Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐνεργητικοῦ δευτέρουἀορίστου καὶ κατὰ ὅμοιον ἄλλαγμα τῶν ἀφώνων ταφών, ὁ ἐκπλαγείς. ὅτι δὲἸώνων ἰδία ἡ τοιαύτη τῶν δασέων καὶ ψιλῶν ἀντιμεταχώρησις εἰς τὰ σύστοιχα,δηλοῦσι μὲν καὶ τὰ τοῦ γλυκέος Ἴωνος Ἡροδότου, τὸ ἐνθεῦτεν, τὸ κιθών, τὸ βάθρακος καὶ ἕτερα, δηλοῦσι δὲ καὶ πολλὰ τῶν κοινῶν καὶ ἰδιωτικῶν. τὰ γοῦνἀκάνθια ἀχάντια τῶν τινές φασιν ἑῴων ἀνδρῶν, καὶ ἡ τοῦ κύσθου δὲ λεοντῆ παρὰτῷ Κωμικῷ εἰς τοιοῦτον πίπτει Ἰωνισμόν, εἴπερ ἀπὸ τοῦ κέχυται γίνεται διὰτὴν ἐκεῖθεν κατὰ φύσιν χύσιν. Ἰωνικῶς δὲ ἰδιώτισται καὶ τὸ ἐκ τῆς χύτραςσυντεθὲν μονόκυθρον. οὐ μακρὰν δὲ τούτων οὐδὲ τὸ πάσχα ἐκ τοῦ φάσκακαλλιφωνηθέν. Νεβροὶ δὲ τὰ νεογνὰ τῆς ἐλάφου, ὡς πολλαχοῦ δηλοῦται.Ἰωνικὴ δὲ καὶ Ἀττικὴ ἡ κατὰ θηλυκὸν γένος προφορὰ τῆς νεβροῦ. (ῃ. 244)Τὸ δέ «ἐπεὶ οὖν» ἀργοῦ κειμένου τοῦ οὖν ταὐτόν ἐστι τῷ ἐπειδή. (ῃ. 243) Τὸ δέ»ἔστητε τεθηπότες οὐδὲ μάχεσθε» τὸν σκοπὸν συναιρεῖ τῆς ὅλης παραβολῆς.ἵστανται γὰρ οἱ Ἀχαιοὶ κατὰ τὰς νεβροὺς καὶ τεθήπασι κατ' ἐκείνας καὶ οὐμάχονται, ὡς οὐδ' ἐκεῖναι ἀλκὴν ἐνδείκνυνται. (ῃ. 248) Ὅτι τὴν πολιὴν θῖνα,ἧς καὶ ἐνταῦθα μέμνηται ὁ ποιητὴς ἐν τῷ «νῆες εὔπρυμνοι πολιῆς ἐπὶ θινὶθαλάσσης» «πολιῆτιν ἀκτήν» Εὐριπίδης φησὶ παραφραστικῶς ἐν τῷ «ψάμαθοιπολιήτιδος ἀκτῆς», ἤγουν λευκῆς κατὰ τοὺς παλαιούς. καὶ ἔοικεν ἐκεῖνος πρῶταμὲν πολῖτιν εἰπεῖν τὴν πολιάν, εἶτα Ὁμηρικῶς πλεονάσαι τῷ ˉη. καὶ γὰρ καὶ 1.742 Ὅμηρος τὸν πολίτην πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης, Ἀπολλωνιήτης, οἰκιήτης, ἃ κεῖνται παρὰ τῷ Ἡρωδιανῷ. δύναται δὲ ἐκεῖνο καὶ ἀπὸ τοῦ πολιά γενέσθαι τροπῇ τοῦ ˉα εἰς ˉη. (ῃ. 249) Ὅτι τὸ»ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων», ἀντὶ τοῦ ὑπεράνω θήσει, σκεπάσει ὑμᾶς.