Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

παρὰ τῷ ποιητῇ ὁ Μενέλαος, ὃν οὐ καινοπραγεῖ ὀνομάσας ἰσόθεον, εἴγε καὶ τὸν Ἀλέξανδρον θεοειδέα 1.734 ἐκάλεσε καὶ τὸν Πάνδαρον ἀντίθεον. ἐγκωμιαστικὸς γὰρ τὰ πολλὰ ὁ ποιητής, ὡςπροερρέθη, καὶ τοὺς ἥρωας ἀφ' ὧν ἂν ἔχοιεν ἀγαθῶν χαρακτηρίζει, ἐπικρύπτωνεἴ τί που καὶ φαῦλον ἔχουσι, καὶ οὐ βλασφημῶν εἰς οὐδὲν δέον κατὰ τὸνἐπίτριπτον Ἀρχίλοχον ἢ τὸν ἀργαλέον Ἱππώνακτα ἢ εἴ τις ἄλλος ἐπεσβόλος ἦν κατ' αὐτούς. (ῃ. 218) Ὅτι τὸ ἐκπιέσαι τὸ τοῦ ῥηθέντος ἕλκους αἷμαἐκμυζῆσαι λέγει. ἐγίνετο δέ, φασί, τοῦτο, ἵνα μὴ πυώσῃ σαπὲν καὶ βλάψῃ τὴνἀπούλωσιν. τοῦτο δὲ ἀνωτέρω ἐπιμάσσεσθαι εἶπεν. ἀλλ' οἷον μὲν τὸ Ὁμηρικὸντοῦτο ἐκμυζῆσαι, ᾔδεισαν οἱ τότε τὰ τοιαῦτα ἕλκη μεταχειριζόμενοι, οἱ δὲ νῦνβλέπουσι πολλοὺς καὶ μάλιστα τῶν βαρβαρικωτέρων, ὁπηνίκα τραῦμά τινιἐντριβῇ, τῷ στόματι ἐκμυζῶντας τὸ αἷμα τοῦ ἕλκους, θεραπείαν καὶ οὕτωτεχνωμένους τινά. μυζᾷ δέ τις οὕτω καὶ γάλα ἐκ θηλῆς, ὡς καὶ δοκεῖν ἐκ τούτουγίνεσθαι τὸν μαζὸν ἐτυμολογούμενον καὶ ἄλλως, ὡς ἀλλαχοῦ δηλοῦται. [Μυζᾷδὲ καὶ μυελόν τις καὶ ἄλλα τινὰ τοιαῦτα. δῆλον δ' ὅτι καὶ βδάλλειν τὸ τοιοῦτονλέγεται, ὡς ἐκ μεταφορᾶς φλεβῶν. εἰ δέ τι τοιοῦτο δηλοῖ καὶ τὸ βύζην ἐπίρρημα,χρὴ ζητῆσαι.] Ὠνοματοπεποίηται δὲ καὶ τὸ μυζᾶν ἐκ τοῦ μῦ στοιχείου ἄλλωςἤπερ τὸ μύζειν. Ὅτι τρεῖς φαρμάκων ἰδέαι παρ' Ὁμήρῳ· ἐπίπαστα, ὡς νῦν ἐπὶ Μενελάου, ᾧπερ ἤπια φάρμακα εἰδὼς πάσσεν ὁ Μαχάων· καὶ χριστά, οἷονἰοὺς χρίεσθαι, καὶ πιστὰ κατὰ τὸν Αἰσχύλον, τουτέστι ποτὰ ἢ πότιμα, ὡς ἐπὶἙλένης ἐν Ὀδυσσείᾳ τῷ κρατῆρι ἀναμιγνύσης φάρμακα. ἐκ δὲ τῆς τοιαύτης λέξεως οὐ μόνον τὸ φαρμακεύειν, ἰατρικὴ λέξις, ἀλλὰ καὶ φαρμάσσειν, τὸστομοῦν σίδηρον ἐκ βαφῆς, καὶ τὸ ἁπλῶς βάπτειν καὶ τὰ βαφεῖα, φαρμακῶνεςπαρὰ τοῖς παλαιοῖς. (ῃ. 214) Οἶδε δὲ καὶ τρεῖς βελουλκίας Ὅμηρος, ἐκτομὴν ἐπὶ Εὐρυπύλου καὶ διωσμὸν ἐν τοῖς ἑξῆς ἐπὶ ∆ιομήδους καὶ ἐξολκήν, ὡς νῦν ἐπὶ Μενελάου. φησὶ γάρ· «τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι», οἱ προρρηθέντες δηλαδή. ἔστι δὲ τὸ πάλιν ἄγεν ἀντὶ τοῦ εἰς τὸ ἔμπαλιν ἐκλάσθησαν.