18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὕτω δὲ καὶ κατωτέρω ἐρεῖ «ἦλθεν ἐπ' Αἰάντεσσιν». (ῃ. 253 ς.) Ὅτι Ἰδομενεὺς μὲν ἐν

προμάχοις ἵστατο «συῒ ἴκελος ἀλκήν». καὶ ὅρα καὶ νῦνσυντομίαν παραβολῆς. Μηριόνης

δὲ πυμάτας, φησίν, ὤτρυνε φάλαγγας,οὐραγὸς δηλονότι ὤν. οὐρὰ γὰρ καὶ κατὰ

Ξενοφῶντα τὸ ὀπίσω τῆς φάλαγγος,ὥσπερ στόμα καθ' Ὅμηρον ὁ τόπος τῶν προμάχων.

καὶ οὕτω μὲν τάξεως εἶχονοἱ ἀριστεῖς. (ῃ. 255–64) Ὁ δὲ βασιλεὺς ἰδών, φησίν, αὐτοὺς

γήθησε καὶ δὴ τὸνἸδομενέα προσεποτρύνει μειλιχίοις, ἔπεσι δηλαδή, ἀναμνήσας, ὡς

τιμᾷ αὐτὸνἔν τε πολέμῳ τὸ δεξιὸν τυχὸν κέρας αὐτῷ διδοὺς ἤ τι τοιοῦτον ἄλλο

ποιῶν,τιμᾷ δέ «καὶ ἀλλοίῳ ἐπὶ ἔργῳ», οἷον ἐν βουλῇ καὶ θυσίαις καὶ δημηγορίᾳ,τιμᾷ δὲ

καὶ ἐν δαιτί, «ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἱ ἄριστοιἐνὶ κρητῆρσι

κέρωνται· εἴ περ γάρ», φησίν, «ἄλλοι γε καρηκομόωντεςἈχαιοὶ δαιτρὸν πίνωσι, σὸν δὲ

πλεῖον δέπας αἰεὶ ἕστηκεν, ὥς περ ἐμοί, πιέεινὅτε θυμὸς ἀνώγει». ἐτίθεντο δὲ καὶ τὰ

τοιαῦτα ἐν τιμῇ οἱ παλαιοί, ὡς καὶ μετ'ὀλίγα φανήσεται. καὶ ἔστι, καθὰ καὶ

προσεσημείωται, ἀφορμὴ καὶ τοῦτο τοῦοἰνοβαρῆ τὸν βασιλέα ὑπ' Ἀχιλλέως λεχθῆναι,

ὥσπερ καὶ τὸ τοὺς Ἕλληνας πρὸ τούτου καὶ τοὺς Τρῶας ἐν ὑποθέσει συμποσίου μετρεῖν.

(ῃ. 259) Οἶνος δὲκαὶ νῦν γερούσιος ὁ τοῖς γέρουσιν, ἤτοι τοῖς ἐντίμοις, διδόμενος ἐν

συμποσίῳκοινῷ. Αἶθοψ δέ, ὡς καὶ προεγράφη, ὁ μέλας ἢ θερμός. ἔνθα ὅρα, πηλίκην

ἔχειδιαφορὰν ὁ αἶθοψ καὶ ὁ Αἰθίοψ, καὶ ταῦτα ἐξ ὁμοίας ὄντα παραγωγῆς,[ὥσπερ σὺν

ἄλλοις καὶ τὸ περίττευμα καὶ περίττωμα.] (ῃ. 260) Τὸ δέ «ἐνὶκρητῆρσι κέρωνται» τρόπου

ἐστὶν ἐτυμολογικοῦ. δῆλον γάρ, ὡς ἐκ τοῦ κερᾶν ὁκρατήρ, ὡς οἷά τις ὢν κερατήρ.