οὕτω δέ, φασί, καὶ οἱ μεθ' Ὅμηρον, οἷον «ὑπερέσχεν ὑμῶν τὴν χεῖρα θεός». Σημείωσαι δέ, ὅτι τὸ Κρονίων καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις ἐκτείνει τὴνπαραλήγουσαν καὶ ὅτι τὸ «ἢ μένετε ὄφρα εἰδῆτε, ἐὰν ὑμῶν χεῖρα ὑπέρσχῃ θεός»παροιμίαν γεννᾷ τὴν εἰποῦσαν «σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει». οὐ γὰρ χρὴἀναμένειν, ἵνα ἁπλῶς οὕτω χεῖρα ὑπέρσχῃ θεός, ἀλλὰ συνεισάγειν καὶ τὰοἴκοθεν. οἱ δὲ ὕστερον καὶ ἐπὶ νίκης τὸ ὑπερσχεῖν τιθέασιν, ὥσπερ καὶ τὸὑπερέχειν. (ῃ. 250) Ὅτι στὶξ μὲν ἐξ ἀνδρῶν πεντακοσίων κατὰ τοὺς παλαιούς,οὐλαμὸς δὲ τάξις ἐκ τεσσαράκοντα ἀνδρῶν, φάλαγξ δὲ ἀπὸ ἑκατόν καὶ εἴκοσι,πύργος δὲ ἐκ τριακοσίων καὶ ἑξήκοντα, τάξις αὕτη τετραγωνοειδῶς πυκνουμένη.Ὅμηρος δὲ ἐν τῇ ἐπιπωλήσει ταύτῃ χρᾶται μὲν ταύταις ταῖς λέξεσι, λαμβάνειδὲ αὐτὰς ἐπὶ τῆς ἁπλῶς κατὰ πληθύν τινα τάξεως, ἐν οἷς λέγει στίχας ἀνδρῶνκαὶ οὐλαμὸν ἀνδρῶν καὶ πυκινὰς φάλαγγας καὶ πύργους Ἀχαιῶν. γίνεται δέ,ὡς καὶ ἑτέρωθι δηλοῦται, ἡ μὲν στὶξ ἀπὸ τοῦ στείχω διὰ τὸ τῆς πορείαςεὔτακτον, οὐλαμὸς δὲ παρὰ τὸ οὖλον, τὸ συνεστραμμένον, ὡς τὸ «οὖλον κεκλήγοντες», ἐξ οὗ καὶ οὐλόθριξ, ἵνα δηλοῖ οὐλαμὸς στρατοῦ συστροφήν. φάλαγγεςδὲ παρὰ τὰ φαλάγγια, ὥς φασιν οἱ παλαιοί. οὕτω δὲ παρ' ἐκείνοις ἐκαλοῦντο τὰξύλα, ὅθεν αἱ στρατιωτικαὶ φάλαγγες, ἐπειδὴ ξύλοις οἱ πάλαι καὶ ῥοπάλοις καὶκορύναις ἐμάχοντο. διό, φασί, καὶ ἡμεῖς τὰ ἐκ ξύλων οἰκοδομήματα φάλαγγαςκαλοῦμεν. καὶ μήποτε διὰ τοῦτο καὶ τὰ ἐν ταῖς δοκοῖς τῶν οἴκων τεχνουργοῦνταἀράχνια φαλάγγια λέγεται, ἴσως δὲ καὶ τὰ τοῖς πλοίοις ὑποτιθέμενα ἕρματαἐντεῦθεν οἱ πολλοὶ φαλάγγια λέγουσιν. Ἀριστοτέλης δὲ καὶ ἐπὶ δακτύλου τὴνλέξιν τίθησιν, οὗ τὸ μὲν καμπτικόν, φησί, κόνδυλος, τὸ δὲ ἄκαμπτον φάλαγξ.Ἡρόδοτος δὲ ἐβένου φάλαγγάς πού φησιν. Ὁ δέ γε πύργος καθ' ὁμοιότητα τῶν1.743 οἰκοδομουμένων λέγεται διὰ τὴν τῶν στρατιωτῶν πύκνωσιν, ἣν ἀλλαχοῦ διὰπαραβολῆς παραδηλώσει ὁ ποιητὴς πύργου εἰκάζων οἰκοδομῇ τὴν τοιαύτηντάξιν. περὶ δὲ τοῦ λόχου μετ' ὀλίγα ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. (ῃ. 251)Ὅτι τὸ «ἦλθεν ἐπὶ Κρήτεσσι» κατὰ ἀντίπτωσιν εἶπεν ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 450