τοῦτο δὲ εἴρηται πρὸς διαστολὴν τῆς πρώτης περιαγωγῆς καὶ κλάσεως, ἣνοἱ ὄγκοι πάσχουσι γλωχινούμενοι ἐν τῷ χαλκεύεσθαι. τότε μὲν γὰρ ἐπὶ τὸ ἄνωἀφορῶντες γωνιοῦνται, νῦν δὲ θραυόμενοι ἔμπαλιν ἄγονται. ποιητικὴ δὲ λέξις 1.735 καὶ τὸ ἄγεν. καὶ ἔστιν ὥσπερ τραφείς τραφέντος τράφεν, ὅ ἐστιν ἐτράφησαν,οὕτω καὶ ἀγείς ἀγέντος ἄγεν. (ῃ. 219) Ὅτι τὸ φιλεῖν φίλα φρονεῖν λέγειπεριφραστικῶς, οἷον «τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων», ὁ προρρηθείς. (ῃ. 220) Ὅτι καιρία λέξις ἐπὶ σπουδαίας ἐνεργείας τὸ ἀμφιπένεσθαι. φησὶγοῦν· «ὄφρα τοί», ἤγουν οὗτοι, «ἀμφεπένοντο Μενέλαον». τὸ δ' αὐτὸ καὶἀμφιπονεῖσθαί ἐστιν, ὡς τοῦ πόνου καὶ τοῦ πονεῖν γινομένων ἐκ τοῦ πένεσθαι.(ῃ. 221) Ὅτι Πάνδαρος μὲν κατὰ Μενελάου ὀϊστεύσας κατῆρξε κακοῦ,ἐπηκολούθησαν δὲ Τρώων στίχες ἀσπιστάων, οἳ πρῶτοι ἐπιδραμόντες ἐπῆλθοναὐτοὶ τοῖς Ἕλλησι διὰ τὸ ἴσως νομίσαι θελήσει τῶν Τρωϊκῶν βασιλέωνπαρασπονδῆσαι τὸν Πάνδαρον. πάντες οὖν ἰδοὺ τοὺς ὅρκους ἐπάτησαν. δεόντωςἄρα καὶ ἀπολοῦνται πάντες κατὰ τὸ «Ζεὺς ἐπισείει ἐρεμνὴν αἰγίδα πᾶσι».τοὺς δὲ ἀσπιστὰς ἀσπιδοφέρμονα θίασον ἡ τραγῳδία εἶπεν. (ῃ. 222) Ὅτι τὸἐνδύσασθαι τὰ ὅπλα καταδῦναι τεύχεα λέγει. φησὶ γοῦν· «οἳ δὲ κατὰ τεύχε'ἔδυν, μνήσαντο δὲ χάρμης». μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν εἰς βάθος δυνόντων.δύναται δὲ ταὐτὸν τῷ ἀμφιέσασθαι καὶ ἀμφιβαλέσθαι καὶ περιβαλέσθαι.λέγεται δέ τις καὶ πόλιν δύνειν καὶ πόλεμον. Ἰστέον δέ, ὅτι, ὥσπερ ἐκ τῆςγενικῆς μετοχῆς τοῦ λέγοντος ἀποκοπῇ τοῦ τέλους γίνεται τρίτον πληθυντικὸνπαρῳχημένου χρόνου μετὰ αὐξήσεως «ἔλεγον ἐκεῖνοι», ὁμοίως καὶ τύπτοντοςἔτυπτον, καὶ τρέχοντος ἔτρεχον, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ ἐκ τοῦ φύς ὀξυτόνουφύντος ἔφυν καὶ φάς φάντος ἔφαν καὶ βάς βάντος ἔβαν καὶ στάντος Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 446

