18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ τῷ ∆ιομήδει τὸν Σθένελον, –Ἀργεῖοι γὰρ ἄμφω–τῷ δὲ μεγάλῳ Αἴαντι τὸν μικρόν, οὐ

τῆς αὐτῆς ὄντα πατρίδος,τῷ δὲ Ἀττικῷ Μενεσθεῖ οὐχ' ὑποτάσσει, ἀλλ' ἐγγύς που

συμπαρατάσσει Ὀδυσσέα τὸν Ἰθακήσιον, τῷ μέντοι γεραιτάτῳ Νέστορι οὐχ' ἕνα τινά,

πολλοὺς δὲὑποστρατήγους δίδωσι. πέντε γὰρ ταξίαρχοι τὸν ἐκείνου ἀναπληροῦσι τόπον

ἀπομάχου διὰ τὸ γῆρας ὄντος. μόλις γὰρ καὶ οἱ τοσοῦτοι τὸ τοῦ Νέστορος

ἀναπληρώσουσιν ἔλλειμμα. ἃ γὰρ ἐκεῖνος ὁ εἷς ἐποίησεν ἂν τὸ τῆς νεότητος ἔχων

ἄνθος,αὐτοὶ ῥᾳδίως οὐκ ἂν συντελέσωσι. Σημείωσαι δὲ καί, ὅτι μονοειδές τι

ποιήσαςἐνταῦθα ἐπὶ Ἰδομενέως καὶ ∆ιομήδους–ἀμφοτέροις γάρ, ὡς εἴρηται,

ὁμοπάτριδες ὑποστράτηγοι ὁ Μηριόνης καὶ ὁ Σθένελος–οὐκ ἐγγὺς αὐτοὺς 1.745 ἔθετο,

ἀλλὰ διέστησεν, ἵνα λανθάνειν ἔχῃ τὸ ὁμοειδές, τοῦ μὲν ἐν πρώτοιςμνησθείς, τοῦ δὲ ἐς

ὕστερον. (ῃ. 274) Ὅτι νέφος πεζῶν εἰπὼν ὁ ποιητὴς τῶνὑπὸ τοὺς Αἴαντας, ἤγουν

πυκνότητα καί τινα μελανίαν ἐκ πυκνώσεώς τεπολλῆς καὶ ἐκ τῆς ἀπὸ σιδήρου

ὁπλίσεως, καὶ τολμήσας τὴν λέξιν τοῦ νέφουςἐπὶ ἀνθρώπων εἰπεῖν κατὰ σκληρὰν

τροπήν, ὅμως θεραπεύει τὴν τόλμαν εὐθὺςσυνήθως διὰ παραβολῆς τῆς ἀπὸ πυκνότητος

καὶ μελανίας νέφους, οἱονεὶλέγων, ὡς, ἐὰν ἡ τοῦ νέφους ὁμοιότης προσαρμόζῃ αὐτοῖς,

δοτέον μοι καὶνέφος πεζῶν εἰπεῖν. οὕτω καὶ ἐν Ὀδυσσείᾳ τὴν τοῦ Ὀδυσσέως φάμενος

καρδίαν ὑλακτεῖν παρεμυθήσατο τὸ ἀναιδὲς τῆς λέξεως τῇ ἀπὸ τοῦ κυνὸς παραβολῇ.

καὶ ἄλλα δὲ τοιαῦτα ποιεῖ πολλαχοῦ. (ῃ. 275–82) Εἰπὼν οὖν, ὅτικορυσσέσθην, ἅμα δὲ

νέφος εἵπετο πεζῶν–τοιούτων γὰρ οἱ Αἴαντες ἄρχεινἐοίκασιν–ἐπάγει παραβολὴν

τοιαύτην· «ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφοςαἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ

Ζεφύροιο ἰωῆς, τῷ δέ τ' ἄνευθεν ἰόντι»,ἢ ἐόντι, «μελάντερον ἠΰτε πίσσα φαίνεται ἰὸν

κατὰ πόντον, ἄγει δέ τε λαίλαπαπολλήν· ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·

τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

κυάνεαι, σάκεσί τε καὶἔγχεσι πεφρικυῖαι». (ῃ. 281) Ὅρα οὖν, ὅτι πρὸς τὸ πυκνὸν καὶ

πάνυ μέλαν τῆςπεζικῆς τάξεως εἴληφε τὴν ἐκ τοῦ νέφους παραβολήν. ὡς γὰρ τὸ ἐν

νέφει μέλανπυκνόν ἐστι, οὕτω καὶ αἱ τῶν πεζῶν φάλαγγες πυκιναὶ ἐκινοῦντο κυάνεαι.