Σημειωτέον δὲ τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος κινηθέν, ἀλλ' ἔκ τινος

βαρυτόνου, ὁποῖον οὐκ ἔστι ῥᾳδίωςεὑρεῖν. (ῃ. 262) ∆αιτρὸν δὲ πίνειν ἐπιρρηματικῶς

ἀντὶ τοῦ μεμερισμένως. 1.744 ἡ δὲ μεταφορὰ ἐκ τοῦ τὰ κρέα μερίζοντος δαιτροῦ. Ἐν δὲ

τῷ «σὸν δὲ πλεῖονδέπας» ὁ ˉδˉε σύνδεσμος ὁ αὐτός ἐστι τῷ ˉδˉη ἢ τῷ ˉἀˉλˉλˉα. Τὸ δὲ

πλεῖον τὸ γέμονδηλοῖ τὸ παρὰ τοῖς ὕστερον ἔμπλεων, ὃ παρ' ἐκείνοις μὲν ἐκτείνεται

Ἀττικῶς,

παρὰ δὲ τοῖς παλαιοῖς συστέλλεται κοινότερον. (ῃ. 266 ς.) Ὅτι ὁ τὸ ὑποσχεθὲν

ἐκπληρώσειν κατατιθέμενος εἴποι ἂν τὸ τοῦ Ἰδομενέως· «μάλα τοι», ὅἐστί σοι, «ἐγὼν

ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα». Τὸ δὲ ὑπέστην καὶ νῦν

ἀντὶ τοῦ ὑπεσχόμην, ἀνεδεξάμην, ἐκ μεταφορᾶς κίονοςὑποκάτω στάντος καὶ ἀνέχοντος

τὰ ἐπικείμενα. δοκεῖ δὲ καὶ διασαφητικὸν τοῦὑπέστην εἶναι τὸ κατένευσα. [Ἰστέον δέ,

ὅτι ἐρίηρος ἑταῖρος οὐ μόνον ὁ ἄγανἐράσμιος, ἀλλὰ καὶ μάλιστα ὁ ἄγαν ἀραρὼς καὶ

ἡρμοσμένος τῷ φίλῳ καὶ μὴδυαζόμενος.] (ῃ. 268) Ὅτι σπευστικὸν εἰς μάχην τὸ «ἀλλ'

ἄλλους ὄτρυνε, ὄφρατάχιστα μαχώμεθα». (ῃ. 269) Ὅτι τὸ παραβῆναι ὅρκους φθάσας

εἰπεῖνδηλήσασθαι καὶ πημᾶναι καὶ καταπατῆσαι τὸ αὐτὸ καὶ συγχέαι φησὶν ἐν τῷ»ἐπεὶ

σύν γε ὅρκια ἔχευαν Τρῶες». οὕτω πλούσιος καὶ λέξεσιν ὁ ποιητής.εἴληπται δὲ ἡ λέξις

ἐκ μεταφορᾶς τῶν πρῴην μὲν εὐκρινῶς ἐχόντων εἶτασυνταραχθέντων, ὁποῖα καὶ τὰ

χαλώμενα καὶ καταπατούμενα καὶ συμφυρόμενακαὶ πτυρόμενα. (ῃ. 270 ς.) Ἀπειλὴ κατὰ

ἐπιόρκων τὸ «τοῖσι δ' αὖ θάνατος καὶκήδε' ὀπίσσω ἔσσεται, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια

δηλήσαντο», τουτέστιν, ὡςπροσεχῶς ἐρρέθη, συνέχευαν. (ῃ. 272) Ὅτι χαρμοσύνου

ἀπελεύσεως φραστικὸντὸ «ὣς ἔφατο, ὃ δὲ παρῴχετο γηθόσυνος κῆρ». (ῃ. 273) Ὅτι ὁμοῦ

τάσσει ὡςἐπὶ πολὺ τοὺς δύο Αἴαντας ὁ ποιητής, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται,

οὐμόνον διὰ τὴν ὁμωνυμίαν, ἀλλὰ καὶ διότι ὁ μικρὸς ἐδέετο τοῦ μεγάλου, ὡς ἐντοῖς

ἑξῆς φανήσεται. σημείωσαι δὲ καί, ὅτι παρεμφαίνων ὁ ποιητὴς τὸ παροιμιῶδες, ὡς ἄρα

εἷς ἀνὴρ οὐδεὶς ἀνήρ, ἑκάστῳ τῶν Ἑλληνικῶν στρατηγῶνπαραζευγνύει τινὰ ἢ ὁμοεθνῆ

ἢ καὶ ἑτεροῖον, οἷον τῷ ἐκ Κρήτης Ἰδομενεῖ τὸν Μηριόνην, Κρῆτα καὶ αὐτὸν ὄντα, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

451

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!