ἔσταν,μιχθείς μιχθέντος ἔμιχθεν καὶ δύντος ἔδυν. καθ' ὅμοιον δὲ λόγον καὶ φαανθέντοςἐφάανθεν Αἰολικὸν καὶ πληγέντος ἔπληγεν καὶ κοσμηθέντος ἐκόσμηθεν καὶ τὰτοιαῦτα, περὶ ὧν καὶ προγέγραπται. [Πολλαχοῦ δὲ καὶ ἀναύξητα τὰ τοιαῦτα,ὁποῖον τὸ τραφέντος τράφεν, ἀγέντος ἄγεν, ὡς ἀνωτέρω κεῖται, ἀγερθέντοςἄγερθεν, βλαβέντος βλάβεν καὶ ἄλλα.] (ῃ. 223–5) Ὅτι σπουδὴν πολλὴν τοῦβασιλέως ἐνδείξασθαι θέλων διὰ συνεχῶν ἤκει συντόμως καὶ ἐνταῦθα μετοχῶνκατὰ σχῆμα ἄρσεως καὶ θέσεως, πλεοναζούσης διὰ κάλλος τῆς ἄρσεως. εὐειδὲςγὰρ σχῆμα καὶ αἱ ἀποφάσεις. καί φησιν· «ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν». τῶν γοῦν ἵππων καταπηδήσας ἐποίει τὰ 1.736 καὶ τὰ πεζὸς περιϊών, ἵνα δηλαδὴ τῇ φιλοπονίᾳ δυσωπήσῃ τοὺς Ἕλληνας καὶμηδὲ ἐπαχθὴς ᾖ ἀπὸ τοῦ ἅρματος διαλεγόμενος. (ῃ. 223) Ἔστι δὲ βρίζειν τὸἀπονυστάζειν, κυρίως δὲ τὸ βαρέως ἢ μετὰ τὴν βορὰν ἵζειν. ἡ δὲ λέξις καὶ ἐνὈδυσσείᾳ. τῶν δὲ ῥηθέντων τὸ μὲν βρίζειν τὴν παντελῆ ἀμέλειαν ἀποφάσκειτοῦ βασιλέως, τὸ δὲ πτώσσειν τὴν δειλίαν, τὸ δὲ οὐκ ἐθέλειν τὴν ὀκνηρίαν καὶ τὸἀπρόθυμον. [(ῃ. 223) Ἰστέον δέ, ὅτι τὸ «οὐκ ἂν ἴδοις» ἀποστροφῆς ἐστι σχῆμα,ὡς ἢ τῆς Μούσης ἀποστρεψάσης τὸν αὐτῆς λόγον πρὸς τὸν αὐτῆς ὁμιλητὴν ποιητήν, ἢ καὶ τοῦ ποιητοῦ πρὸς τὸν ἀκροατήν. ἔστι δὲ τὸ «οὐκ ἂν ἴδοις» Ἀττικῶςἀντὶ τοῦ «οὐκ ἂν εἶδες».] (ῃ. 227) Ὅτι τοὺς πνευστιῶντας ἵππους φυσιόωνταςλέγει εἰπών· «καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας», ὅπερ σημαίνοιἂν καὶ τὸ φρυαττομένους ἢ καὶ τὸ ἀσθμαίνοντας, ὥς φασιν οἱ παλαιοί, καὶ πνεῦμαἠρεθισμένους. ἦν δὲ ὁ τοιοῦτος θεράπων Εὐρυμέδων προσφυῶς τῷ εὐρυκρείοντιβασιλεῖ δοθεὶς εἰς ἡνίοχον. ἔστι δὲ καὶ τῷ Νέστορι Εὐρυμέδων ἕτερος. [Ἱστορεῖδὲ τῷ βασιλικῷ Εὐρυμέδοντι πατέρα Πτολεμαῖον Πειραΐδην, τουτέστι Πειραίου υἱόν, οὗ τῆς παραληγούσης διφθόγγου ἐξεβλήθη τὸ ἰῶτα ἐν τῷ πατρωνυμικῷ ἀναγκαίως πρὸς εὐχρηστίαν μέτρου, ὁμοίως τῷ Ἀλκαῖος Ἀλκαΐδης. χρῆσις δὲ Πειραίου καὶ ἐν Ὀδυσσεία.] (ῃ. 229) Ὅτι τὸ πλησίον ἔχειν τοὺς ἵππους παρίσχειν, ὅ ἐστι παρέχειν, λέγει ἐγγύτητα καὶ νῦν δηλούσης τῆςπροθέσεως. