18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πολέμοιο,τοὺς μάλα νεικείεσκε χολωτοῖς ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ

σέβεσθε» καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ νεβροῖς εἰκάζει τοὺς τοιούτους ὁ βασιλεύς, ὡς μετ'ὀλίγα

εἰρήσεται. καὶ οὕτω μὲν στρατηγικῶς κατὰ τὸ ἀόριστον. εἶτα καταβὰςεἰς ὡρισμένα

πρόσωπα λέγει, ὅπως ἦλθεν εἰς τοὺς Κρῆτας ὁ βασιλεὺς καὶ τίεἶπε καὶ τί ἐκεῖθεν

ἤκουσεν. εἶτα ἐπὶ τοὺς Αἴαντας, μεθ' οὓς εἰς τὸν Νέστορακαὶ ἑξῆς. ἔνθα συχνὴν συνήθη

ποικιλίαν ὁ ποιητὴς ἐπιδείκνυται, ἄλλα περὶἄλλων ἱστορῶν· οἷον τοὺς μὲν περὶ

Ἰδομενέα θωρήσσεσθαι λέγων, τοὺς δὲ περὶτοὺς Αἴαντας καὶ κορύσσεσθαι καὶ κινεῖσθαι

εἰς μάχην, τὸν δὲ Νέστορα ἤδητάσσειν εἰς πόλεμον τοὺς περὶ αὐτόν, Μενεσθέα δὲ τὸν

βασιλέα τῶν Ἀθηναίωνκαὶ τὸν Ὀδυσσέα ἑστάναι διὰ τὸ μὴ θέλειν προϋπάρξαι μάχης,

∆ιομήδην δὲκαὶ Σθένελον ἵστασθαι μὲν καὶ αὐτούς, ἐν ἵπποις δὲ καὶ ἅρμασιν, ἤτοι

ἄνωἵππων καὶ ἁρμάτων. οὕτω πολυειδῶς σχηματίζειν οἶδε τὰ πράγματα ὁ

ποιητὴςἄλλους ἄλλως καθιστῶν ἔχοντας. καὶ αἱ τοῦ βασιλέως δὲ πρὸς ἕκαστον

ὁμιλίαιπολυειδεῖς πλάττονται καὶ αὐταί. Ἰδομενέα μὲν γὰρ ἀποδεξάμενος,

τὸνὑπασπιστὴν δὲ αὐτοῦ Μηριόνην οὐδενὸς ἀξιώσας λόγου, προφέρει χάριταςοἰκείας,

ἀνθ' ὧν ὁ Ἰδομενεὺς ὀφειλέτης ἐστὶν ὁλοψύχου συμμαχίας τῷ βασιλεῖ.ἐπὶ δὲ τοῖς

Αἴασιν εὐκτικῶς σχηματίζει τὸν λόγον, εὐχόμενος πάντας τοιούτουςγενέσθαι τοὺς

Ἕλληνας. τῷ δὲ γέροντι Νέστορι εὐκτικῶς καὶ αὐτῷ προσενεχθείς, τοὺς δὲ ὑπ' αὐτὸν ἐν

οὐδενὶ λόγῳ θέμενος, ἐπεύχεται κατὰ τὴν προθυμίαναὐτοῦ γενέσθαι καὶ τὴν δύναμιν.

τὸν δὲ Μενεσθέα καὶ Ὀδυσσέα λόγοις ὀνειδιστικοῖς βάλλει καὶ μάλιστα τὸν Ὀδυσσέα,

ἵνα καὶ οὕτω καινότητα καὶ ποικιλίαν 1.738 τινὰ ὁ λόγος αὐτῷ ἔχῃ, καὶ ὡς ἀμνήμονας

χαρίτων αὐτοὺς ἐλέγξας καὶ γνοὺςτὸν Ὀδυσσέα λυπούμενον ἐπαναλαβὼν τὸν λόγον

μειλίχια προσφωνεῖ. τὸν δὲ ∆ιομήδην εἰς δειλίαν τε ὀνειδίζει οὐδὲν εἰπὼν πρὸς τὸν

ὑπασπίζοντα Σθένελον,καὶ ἀνομοίως αὐτὸν ἔχειν τῷ πατρὶ Τυδεῖ λέγει παρεμπλέξας καὶ

