18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἡρακλῆς καύσας τὸν Ἀργεῖον καὶ τὰ ὀστᾶ κομίσας τῷ πατρὶ καὶ σοφίζεται αὐτὸν ὡς ἤδη

ἔχοντα τὸν υἱόν. καὶ τὸ ἔθος, φασί,παραμεῖναν ἔκτοτε γέγονε κοινὸν τοῖς Ἕλλησιν.

ἔφθη δὲ καὶ ἕτερον, φασί, παῖδατοῦ Λικυμνίου τὸν Οἰωνὸν πολέμῳ ἀποβαλεῖν

Ἡρακλῆς. διὸ καὶ ὀκνῶν ὁπατὴρ ἐπὶ τῷ Ἀργείῳ τὸν ὅρκον ἐδέξατο. ἀλλ' οὕτω μὲν

Ἕλληνες τοὺς νεκροὺς ἔκαιον τὰ ὀστᾶ μόνα κατέχοντες καὶ θάπτοντες εἰς μνήμην

τῶνκαιομένων. Αἰγύπτιοι δὲ τοὺς νεκροὺς ἐταρίχευον, ἵνα ὅλον τὸ σῶμα τοῦ

ποτεζῶντος ἔχωσιν εἰς μνήμης ζώπυρον. πῶς δὲ ἐταρίχευον ἱστορεῖ Ἡρόδοτος.δῆλον δὲ

ὅτι οὐ πᾶσιν ἤρεσκεν ἡ τῶν νεκρῶν καῦσις. τῶν τις οὖν παλαιῶνἀχθόμενος, ὡς

μιαινομένου τοῦ πυρός, οἷς ὡμίλει νεκροῖς σώμασιν, ἐπικαλεῖταιτὸν τοῦ πυρὸς κλοπέα

Προμηθέα λέγων «ἐπάρηξον, βοήθησον, κλέψον, εἰδυνατόν, καὶ πάλιν τὸ πῦρ». Ὅτι ἐν

τῷ «αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί»πυραὶ λέγονται αἱ μεγάλαι πυρκαϊαί. καὶ

ἴσως παρ' Ὁμήρῳ ἡ πυρὰ μὲν καὶ αἱπυραὶ ἐπὶ νεκρῶν καύσεως, τὸ πῦρ δὲ καὶ τὰ πυρὰ

ἐπὶ τοῦ ἄλλως ἁπλῶςἀναπτομένου πυρός. καίεσθαι δέ φησιν ἄρτι νεκροὺς τοὺς τῶν

λοιμωξάντων.οἱ γὰρ μετὰ ταῦτα πολέμου νόμῳ πεσόντες ἐν τῇ τοῦ Ἀχιλλέως μήνιδι

«ἑλώριαἐγίνοντο κύνεσί τε καὶ οἰωνοῖς», ὡς ἔφθασεν εἰπεῖν ὁ ποιητής, ὃς

μεθοδεύσεικατὰ τὸ δυνατὸν καὶ τὴν τούτων ταφήν, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.

τὸδὲ αἰεί καὶ τὸ θαμειαί τὸ πολυπληθὲς δηλοῦσι τῶν καιομένων. σημείωσαι δὲ

ὅτικαίονται οὐ μόνον σώματα, ἀλλὰ καὶ πυραί. τοῦτο δὲ ἀντὶ τοῦ ἐξάπτονται.θαμειαὶ δὲ

αἱ ἀλλεπάλληλοι καὶ πυκναὶ παρὰ τὸ θαμά τὸ πυκνῶς, ὅπερ ἐκ τοῦἅμα γέγονε.

προϋπόκειται δὲ τοῦ θαμειαί ἀρσενικὸν ὄνομα θαμὸς ὁ πυκνός, ὃπλεονασμῷ τῆς ˉεˉι

διφθόγγου γέγονε θαμειός, ὥσπερ φατὸς φατειός, ἀφνὸςἀφνειός, σπερχὸς Σπερχειός,

ἀδελφὸς ἀδελφειός, ἀρνὸς ἀρνειός. ὁ δὲ πλεονασμὸςτοῦ ˉθ διὰ τὴν δασεῖαν τοῦ ἅμα,

ὁποῖόν τι καὶ ἐπὶ τοῦ θειλοπεδεύειν φασὶν οἱπαλαιοί. εἱλόπεδον γὰρ πέδον εἵλῃ

βαλλόμενον τουτέστιν ἡλίου θερμασίᾳ καὶπλεονασμῷ τοῦ ˉθ θειλόπεδον καὶ ῥῆμα

θειλοπεδεύω. ἰστέον δὲ ὅτι οὐ μόνον ἐντῷ θαμειός καὶ τοῖς ὁμοίοις ἡ ˉεˉι δίφθογγος