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ τοῦ δοῦναι τὴν λέξιν τίθενται ἐξ ὁμοιότητος, ἐπεὶ καὶ ὁ δωρούμενος ἐγγὺς τοῦ λαμβάνοντος ἔχει τὸ διδόμενον, παρέχων,οὐ μὴν ἀπέχων. (ῃ. 230) Ὅτι στρατηγικὸν μόχθον ἐν πολέμῳ δηλοῖ τὸ»ὁππότε μιν γυῖα λάβοι κάματος πολέας κατακοιρανέοντα». (ῃ. 231) ὍτιὉμήρου εἰπόντος ἐνταῦθα, ὡς πεζὸς ὁ βασιλεὺς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,[καὶ μετ' ὀλίγα δέ· «κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν»,] Ἐπιπώλησινἐντεῦθεν, ὡς καὶ προερρέθη, τὴν ῥαψῳδίαν ταύτην τινὲς ὠνόμασαν. (ῃ. 234 σς.) 1.737 Ὅτι ὥσπερ ἐν τῇ βῆτα τὸν Ὀδυσσέα ποικίλον τὴν ὁμιλίαν ἐποίει ἄλλως ἄλλοις ἐντυγχάνοντα, οὕτω καὶ νῦν τὸν βασιλέα, καὶ μάλιστα ὧδε ἀναγκαίωςποικιλώτερον, ὡς καὶ ἐπεξιόντα τοῖς καθέκαστον. καὶ τοιοῦτός ἐστιν, ὃν ἐνὈδυσσείᾳ λέγει πολύτροπον, τὸν μὴ καθάπερ εἰκόνα γεγραμμένην ἑστῶτα ἐπὶσχήματος ἑνός, ἀλλ' εἰς πολλὰ τρεπόμενον καὶ πολυκίνητον τῇ διανοίᾳ καὶἀληθῶς πολυμήχανον. ἄλλως γάρ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν διείληπται,ποικιλίαν ἤθους ἔχειν οὐκ ἂν εἰς ἐγκώμιον ἥρωος θείη τις. Σημείωσαι δέ, ὅτιπρῶτον μὲν κοινῶς τὴν βασιλικὴν δημηγορίαν ὁ ποιητὴς μελετᾷ, εἶτα καὶἰδικῶς. οἷον πρῶτον μὲν ἀορίστως οὕτως· «οὓς μὲν σπεύδοντας ἴδοι ∆αναῶνταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μήπώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψεύδέσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός,ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο, τῶν», ἤτοι αὐτῶν, «τέρενα χρόαγῦπες ἔδονται, ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐννήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 447

