18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔσταν,μιχθείς μιχθέντος ἔμιχθεν καὶ δύντος ἔδυν. καθ' ὅμοιον δὲ λόγον καὶ

φαανθέντοςἐφάανθεν Αἰολικὸν καὶ πληγέντος ἔπληγεν καὶ κοσμηθέντος ἐκόσμηθεν καὶ

τὰτοιαῦτα, περὶ ὧν καὶ προγέγραπται. [Πολλαχοῦ δὲ καὶ ἀναύξητα τὰ τοιαῦτα,ὁποῖον τὸ

τραφέντος τράφεν, ἀγέντος ἄγεν, ὡς ἀνωτέρω κεῖται, ἀγερθέντοςἄγερθεν, βλαβέντος

βλάβεν καὶ ἄλλα.] (ῃ. 223–5) Ὅτι σπουδὴν πολλὴν τοῦβασιλέως ἐνδείξασθαι θέλων διὰ

συνεχῶν ἤκει συντόμως καὶ ἐνταῦθα μετοχῶνκατὰ σχῆμα ἄρσεως καὶ θέσεως,

πλεοναζούσης διὰ κάλλος τῆς ἄρσεως. εὐειδὲςγὰρ σχῆμα καὶ αἱ ἀποφάσεις. καί φησιν·

«ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα

μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν». τῶν γοῦν ἵππων καταπηδήσας

ἐποίει τὰ 1.736 καὶ τὰ πεζὸς περιϊών, ἵνα δηλαδὴ τῇ φιλοπονίᾳ δυσωπήσῃ τοὺς Ἕλληνας

καὶμηδὲ ἐπαχθὴς ᾖ ἀπὸ τοῦ ἅρματος διαλεγόμενος. (ῃ. 223) Ἔστι δὲ βρίζειν

τὸἀπονυστάζειν, κυρίως δὲ τὸ βαρέως ἢ μετὰ τὴν βορὰν ἵζειν. ἡ δὲ λέξις καὶ

ἐνὈδυσσείᾳ. τῶν δὲ ῥηθέντων τὸ μὲν βρίζειν τὴν παντελῆ ἀμέλειαν ἀποφάσκειτοῦ

βασιλέως, τὸ δὲ πτώσσειν τὴν δειλίαν, τὸ δὲ οὐκ ἐθέλειν τὴν ὀκνηρίαν καὶ

τὸἀπρόθυμον. [(ῃ. 223) Ἰστέον δέ, ὅτι τὸ «οὐκ ἂν ἴδοις» ἀποστροφῆς ἐστι σχῆμα,ὡς ἢ τῆς

Μούσης ἀποστρεψάσης τὸν αὐτῆς λόγον πρὸς τὸν αὐτῆς ὁμιλητὴν ποιητήν, ἢ καὶ τοῦ

ποιητοῦ πρὸς τὸν ἀκροατήν. ἔστι δὲ τὸ «οὐκ ἂν ἴδοις» Ἀττικῶςἀντὶ τοῦ «οὐκ ἂν εἶδες».]

(ῃ. 227) Ὅτι τοὺς πνευστιῶντας ἵππους φυσιόωνταςλέγει εἰπών· «καὶ τοὺς μὲν θεράπων

ἀπάνευθ' ἔχε φυσιόωντας», ὅπερ σημαίνοιἂν καὶ τὸ φρυαττομένους ἢ καὶ τὸ

ἀσθμαίνοντας, ὥς φασιν οἱ παλαιοί, καὶ πνεῦμαἠρεθισμένους. ἦν δὲ ὁ τοιοῦτος

θεράπων Εὐρυμέδων προσφυῶς τῷ εὐρυκρείοντιβασιλεῖ δοθεὶς εἰς ἡνίοχον. ἔστι δὲ καὶ

τῷ Νέστορι Εὐρυμέδων ἕτερος. [Ἱστορεῖδὲ τῷ βασιλικῷ Εὐρυμέδοντι πατέρα

Πτολεμαῖον Πειραΐδην, τουτέστι Πειραίου υἱόν, οὗ τῆς παραληγούσης διφθόγγου

ἐξεβλήθη τὸ ἰῶτα ἐν τῷ πατρωνυμικῷ ἀναγκαίως πρὸς εὐχρηστίαν μέτρου, ὁμοίως τῷ

Ἀλκαῖος Ἀλκαΐδης. χρῆσις δὲ Πειραίου καὶ ἐν Ὀδυσσεία.] (ῃ. 229) Ὅτι τὸ πλησίον ἔχειν

τοὺς ἵππους παρίσχειν, ὅ ἐστι παρέχειν, λέγει ἐγγύτητα καὶ νῦν δηλούσης

τῆςπροθέσεως. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ τοῦ δοῦναι τὴν λέξιν τίθενται ἐξ ὁμοιότητος,

ἐπεὶ καὶ ὁ δωρούμενος ἐγγὺς τοῦ λαμβάνοντος ἔχει τὸ διδόμενον, παρέχων,οὐ μὴν

ἀπέχων. (ῃ. 230) Ὅτι στρατηγικὸν μόχθον ἐν πολέμῳ δηλοῖ τὸ»ὁππότε μιν γυῖα λάβοι

κάματος πολέας κατακοιρανέοντα». (ῃ. 231) ὍτιὉμήρου εἰπόντος ἐνταῦθα, ὡς πεζὸς ὁ

βασιλεὺς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,[καὶ μετ' ὀλίγα δέ· «κοιρανέων ἐπεπωλεῖτο στίχας

ἀνδρῶν»,] Ἐπιπώλησινἐντεῦθεν, ὡς καὶ προερρέθη, τὴν ῥαψῳδίαν ταύτην τινὲς

ὠνόμασαν. (ῃ. 234 σς.) 1.737 Ὅτι ὥσπερ ἐν τῇ βῆτα τὸν Ὀδυσσέα ποικίλον τὴν ὁμιλίαν

ἐποίει ἄλλως ἄλλοις ἐντυγχάνοντα, οὕτω καὶ νῦν τὸν βασιλέα, καὶ μάλιστα ὧδε

ἀναγκαίωςποικιλώτερον, ὡς καὶ ἐπεξιόντα τοῖς καθέκαστον. καὶ τοιοῦτός ἐστιν, ὃν

ἐνὈδυσσείᾳ λέγει πολύτροπον, τὸν μὴ καθάπερ εἰκόνα γεγραμμένην ἑστῶτα

ἐπὶσχήματος ἑνός, ἀλλ' εἰς πολλὰ τρεπόμενον καὶ πολυκίνητον τῇ διανοίᾳ καὶἀληθῶς

πολυμήχανον. ἄλλως γάρ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν διείληπται,ποικιλίαν ἤθους

ἔχειν οὐκ ἂν εἰς ἐγκώμιον ἥρωος θείη τις. Σημείωσαι δέ, ὅτιπρῶτον μὲν κοινῶς τὴν

βασιλικὴν δημηγορίαν ὁ ποιητὴς μελετᾷ, εἶτα καὶἰδικῶς. οἷον πρῶτον μὲν ἀορίστως

οὕτως· «οὓς μὲν σπεύδοντας ἴδοι ∆αναῶνταχυπώλων, τοὺς μάλα θαρσύνεσκε

παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μήπώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψεύδέσι

πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός,ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο, τῶν», ἤτοι

αὐτῶν, «τέρενα χρόαγῦπες ἔδονται, ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα

ἄξομεν ἐννήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

447

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!