οὕτω δὲ καὶ κατωτέρω ἐρεῖ «ἦλθεν ἐπ' Αἰάντεσσιν». (ῃ. 253 ς.) Ὅτι Ἰδομενεὺς μὲν ἐν προμάχοις ἵστατο «συῒ ἴκελος ἀλκήν». καὶ ὅρα καὶ νῦνσυντομίαν παραβολῆς. Μηριόνης δὲ πυμάτας, φησίν, ὤτρυνε φάλαγγας,οὐραγὸς δηλονότι ὤν. οὐρὰ γὰρ καὶ κατὰ Ξενοφῶντα τὸ ὀπίσω τῆς φάλαγγος,ὥσπερ στόμα καθ' Ὅμηρον ὁ τόπος τῶν προμάχων. καὶ οὕτω μὲν τάξεως εἶχονοἱ ἀριστεῖς. (ῃ. 255–64) Ὁ δὲ βασιλεὺς ἰδών, φησίν, αὐτοὺς γήθησε καὶ δὴ τὸνἸδομενέα προσεποτρύνει μειλιχίοις, ἔπεσι δηλαδή, ἀναμνήσας, ὡς τιμᾷ αὐτὸνἔν τε πολέμῳ τὸ δεξιὸν τυχὸν κέρας αὐτῷ διδοὺς ἤ τι τοιοῦτον ἄλλο ποιῶν,τιμᾷ δέ «καὶ ἀλλοίῳ ἐπὶ ἔργῳ», οἷον ἐν βουλῇ καὶ θυσίαις καὶ δημηγορίᾳ,τιμᾷ δὲ καὶ ἐν δαιτί, «ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἱ ἄριστοιἐνὶ κρητῆρσι κέρωνται· εἴ περ γάρ», φησίν, «ἄλλοι γε καρηκομόωντεςἈχαιοὶ δαιτρὸν πίνωσι, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκεν, ὥς περ ἐμοί, πιέεινὅτε θυμὸς ἀνώγει». ἐτίθεντο δὲ καὶ τὰ τοιαῦτα ἐν τιμῇ οἱ παλαιοί, ὡς καὶ μετ'ὀλίγα φανήσεται. καὶ ἔστι, καθὰ καὶ προσεσημείωται, ἀφορμὴ καὶ τοῦτο τοῦοἰνοβαρῆ τὸν βασιλέα ὑπ' Ἀχιλλέως λεχθῆναι, ὥσπερ καὶ τὸ τοὺς Ἕλληνας πρὸ τούτου καὶ τοὺς Τρῶας ἐν ὑποθέσει συμποσίου μετρεῖν. (ῃ. 259) Οἶνος δὲκαὶ νῦν γερούσιος ὁ τοῖς γέρουσιν, ἤτοι τοῖς ἐντίμοις, διδόμενος ἐν συμποσίῳκοινῷ. Αἶθοψ δέ, ὡς καὶ προεγράφη, ὁ μέλας ἢ θερμός. ἔνθα ὅρα, πηλίκην ἔχειδιαφορὰν ὁ αἶθοψ καὶ ὁ Αἰθίοψ, καὶ ταῦτα ἐξ ὁμοίας ὄντα παραγωγῆς,[ὥσπερ σὺν ἄλλοις καὶ τὸ περίττευμα καὶ περίττωμα.] (ῃ. 260) Τὸ δέ «ἐνὶκρητῆρσι κέρωνται» τρόπου ἐστὶν ἐτυμολογικοῦ. δῆλον γάρ, ὡς ἐκ τοῦ κερᾶν ὁκρατήρ, ὡς οἷά τις ὢν κερατήρ. Σημειωτέον δὲ τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος κινηθέν, ἀλλ' ἔκ τινος βαρυτόνου, ὁποῖον οὐκ ἔστι ῥᾳδίωςεὑρεῖν. (ῃ. 262) ∆αιτρὸν δὲ πίνειν ἐπιρρηματικῶς ἀντὶ τοῦ μεμερισμένως. 