παρὰ τῷ ποιητῇ ὁ Μενέλαος, ὃν οὐ καινοπραγεῖ ὀνομάσας ἰσόθεον, εἴγε καὶ τὸν

Ἀλέξανδρον θεοειδέα 1.734 ἐκάλεσε καὶ τὸν Πάνδαρον ἀντίθεον. ἐγκωμιαστικὸς γὰρ τὰ

πολλὰ ὁ ποιητής, ὡςπροερρέθη, καὶ τοὺς ἥρωας ἀφ' ὧν ἂν ἔχοιεν ἀγαθῶν χαρακτηρίζει,

ἐπικρύπτωνεἴ τί που καὶ φαῦλον ἔχουσι, καὶ οὐ βλασφημῶν εἰς οὐδὲν δέον κατὰ

τὸνἐπίτριπτον Ἀρχίλοχον ἢ τὸν ἀργαλέον Ἱππώνακτα ἢ εἴ τις ἄλλος ἐπεσβόλος ἦν κατ'

αὐτούς. (ῃ. 218) Ὅτι τὸ ἐκπιέσαι τὸ τοῦ ῥηθέντος ἕλκους αἷμαἐκμυζῆσαι λέγει. ἐγίνετο

δέ, φασί, τοῦτο, ἵνα μὴ πυώσῃ σαπὲν καὶ βλάψῃ τὴνἀπούλωσιν. τοῦτο δὲ ἀνωτέρω

ἐπιμάσσεσθαι εἶπεν. ἀλλ' οἷον μὲν τὸ Ὁμηρικὸντοῦτο ἐκμυζῆσαι, ᾔδεισαν οἱ τότε τὰ

τοιαῦτα ἕλκη μεταχειριζόμενοι, οἱ δὲ νῦνβλέπουσι πολλοὺς καὶ μάλιστα τῶν

βαρβαρικωτέρων, ὁπηνίκα τραῦμά τινιἐντριβῇ, τῷ στόματι ἐκμυζῶντας τὸ αἷμα τοῦ

ἕλκους, θεραπείαν καὶ οὕτωτεχνωμένους τινά. μυζᾷ δέ τις οὕτω καὶ γάλα ἐκ θηλῆς, ὡς

καὶ δοκεῖν ἐκ τούτουγίνεσθαι τὸν μαζὸν ἐτυμολογούμενον καὶ ἄλλως, ὡς ἀλλαχοῦ

δηλοῦται. [Μυζᾷδὲ καὶ μυελόν τις καὶ ἄλλα τινὰ τοιαῦτα. δῆλον δ' ὅτι καὶ βδάλλειν τὸ

τοιοῦτονλέγεται, ὡς ἐκ μεταφορᾶς φλεβῶν. εἰ δέ τι τοιοῦτο δηλοῖ καὶ τὸ βύζην

ἐπίρρημα,χρὴ ζητῆσαι.] Ὠνοματοπεποίηται δὲ καὶ τὸ μυζᾶν ἐκ τοῦ μῦ στοιχείου

ἄλλωςἤπερ τὸ μύζειν. Ὅτι τρεῖς φαρμάκων ἰδέαι παρ' Ὁμήρῳ· ἐπίπαστα, ὡς νῦν ἐπὶ

Μενελάου, ᾧπερ ἤπια φάρμακα εἰδὼς πάσσεν ὁ Μαχάων· καὶ χριστά, οἷονἰοὺς χρίεσθαι,

καὶ πιστὰ κατὰ τὸν Αἰσχύλον, τουτέστι ποτὰ ἢ πότιμα, ὡς ἐπὶἙλένης ἐν Ὀδυσσείᾳ τῷ

κρατῆρι ἀναμιγνύσης φάρμακα. ἐκ δὲ τῆς τοιαύτης λέξεως οὐ μόνον τὸ φαρμακεύειν,

ἰατρικὴ λέξις, ἀλλὰ καὶ φαρμάσσειν, τὸστομοῦν σίδηρον ἐκ βαφῆς, καὶ τὸ ἁπλῶς

βάπτειν καὶ τὰ βαφεῖα, φαρμακῶνεςπαρὰ τοῖς παλαιοῖς. (ῃ. 214) Οἶδε δὲ καὶ τρεῖς

βελουλκίας Ὅμηρος, ἐκτομὴν ἐπὶ Εὐρυπύλου καὶ διωσμὸν ἐν τοῖς ἑξῆς ἐπὶ ∆ιομήδους

καὶ ἐξολκήν, ὡς νῦν ἐπὶ Μενελάου. φησὶ γάρ· «τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες

