὐτὴ καὶ περιωπὴ λέγοιτ'ἂν καὶ χῶρος

περίσκεπτος, ὅθεν τὰ πέριξ βλέποι τις ἂν καὶ σκέπτοιτο. Ἐν δὲτῷ «εἶδε νέφος» διὰ

διφθόγγου γράφει ὁ ποιητὴς τὸ εἶδεν ὡς ἐκ παρατατικοῦ, εἰκαὶ ἐν διαφόροις αὐτὸ

συστέλλει ὡς δεύτερον ἀόριστον. ἐπαμφοτερίζει τοίνυν παρὰτῷ ποιητῇ καὶ ἡ τοῦ

ῥήματος τούτου γραφή. Αἰπόλος δὲ ὑπόκειται νέμων ἐν τῇῥηθείσῃ σκοπιᾷ διὰ τὸ τὰς

αἶγας μάλιστα ὑψινόμους εἶναι, ὡς εἴρηται. 1.747 διὸ καὶ αἰπόλος λέγεται ὁ ἄγων αὐτάς,

οὐ μόνον ὡς αἰγοπόλος, ἀλλὰ κατά τιναςκαὶ ὡς αἰποπόλος, ἤγουν περὶ τὰ ὕψη πολῶν,

διὰ τὸ καὶ τὰς αἶγας μάλιστα τοῖςτραχέσι χαίρειν. διὸ καὶ τῶν νήσων αἱ τραχύτεραι

αἰγίβοτοί εἰσι. (ῃ. 276) Τὸ δὲἐρχόμενον βούλεται μὲν εἶναι ἀντὶ τοῦ κινούμενον, εἴρηται

δὲ ὡς ἐπί τινοςἐμψύχου, καθὰ καὶ τὸ «ἰὸν κατὰ πόντον». Ζεφύρου δὲ ἀνέμου μέμνηται

ἢἁπλῶς οὕτω κατὰ τὸ ἐπελθὸν ἢ ὡς τὸν τοιοῦτον φιλῶν ἄνεμον μάλιστα ἢ καί,διότι

αὐτοῦ μᾶλλον ἴδιον τὸ ἠρεμαίαν φρῖκα ὑποκινεῖν, ἧς χρεία ἐν τῇ ῥηθείσῃπαραβολῇ.

Ἰωὴ δὲ ἡ τοῦ ἀνέμου πνοή, πρὸς ἀναλογίαν τοῦ ἐρωή καὶ ζωή, ἀπὸτοῦ ἴω, καθὰ δηλοῖ

τὸ «φαίνεται ἰὸν κατὰ πόντον». ἐξ αὐτῆς δὲ ἡ ἐν Ὀδυσσείᾳἰωγή, καθὰ δηλοῦται ἀκριβῶς

ἐκεῖ. (ῃ. 277) Τὸ δέ «μελάντερον ἠΰτε πίσσα»ἁπλῶς ἀντὶ τοῦ μέλαν κατὰ τὴν πίσσαν. οὐ

γὰρ εἶχεν εἰπεῖν τι πίσσης μελάντερον.διὸ καὶ τὴν ὑπεροχικὴν σύγκρισιν εἰς ἰσότητα

κατεβίβασεν, ἐν μέσῳ τῆςδιεξοδικῆς παραβολῆς ἄλλην ταύτην συντομωτάτην

ἐπεμβαλὼν παραβολήν. Τὸδὲ τοῦ νέφους πάμμελαν πολλὴν ἐμφαίνει πύκνωσιν καὶ

σύστασιν τῶν ἀναθυμιάσεων. ἄλλως γὰρ αἱ νεφέλαι ἀραιαὶ οὖσαι διαυγεῖς φαίνονται

καὶ μᾶλλον αἱπυρσαί. (ῃ. 278) Τὸ δέ «ἄγει λαίλαπα» γλυκέως ἔχει, οἷα τοῦ ἐρχομένου

καὶἰόντος πυκνοτάτου νέφους ἐπισυρομένου λαίλαπα, ὡς εἰ καί τι ἔμψυχον ἦν.(ῃ. 279)

Τὸ δὲ σπέος παρὰ τὸ σβέω ἐτυμολογοῦσιν οἱ παλαιοί, ἵνα εἴη σβέος τιδιὰ τὸ τῶν

σπηλαίων ἀφώτιστον. ἐξ αὐτοῦ δὲ ἔοικε συγκεκόφθαι τὸ σπές. Μῆλαδὲ ἐνταῦθα τὰς

αἶγας δοκεῖ λαλεῖν γενικῶς. ἄλλως δὲ μῆλα τὰ πρόβατα. 1.748 (ῃ. 281) Τὸ δὲ κίνυντο

ἀπὸ τοῦ κινύω κίνυμι παρῆκται ῥήματος, ἐξ οὗ καὶ τὸ»οὐδέ σε λήθω κινύμενος». τοῦ δὲ

κινύω αὖθις παράγωγον τὸ κινύσσω, ἐξ οὗπαρ' Αἰσχύλῳ «αἰθέριον κίνυγμα», τὸ ἀέριον

εἴδωλον, ὅπερ οὐκ ἀπέοικε τοῦαἰθύγματος, ὃ ἀπὸ τοῦ αἰθύσσω γίνεται. (ῃ. 282) Τὸ δὲ

πεφρικυῖαι ἀντὶ τοῦὀρθούμεναι. πᾶν δὲ τὸ φρῖσσόν τινι φρίσσει τῷ λόγῳ τῶν πρός τι

κατὰ Ὁμηρικὴνσυνήθειαν, τὸ λήϊον ἀσταχύεσιν, ὁ κάπρος τῇ λοφιᾷ, ὁ ἄνθρωπος ταῖς

θριξίν, ἡμάχη ταῖς ἐγχείαις, ἡ θάλασσα τοῖς κύμασιν. οὕτω γοῦν καὶ νῦν αἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

453

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!