18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κατ' ἄνθρωπον σαρκός, ἤγουν τὴν χροιάν, κατὰ τὸ «παραδραθέειν ᾗχροιῇ». διὸ καὶ πρὸς

τὸ ἐν χρῷ ὁμοιότητα ἔχει τὸ χρῴζειν, οἷον «γόνατα μὴχρῴζειν ἐμά», ἤγουν χρωτίζειν

καὶ ἐν χρῷ ἔχειν. ὅμοιον δὲ καὶ τὸ «μάτην 1.739 κεχρώσμεθα», ἤγουν ἱκετεύθημεν κατὰ

δεξιὰν καὶ γόνατα. τοιοῦτον δὲ καὶ τὸχραίνειν κατὰ παραγωγήν, οὗ πρῶτος μετέχει ὁ

χροῦς, ἐξ οὗ τέτραπται τραγικῶς καὶ τὸ «ἀγορᾶς χραίνων κύκλον». συγγενὲς δὲ τοῖς

τοιούτοις καὶ τὸχρίμπτειν, ὅ ἐστιν ἐν χρῷ πελάζειν, καὶ τὸ χρίειν, ἔτι δὲ καὶ τὸ χράειν, ὅ

ἐστινἐπιπίπτειν. ὥσπερ δὲ ὁ τέρην χροῦς ἐκ μέρους τὴν ὅλην ἐδήλωσεν ἐνταῦθασάρκα,

οὕτω καὶ τὸ «γῦπες ἔδονται» τῷ μέρει τοῖς γυψὶ καὶ λοιπὰ σαρκοβόρασυνεισάγει ὄρνεα,

ὧν γένος ὁ οἰωνὸς κατὰ τὸ «οἰωνοῖσί τε πᾶσιν». (ῃ. 238)Ἀλόχων δὲ Τρωϊκῶν ὁ βασιλεὺς

ἄρτι μέμνηται, καθὰ καὶ ὁ ῥήτωρ Νέστωρ πρὸτούτων καθ' ὁμοίαν μέθοδον, ὡς ἐξ

ἐκείνου κερδάνας τὸ νόημα. (ῃ. 241) Τὸ δέ»χολωτοῖς ἐπέεσσιν» ἐπενεχθὲν μετὰ τὸ

νεικείεσκεν δοκεῖ ὁρισμὸς νείκουςεἶναι, ἵνα ᾖ νεῖκος λόγος χολωτός. (ῃ. 242) Ἰόμωροι

δὲ νῦν ἀπὸ μέρους οἱἁπλῶς πολεμισταί, κυρίως δὲ οἱ περὶ βέλη μεμορημένοι, ὅ ἐστι

κακοπαθοῦντες, ἐκ τοῦ μόρος, ὃ δηλοῖ τὴν κακοπάθειαν, ἐκταθέντος τοῦ ˉο. ἢ

οἱποιούμενοι ὤραν ἤτοι φροντίδα τῶν ἰῶν πλεονασμῷ τοῦ μῦ. ἑλκυσθήσεται δὲ ὁαὐτὸς

τῆς ἐτυμολογίας τρόπος καὶ εἰς τὸ ἐγχεσίμωρος. Τὸ δὲ ἐλεγχέες τοὺςἐφυβρίστους καὶ

ἀξίους ἐλέγχου δηλοῖ. τί δέ ἐστι κυρίως ἔλεγχος, ὁ τῶνστάσεων Ἐξηγητὴς δηλοῖ. εὐθεῖα

δὲ τοῦ ἐλεγχέες ὁ ἐλεγχής. καὶ κλίνεταιἐλεγχέος, ἐξ οὗ θηλυκὸν ἐλεγχείη, ὡς ἔγχος

ἔγχεος ἐγχείη. παραλαλεῖ δὲ καὶδειλίαν ὁ ἔλεγχος ἐοικὼς ἀπὸ τοῦ ἐλᾶν τὸ ἔγχος

γίνεσθαι. ψόγος γὰρ ἦν ἀνδρὶἝλληνι ἡ τοῦ ἔγχους μὲν ἀπέλασις ἤτοι περιφρόνησις,

φροντὶς δὲ τῶν ἰῶνἤγουν τῶν ὀϊστῶν. ὅθεν καὶ ἐφ' ὕβρει ἔθηκεν ἴσως τὸ ἰόμωροι.