διὸκαὶ νέφος πεζῶν εἰπεῖν ἐτόλμησεν, ὃ μιμητικῶς ἀντιστρέψας ὁ πολύνους Λυρικός,

καθά που καὶ προδεδήλωται, στρατὸν ἔγραψέ που νεφελῶν, ὡς δῆθενταὐτὸν ὂν εἰπεῖν

«στρατιᾶς νέφος» καὶ αὖ ἀνάπαλιν «στρατιὰν νεφελῶν». ἀφ'οὗ κερδήσαντες οἱ

ναυτικοὶ στρατεύεσθαι νέφη φασίν, ὅτε πολλὰ συσταθένταἐπαγγέλλονται ταραχὴν

ἀέρος διὰ τὴν περὶ αὐτὰ μελανίαν τὴν ἐκ πυκνώσεως.δῆλον δὲ καί, ὅτι μελαίνει ἐν

ἡμέρᾳ τὸν μεταξὺ ἀέρα ἡ τοῦ πλήθους πυκνότης,ὡς καὶ τὸ νέφος ἡ τῶν ἀτμίδων

πύκνωσις. Σημείωσαι δὲ καί, ὡς, ἐπειδὴ ἐκνεφῶν πολλάκις καὶ ἀστραπαὶ ἀποπάλλονται,

καλῶς ἄρα ἡ τραγῳδία ἐτόλμησενἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ νέφους λαβοῦσα εἰπεῖν

ὅπλων ἀστραπὴν ἐν τῷ»κατέσχον ἅπαν πεδίον ἀστραπαῖς». [(ῃ. 274) Ἰστέον δέ, ὅτι τὸ

νέφος πεζῶνἔχει τι καὶ ἀντιθετικῆς ἀστειότητος ῥηθὲν πρὸς διαστολὴν τοῦ κυρίως

νέφους.ἐκεῖνο μὲν γὰρ οὐράνιον, τοῦτο δὲ περιπέζιον.] Πεζοὶ δὲ γίνονται μὲν ἀπὸ τοῦ

1.746 πέζα, ὁ πούς, καὶ δηλοῦσιν ἀνθρώπους ποσὶν ἁπλῶς βαίνοντας πεδοῖ, ὅ ἐστιπερὶ τὸ

πέδον. [ἐξ οὗ τροπῇ συνήθει τοῦ ˉδ εἰς ˉζ γίνεται καὶ ἡ πέζα καὶ ὁ πεζόςκαὶ τὰ ἐξ

αὐτῶν.] Νῦν δὲ στρατιωτικὴν σημαίνουσι τάξιν διαστελλομένηνπρός τε τοὺς ἐφ'

ἁρμάτων καὶ τοὺς κέλητας. ἐξ αὐτῆς δὲ οἱ πεζαίτεροι,τάγμα καὶ αὐτοὶ στρατιωτικόν. ὧν

ἡ γραφὴ διάφορος. οἱ μὲν γὰρ ἐν τρισὶψιλοῖς ˉε γράφονται κατὰ τοὺς παλαιούς,

στρατιῶται ὄντες τὴν μὲν μίαν πέζανὡπλισμένοι, τὴν δὲ ἑτέραν γυμνοί. ἄλλοι δὲ τὴν

παραλήγουσαν διὰ διφθόγγουἔχουσιν, ὡς ἐν πεζοῖς ἑταῖροι ὄντες τῷ ἄρχοντι διὰ τὸ ἐν

μάχῃ ἀπόλεκτον κατ'ἀνδρίαν, ὁποίων, φασί, καὶ ∆ημοσθένης μέμνηται ἐν Φιλιππικοῖς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

452

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!