ὄγκοι», οἱ προρρηθέντες δηλαδή. ἔστι δὲ τὸ πάλιν ἄγεν ἀντὶ τοῦ εἰς τὸ ἔμπαλιν

ἐκλάσθησαν.τοῦτο δὲ εἴρηται πρὸς διαστολὴν τῆς πρώτης περιαγωγῆς καὶ κλάσεως,

ἣνοἱ ὄγκοι πάσχουσι γλωχινούμενοι ἐν τῷ χαλκεύεσθαι. τότε μὲν γὰρ ἐπὶ τὸ

ἄνωἀφορῶντες γωνιοῦνται, νῦν δὲ θραυόμενοι ἔμπαλιν ἄγονται. ποιητικὴ δὲ λέξις

1.735 καὶ τὸ ἄγεν. καὶ ἔστιν ὥσπερ τραφείς τραφέντος τράφεν, ὅ ἐστιν ἐτράφησαν,οὕτω

καὶ ἀγείς ἀγέντος ἄγεν. (ῃ. 219) Ὅτι τὸ φιλεῖν φίλα φρονεῖν λέγειπεριφραστικῶς, οἷον

«τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων», ὁ προρρηθείς. (ῃ. 220) Ὅτι καιρία λέξις

ἐπὶ σπουδαίας ἐνεργείας τὸ ἀμφιπένεσθαι. φησὶγοῦν· «ὄφρα τοί», ἤγουν οὗτοι,

«ἀμφεπένοντο Μενέλαον». τὸ δ' αὐτὸ καὶἀμφιπονεῖσθαί ἐστιν, ὡς τοῦ πόνου καὶ τοῦ

πονεῖν γινομένων ἐκ τοῦ πένεσθαι.(ῃ. 221) Ὅτι Πάνδαρος μὲν κατὰ Μενελάου

ὀϊστεύσας κατῆρξε κακοῦ,ἐπηκολούθησαν δὲ Τρώων στίχες ἀσπιστάων, οἳ πρῶτοι

ἐπιδραμόντες ἐπῆλθοναὐτοὶ τοῖς Ἕλλησι διὰ τὸ ἴσως νομίσαι θελήσει τῶν Τρωϊκῶν

βασιλέωνπαρασπονδῆσαι τὸν Πάνδαρον. πάντες οὖν ἰδοὺ τοὺς ὅρκους ἐπάτησαν.

δεόντωςἄρα καὶ ἀπολοῦνται πάντες κατὰ τὸ «Ζεὺς ἐπισείει ἐρεμνὴν αἰγίδα πᾶσι».τοὺς

δὲ ἀσπιστὰς ἀσπιδοφέρμονα θίασον ἡ τραγῳδία εἶπεν. (ῃ. 222) Ὅτι τὸἐνδύσασθαι τὰ

ὅπλα καταδῦναι τεύχεα λέγει. φησὶ γοῦν· «οἳ δὲ κατὰ τεύχε'ἔδυν, μνήσαντο δὲ χάρμης».

μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν εἰς βάθος δυνόντων.δύναται δὲ ταὐτὸν τῷ ἀμφιέσασθαι καὶ

ἀμφιβαλέσθαι καὶ περιβαλέσθαι.λέγεται δέ τις καὶ πόλιν δύνειν καὶ πόλεμον. Ἰστέον δέ,

ὅτι, ὥσπερ ἐκ τῆςγενικῆς μετοχῆς τοῦ λέγοντος ἀποκοπῇ τοῦ τέλους γίνεται τρίτον

πληθυντικὸνπαρῳχημένου χρόνου μετὰ αὐξήσεως «ἔλεγον ἐκεῖνοι», ὁμοίως καὶ

τύπτοντοςἔτυπτον, καὶ τρέχοντος ἔτρεχον, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ ἐκ τοῦ φύς

ὀξυτόνουφύντος ἔφυν καὶ φάς φάντος ἔφαν καὶ βάς βάντος ἔβαν καὶ στάντος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

446

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!