1.744 ἡ δὲ μεταφορὰ ἐκ τοῦ τὰ κρέα μερίζοντος δαιτροῦ. Ἐν δὲ τῷ «σὸν δὲ πλεῖονδέπας» ὁ ˉδˉε σύνδεσμος ὁ αὐτός ἐστι τῷ ˉδˉη ἢ τῷ ˉἀˉλˉλˉα. Τὸ δὲ πλεῖον τὸ γέμονδηλοῖ τὸ παρὰ τοῖς ὕστερον ἔμπλεων, ὃ παρ' ἐκείνοις μὲν ἐκτείνεται Ἀττικῶς, παρὰ δὲ τοῖς παλαιοῖς συστέλλεται κοινότερον. (ῃ. 266 ς.) Ὅτι ὁ τὸ ὑποσχεθὲν ἐκπληρώσειν κατατιθέμενος εἴποι ἂν τὸ τοῦ Ἰδομενέως· «μάλα τοι», ὅἐστί σοι, «ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα». Τὸ δὲ ὑπέστην καὶ νῦν ἀντὶ τοῦ ὑπεσχόμην, ἀνεδεξάμην, ἐκ μεταφορᾶς κίονοςὑποκάτω στάντος καὶ ἀνέχοντος τὰ ἐπικείμενα. δοκεῖ δὲ καὶ διασαφητικὸν τοῦὑπέστην εἶναι τὸ κατένευσα. [Ἰστέον δέ, ὅτι ἐρίηρος ἑταῖρος οὐ μόνον ὁ ἄγανἐράσμιος, ἀλλὰ καὶ μάλιστα ὁ ἄγαν ἀραρὼς καὶ ἡρμοσμένος τῷ φίλῳ καὶ μὴδυαζόμενος.] (ῃ. 268) Ὅτι σπευστικὸν εἰς μάχην τὸ «ἀλλ' ἄλλους ὄτρυνε, ὄφρατάχιστα μαχώμεθα». (ῃ. 269) Ὅτι τὸ παραβῆναι ὅρκους φθάσας εἰπεῖνδηλήσασθαι καὶ πημᾶναι καὶ καταπατῆσαι τὸ αὐτὸ καὶ συγχέαι φησὶν ἐν τῷ»ἐπεὶ σύν γε ὅρκια ἔχευαν Τρῶες». οὕτω πλούσιος καὶ λέξεσιν ὁ ποιητής.εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τῶν πρῴην μὲν εὐκρινῶς ἐχόντων εἶτασυνταραχθέντων, ὁποῖα καὶ τὰ χαλώμενα καὶ καταπατούμενα καὶ συμφυρόμενακαὶ πτυρόμενα. (ῃ. 270 ς.) Ἀπειλὴ κατὰ ἐπιόρκων τὸ «τοῖσι δ' αὖ θάνατος καὶκήδε' ὀπίσσω ἔσσεται, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο», τουτέστιν, ὡςπροσεχῶς ἐρρέθη, συνέχευαν. (ῃ. 272) Ὅτι χαρμοσύνου ἀπελεύσεως φραστικὸντὸ «ὣς ἔφατο, ὃ δὲ παρῴχετο γηθόσυνος κῆρ». (ῃ. 273) Ὅτι ὁμοῦ τάσσει ὡςἐπὶ πολὺ τοὺς δύο Αἴαντας ὁ ποιητής, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται, οὐμόνον διὰ τὴν ὁμωνυμίαν, ἀλλὰ καὶ διότι ὁ μικρὸς ἐδέετο τοῦ μεγάλου, ὡς ἐντοῖς ἑξῆς φανήσεται. σημείωσαι δὲ καί, ὅτι παρεμφαίνων ὁ ποιητὴς τὸ παροιμιῶδες, ὡς ἄρα εἷς ἀνὴρ οὐδεὶς ἀνήρ, ἑκάστῳ τῶν Ἑλληνικῶν στρατηγῶνπαραζευγνύει τινὰ ἢ ὁμοεθνῆ ἢ καὶ ἑτεροῖον, οἷον τῷ ἐκ Κρήτης Ἰδομενεῖ τὸν Μηριόνην, Κρῆτα καὶ αὐτὸν ὄντα, ὡς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 451