τοξεύειν γὰροὐ πάνυ ἐν πολέμῳ ἤθελον οἱ ἥρωες. διὸ καὶ ἄμφω ἀντιπαρέθηκε τὸ

ἰόμωροι καὶτὸ ἐλεγχέες, ὡς μὴ δέον ὂν μήτε ἰομώρους εἶναι μήτε ἐλεγχέας τοὺς

ἥρωας.[Εἰκὸς δὲ καὶ παρὰ τὸ ἑλεῖν ἔγχος γενέσθαι τὸν ἔλεγχον, ὡς πολλῶν

ὅπλοιςδιακρινόντων τὰ στασιαζόμενα. εἰ δὲ ψιλοῦται ἡ ἄρχουσα, καινὸν οὐδέν. 1.740

κανονικῶς γὰρ αὐτὸ γίνεται, ὡς τῆς τρίτης συλλαβῆς ἀπὸ δασέος

ἀντιστοίχουἀρχομένου τοῦ χῖ. οὕτω δὲ καὶ τὸ ἔλαφος γεγονὸς παρὰ τὸ ἑλεῖν ὄφεις

ψιλοῦταικατὰ τὴν ἀρχὴν διὰ τὸ φῖ κατάρχον τῆς τρίτης συλλαβῆς. δῆλον δέ, ὡς

καὶαὐτὴ καὶ παρὰ τὸ ἐλᾶν ὄφεις γίνεται.] Σέβεσθε δὲ ἀντὶ τοῦ αἰδεῖσθε ἢ

καὶἐκπλήττεσθε, ἐφ' οἷς δηλαδὴ ποιεῖτε. οὔπω γὰρ ἐπὶ τιμῆς τότε ἡ λέξις ἔκειτο.ὅθεν καὶ

σέβας ἡ ἔκπληξις ἔν τε ἄλλοις καὶ ἐν τῷ «σέβας μ' ἔχει εἰσορόωντα».(ῃ. 243–6) Ὅτι τοὺς

Ἕλληνας ἀργοὺς ἑστῶτας καὶ τεθηπότας σκώπτει ὁ βασιλεὺς νεβροῖς εἰκάζων αὐτούς,

αἳ μακρὰ δραμοῦσαι καὶ καμοῦσαι ἵστανταιἔκθαμβοι. φησὶ γάρ· «τίφθ' οὕτως ἔστητε

τεθηπότες ἠΰτε νεβροί, αἵ τ' ἐπεὶ οὖνἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσιν, οὐδ' ἄρα

τί σφιν μετὰ φρεσὶ γίνεταιἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε». πάνυ δὲ

ἐπιτυχὴς ἡ παραβολή.τοιοῦτον γὰρ κατὰ φυσικὴν ἰδιότητα ἡ νεβρός. καὶ ὅρα, ὅπως καὶ

τὴν διάθεσιντῶν Ἑλλήνων, τὴν κατὰ τὸ σχῆμα καὶ τὸ εἶδος, διεζωγράφησεν ὁ

ποιητὴςπλάσας ἵστασθαι τοὺς Ἀχαιοὺς τεθαμβημένους, ὡς εἰκός, ἐπὶ τοῖς γινομένοις,ὃ

καὶ οἱ Ὁμηρικοὶ πάσχουσιν ἀκροαταὶ διὰ τὸ τῶν ἀκουσμάτων παράδοξον.(ῃ. 243) Ἔστι

δὲ [τὸ μέν «τίφθ' οὕτως» ἀντιστοιχούμενον ἐκ τοῦ τίπτε δύο 1.741 ψιλῶν

μεταπεσόντων εἰς δύο δασέα, ὃ γίνεται καὶ ἐπὶ τοῦ ἐρρίφθη καὶ ἐτύφθηκαὶ ἐβλάφθη, ἐκ

τοῦ ῥίπτω καὶ τύπτω καὶ βλάπτω, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἐρρῆχθαι,πεφοινίχθαι, πεπλῆχθαι,

ἀπὸ τοῦ ἔρρηκται, πεφοίνικται, πέπληκται, καὶ ἐπὶἄλλων ὁμοίων.] Τὸ [δὲ] τεθηπότες

μέσος παρακείμενος τοῦ θάπτω, ὅπερἄγειν οἶδε τοὺς συμπαθεῖς εἰς ἔκπληξιν. ἀφ' οὗ καὶ

θάπος καὶ Ἰωνικῇ ἐναλλαγῇτῶν στοιχείων τάφος, ἡ ἔκπληξις, καὶ θαπών μετοχὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

449

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!