ἱστορίαν τοῦ Θηβαϊκοῦ πολέμου, ἔνθα ὁ Τυδεὺς εὐδοκίμησε. καὶ οὕτω μὲν ἡ πρὸς

τοὺςἥρωας δημηγορία τῷ βασιλεῖ πολυσχημάτιστος. οὐχ' ἧττον δὲ ταύτης πολυσχήμων

καὶ ἡ τῶν ἡρώων πρὸς αὐτὸν ἀμοιβή. καὶ αὐτὴ γὰρ πολυειδὴς καὶ ὡςδυνατὸν

ἀσυνέμπτωτος. Ἰδομενεὺς μὲν γὰρ ἀγαθὸς ἑταῖρος ἔσεσθαι ὑπισχνεῖται,ὡς τὸ πρῶτον

ὑπέστη καὶ κατένευσε, κατηγορεῖ δὲ καὶ τῶν Τρώων, ὡς συγχεάντων τὰ ὅρκια. οἱ δὲ

Αἴαντες οὐδέν τι ὅλως λαλοῦσι. Νέστωρ δὲ εὔχεται καὶαὐτός, ὅσα καὶ ὁ βασιλεύς, καί

τινα ἱστορίαν λαλεῖ καὶ ὑπισχνεῖται πονήσειν τὰδυνατά. Ὀδυσσεὺς δὲ ἀντιτραχύνεται

αὐτὸς ἠρέμα πρὸς τὸν βασιλέα τοῦἈττικοῦ Μενεσθέως εἰς τὸ πᾶν σιωπῶντος.

∆ιομήδους δὲ αἰδεσθέντος τὸνβασιλέα καὶ διὰ τοῦτο σιγήσαντος, ὁ μηδενὸς λόγου

ἀξιωθεὶς Σθένελος ἀμείβεταιμὲν αὐστηρότερον, ἐπιστομίζεται δὲ ὑπὸ τοῦ ∆ιομήδους.

οὕτω πολυδαίδαλονκαλὸν ἡ Ὁμηρικὴ ποίησις καὶ ὑπὲρ τὸν ὑμνούμενον κεστόν. (ῃ. 233)

Ἰστέον δέ, ὅτι τὸ «θαρσύνεσκεν ἐπέεσσι» πρὸς διαστολὴν κεῖται τοῦ δώροις θαρσύνειν.

Τὸ δέ «μήπω τι» ἀργὴν ἔχει τὴν παραπλήρωσιν. ἔστι γὰρ ἀντὶ τοῦ μή τιπεριττοῦ

κειμένου τοῦ ˉπˉω. παρὰ δέ γε τοῖς ὕστερον χρονικὴν σημασίαν ἔχειτὸ μήπω, καθὰ καὶ

τὸ οὔπω. παρέλκει δὲ ὁμοίως καὶ τὸ ˉτˉι, καθὰ καὶ ἐν τῷοὔτι. ὅλον γὰρ τὸ «μήπω τι

μεθίετε» ταὐτόν ἐστι τῷ «μὴ ἀμελεῖτε». (ῃ. 235) Τὸ δέ «οὐκ ἐπὶ ψευδέσσι πατὴρ ἔσσεται

ἀρωγός» οἱ μὲν παροξύνουσιν, ἵναλέγῃ, ὅτι οὐκ ἔσται βοηθὸς ὁ πατὴρ τοῖς ψεύσταις

Τρωσίν, οἱ δὲ προπαροξύνουσικατὰ γένος οὐδέτερον νοοῦντες, ὅτι οὐ ψεύσεται τὴν

βοήθειαν. πατὴρ δὲ καὶ νῦνκατ' ἐξοχὴν ὁ Ζεύς. τὸ δὲ πληρέστερον «πατὴρ ἀνδρῶν τε

θεῶν τε», ὡς καὶτοῦτο προείρηται. (ῃ. 237) Τέρενα δὲ χρόα τὴν ὅλην σάρκα λέγει ὡς ἐκ

μέρουςτοῦ προφαινομένου ἐξ ἐπιπολῆς πρὸς διαστολὴν τῶν ὀστῶν. ἐκεῖνα γὰρ

οὐτέρενα ἤτοι ἁπαλά. ὥσπερ δὲ ὁ χροῦς, οὕτω καὶ ὁ χρώς τὸ προφαινόμενονδηλοῖ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

448

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!