ἐνεργητικοῦ δευτέρουἀορίστου καὶ κατὰ ὅμοιον ἄλλαγμα τῶν ἀφώνων ταφών, ὁ

ἐκπλαγείς. ὅτι δὲἸώνων ἰδία ἡ τοιαύτη τῶν δασέων καὶ ψιλῶν ἀντιμεταχώρησις εἰς τὰ

σύστοιχα,δηλοῦσι μὲν καὶ τὰ τοῦ γλυκέος Ἴωνος Ἡροδότου, τὸ ἐνθεῦτεν, τὸ κιθών, τὸ

βάθρακος καὶ ἕτερα, δηλοῦσι δὲ καὶ πολλὰ τῶν κοινῶν καὶ ἰδιωτικῶν. τὰ γοῦνἀκάνθια

ἀχάντια τῶν τινές φασιν ἑῴων ἀνδρῶν, καὶ ἡ τοῦ κύσθου δὲ λεοντῆ παρὰτῷ Κωμικῷ

εἰς τοιοῦτον πίπτει Ἰωνισμόν, εἴπερ ἀπὸ τοῦ κέχυται γίνεται διὰτὴν ἐκεῖθεν κατὰ φύσιν

χύσιν. Ἰωνικῶς δὲ ἰδιώτισται καὶ τὸ ἐκ τῆς χύτραςσυντεθὲν μονόκυθρον. οὐ μακρὰν δὲ

τούτων οὐδὲ τὸ πάσχα ἐκ τοῦ φάσκακαλλιφωνηθέν. Νεβροὶ δὲ τὰ νεογνὰ τῆς ἐλάφου,

ὡς πολλαχοῦ δηλοῦται.Ἰωνικὴ δὲ καὶ Ἀττικὴ ἡ κατὰ θηλυκὸν γένος προφορὰ τῆς

νεβροῦ. (ῃ. 244)Τὸ δέ «ἐπεὶ οὖν» ἀργοῦ κειμένου τοῦ οὖν ταὐτόν ἐστι τῷ ἐπειδή. (ῃ. 243)

Τὸ δέ»ἔστητε τεθηπότες οὐδὲ μάχεσθε» τὸν σκοπὸν συναιρεῖ τῆς ὅλης

παραβολῆς.ἵστανται γὰρ οἱ Ἀχαιοὶ κατὰ τὰς νεβροὺς καὶ τεθήπασι κατ' ἐκείνας καὶ

οὐμάχονται, ὡς οὐδ' ἐκεῖναι ἀλκὴν ἐνδείκνυνται. (ῃ. 248) Ὅτι τὴν πολιὴν θῖνα,ἧς καὶ

ἐνταῦθα μέμνηται ὁ ποιητὴς ἐν τῷ «νῆες εὔπρυμνοι πολιῆς ἐπὶ θινὶθαλάσσης»

«πολιῆτιν ἀκτήν» Εὐριπίδης φησὶ παραφραστικῶς ἐν τῷ «ψάμαθοιπολιήτιδος ἀκτῆς»,

ἤγουν λευκῆς κατὰ τοὺς παλαιούς. καὶ ἔοικεν ἐκεῖνος πρῶταμὲν πολῖτιν εἰπεῖν τὴν

πολιάν, εἶτα Ὁμηρικῶς πλεονάσαι τῷ ˉη. καὶ γὰρ καὶ 1.742 Ὅμηρος τὸν πολίτην

πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης, Ἀπολλωνιήτης,

οἰκιήτης, ἃ κεῖνται παρὰ τῷ Ἡρωδιανῷ. δύναται δὲ ἐκεῖνο καὶ ἀπὸ τοῦ πολιά γενέσθαι

τροπῇ τοῦ ˉα εἰς ˉη. (ῃ. 249) Ὅτι τὸ»ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων», ἀντὶ τοῦ ὑπεράνω

θήσει, σκεπάσει ὑμᾶς.οὕτω δέ, φασί, καὶ οἱ μεθ' Ὅμηρον, οἷον «ὑπερέσχεν ὑμῶν τὴν

χεῖρα θεός». Σημείωσαι δέ, ὅτι τὸ Κρονίων καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις ἐκτείνει

τὴνπαραλήγουσαν καὶ ὅτι τὸ «ἢ μένετε ὄφρα εἰδῆτε, ἐὰν ὑμῶν χεῖρα ὑπέρσχῃ

θεός»παροιμίαν γεννᾷ τὴν εἰποῦσαν «σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει». οὐ γὰρ