πλεονάζει, ἀλλὰ καὶ ἐν ἄλλοις,ὥσπερ καὶ ἐν τῷ ἑξῆς ἑξείης. καὶ πολλοὶ δὲ ἐνεστῶτες

καὶ μέλλοντες ἐνεργητικοὶ τοῦτο πάσχουσιν, οἷον βρώσω βρωσείω, πολεμήσω

πολεμησείω, θῶ θείω, 1.71 κίχω κιχείω, ἔρω ἐρείω, τὸ ἐρωτῶ, ὡς τὸ «μάντιν ἐρείομεν».

[διασαφητικὸν δέἐστιν ἐν τοῖς ῥηθεῖσι τοῦ αἰεὶ τὸ θαμειαί.]

(ῃ. 53) Ὅτι ἐπιρρηματικὸν ὄνοματὸ ἐννῆμαρ καὶ δηλοῖ τὸ ἐννέα ἤματα ἤγουν

ἡμέρας. οὕτω δὲ καὶ τὸ αὐτῆμαρἀντὶ τοῦ αὐθημερόν, τῷ αὐτῷ ἤματι, [ἐξ οὗ ἤγουν τοῦ

αὐθημερὸν καὶ σοφὸςαὐθημερινὸς ὁ ὡς εἰπεῖν αὐτοσχέδιος. ὅμοιον δὲ πρὸς τὸ ἐννῆμαρ

καὶ αὐτῆμαρκαὶ τὸ «ποσσῆμαρ μέμονας» ἤγουν ἐπὶ πόσας ἡμέρας, ὃ ἐν τῇ ωʹ

ῥαψῳδίᾳκεῖται.] καὶ ἄλλα δέ εἰσι τοιαῦτα. Ὅρα δὲ ὅτι εἰπὼν ὁ ποιητής «ἐννῆμαρ μὲνἀνὰ

στρατὸν ᾤχετο κῆλα θεοῖο», ἐπήγαγε «τῇ δεκάτῃ δὲ ἀγορήνδε καλέσσατολαὸν

Ἀχιλλεύς». ἠδύνατο μὲν γὰρ εἰπεῖν «τῷ δεκάτῳ δέ» δηλαδὴ ἤματισυνεκάλεσε τὸν λαόν.

οὐκ ἠθέλησε δὲ οὕτως εἰπεῖν οὐδὲ ἔλαβε τὸ ἐννῆμαρ ἀντὶτοῦ ἐννέα ἤματα, ἀλλ' ἀντὶ

τοῦ ἐννέα ἡμέρας διὰ τὸ ταὐτὸν εἶναι ἦμαρ καὶἡμέραν. καὶ ἐσχημάτισε

καινοπρεπέστερον καὶ ἀπὸ τοῦ ἤματος οὐδετέρουὀνόματος ἀνέπαυσε τὴν σύνταξιν εἰς

θηλυκὸν ἰσοδύναμον εἰπών «τῇ δεκάτῃ δὲἡμέρᾳ». τοιοῦτόν τι σχηματίσει καὶ ἐν τοῖς

ἑξῆς, ὅτε εἴπῃ «ἔθνεα πολλὰὀρνίθων ἀγαλλόμεναι πτερύγεσιν». οὐδέτερον μὲν γὰρ τὸ

ἔθνεα καὶ δηλοῖ τὰςἀγέλας, θηλυκὸν δὲ τὸ ἀγαλλόμεναι, οὐκ ἀποδοθὲν πρὸς τὸ ἔθνεα,

ἀλλὰ πρὸς τὸνοούμενον δι' αὐτοῦ, ὅπερ εἰσὶν ἀγέλαι. [εἰπεῖν δὲ κατὰ τοὺς παλαιούς,

συνταχθὲνοὐ πρὸς τὸ ῥητόν, ἀλλὰ πρὸς τὸ νοητόν. Ἰστέον δὲ ὅτι τὸ «ᾤχετο κῆλα

θεοῖο»πάνυ καιρίως ἔχει τοῦ ῥήματος. οὐκ ἔστι γὰρ ἐν αὐτῷ λέξιν εὑρέσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

45

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!