χρὴἀναμένειν, ἵνα ἁπλῶς οὕτω χεῖρα ὑπέρσχῃ θεός, ἀλλὰ συνεισάγειν καὶ τὰοἴκοθεν. οἱ

δὲ ὕστερον καὶ ἐπὶ νίκης τὸ ὑπερσχεῖν τιθέασιν, ὥσπερ καὶ τὸὑπερέχειν. (ῃ. 250) Ὅτι

στὶξ μὲν ἐξ ἀνδρῶν πεντακοσίων κατὰ τοὺς παλαιούς,οὐλαμὸς δὲ τάξις ἐκ

τεσσαράκοντα ἀνδρῶν, φάλαγξ δὲ ἀπὸ ἑκατόν καὶ εἴκοσι,πύργος δὲ ἐκ τριακοσίων καὶ

ἑξήκοντα, τάξις αὕτη τετραγωνοειδῶς πυκνουμένη.Ὅμηρος δὲ ἐν τῇ ἐπιπωλήσει ταύτῃ

χρᾶται μὲν ταύταις ταῖς λέξεσι, λαμβάνειδὲ αὐτὰς ἐπὶ τῆς ἁπλῶς κατὰ πληθύν τινα

τάξεως, ἐν οἷς λέγει στίχας ἀνδρῶνκαὶ οὐλαμὸν ἀνδρῶν καὶ πυκινὰς φάλαγγας καὶ

πύργους Ἀχαιῶν. γίνεται δέ,ὡς καὶ ἑτέρωθι δηλοῦται, ἡ μὲν στὶξ ἀπὸ τοῦ στείχω διὰ τὸ

τῆς πορείαςεὔτακτον, οὐλαμὸς δὲ παρὰ τὸ οὖλον, τὸ συνεστραμμένον, ὡς τὸ «οὖλον

κεκλήγοντες», ἐξ οὗ καὶ οὐλόθριξ, ἵνα δηλοῖ οὐλαμὸς στρατοῦ συστροφήν. φάλαγγεςδὲ

παρὰ τὰ φαλάγγια, ὥς φασιν οἱ παλαιοί. οὕτω δὲ παρ' ἐκείνοις ἐκαλοῦντο τὰξύλα, ὅθεν

αἱ στρατιωτικαὶ φάλαγγες, ἐπειδὴ ξύλοις οἱ πάλαι καὶ ῥοπάλοις καὶκορύναις ἐμάχοντο.

διό, φασί, καὶ ἡμεῖς τὰ ἐκ ξύλων οἰκοδομήματα φάλαγγαςκαλοῦμεν. καὶ μήποτε διὰ

τοῦτο καὶ τὰ ἐν ταῖς δοκοῖς τῶν οἴκων τεχνουργοῦνταἀράχνια φαλάγγια λέγεται, ἴσως

δὲ καὶ τὰ τοῖς πλοίοις ὑποτιθέμενα ἕρματαἐντεῦθεν οἱ πολλοὶ φαλάγγια λέγουσιν.

Ἀριστοτέλης δὲ καὶ ἐπὶ δακτύλου τὴνλέξιν τίθησιν, οὗ τὸ μὲν καμπτικόν, φησί,

κόνδυλος, τὸ δὲ ἄκαμπτον φάλαγξ.Ἡρόδοτος δὲ ἐβένου φάλαγγάς πού φησιν. Ὁ δέ γε

πύργος καθ' ὁμοιότητα τῶν1.743 οἰκοδομουμένων λέγεται διὰ τὴν τῶν στρατιωτῶν

πύκνωσιν, ἣν ἀλλαχοῦ διὰπαραβολῆς παραδηλώσει ὁ ποιητὴς πύργου εἰκάζων

οἰκοδομῇ τὴν τοιαύτηντάξιν. περὶ δὲ τοῦ λόχου μετ' ὀλίγα ἐν οἰκείῳ τόπῳ ῥηθήσεται.

(ῃ. 251)Ὅτι τὸ «ἦλθεν ἐπὶ Κρήτεσσι» κατὰ ἀντίπτωσιν εἶπεν ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

450

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!