18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παροιμίαἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ «κύων ζῶν ἀπὸ μαγδαλιᾶς». καὶ ὅτι

τὸμάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μαγὶς καὶ ὁμάγος δὲ

ἀπὸ τοιούτου τινὸς γίνεται ῥήματος, καὶ μάλιστα ἐκ τοῦ ἀνωτέρωῥηθέντος, ὡς τοῖς

παλαιοῖς καὶ αὐτὸ δοκεῖ. καὶ ὅτι τὸ εἰρημένον ἐκμαγεῖονἔκμαγμα λέγει ὁ Κωμικός.] καὶ

ὅτι διασαφῶν ὁ ποιητὴς τὸ «ἕλκος ἰητὴρἐπιμάσσεται» ἐπάγει· «ἠδ' ἐπιθήσει φάρμακα, ἅ

κεν παύσῃσι μελαινάωνὀδυνάων», ὃ παραφράζων ἐν τοῖς ἑξῆς λέγει «αἷμ' ἐκμυζήσας

ἐπ' ἂρ ἤπια φάρμακα πάσσε», τὰ παύοντα δηλαδὴ μελαινάων ὀδυνάων. Ἕλκος δὲ οὐ

κατὰ τοὺςὕστερον ἰδιωτικοὺς τὸ πῦον, οὐδὲ ὁ ποιητὴς οἶδεν, ἀλλὰ τὴν κατὰ

τραῦμαλύσιν τῆς συνεχείας. ἅμα γοῦν βάλλεταί τις ἢ τιτρώσκεται καὶ εὐθὺςἕλκος

γενέσθαι τῷ τοιούτῳ φησί, [λεγόμενον οὕτω διὰ τὸ παρειλκύσθαι τοῦσυνεχοῦς, διὸ καὶ

ἄπελος αὐτὸ εἶπε Καλλίμαχος διὰ τὸ μὴ πελάζειν ἀλλήλοιςτὰ παρειλκυσμένα χείλη τοῦ

διαιρέματος.] (ῃ. 191) Τὸ φάρμακον δὲ μέσηλέξις ἐπί τε μὴ ἀγαθοῦ λαμβανομένη παρὰ

τὸ φέρειν ἄχος καὶ ἐπὶ ἀγαθοῦ παρὰτὸ φέρειν ἄκος. διὸ φάρμακα ἐν τοῖς ῥηθεῖσιν εἰπὼν

προσέθετο χάριν σαφηνείαςτὸ «ἃ παύσει ὀδυνάων» καὶ δηλονότι ἀκέσεται, καὶ τὸ

«ἤπια», ὧν παρώνυμόςἐστιν, ὡς ῥηθήσεται, καὶ ὁ Ἀσκληπιός. «Μέλαιναι δὲ ὀδύναι» αἱ

θανατηραί,ὡς εἰς Ἅιδην μέλανα, ταὐτὸν δὲ εἰπεῖν εἰς σκότον, κατάγουσαι. (ῃ. 192) Ὅτι

τὸν Ταλθύβιον θεῖον κήρυκα λέγει, καθότι καὶ φθάσας ἐν τῇ αʹ τοὺς κήρυκας τοῦ ∆ιὸς

ἀγγέλους ἔφη. (ῃ. 193) Ὅτι δυὸ ὄντων ἐπιφανῶν Ἕλλησιν ἰατρῶν, Ποδαλείριος μέν, οὗ

ἡ ἐτυμολογία προγέγραπται, περὶ δίαιταν ἐπονεῖτο, Μαχάων δὲπερὶ τραύματα εἶχε,

Τρίκκης καὶ αὐτὸς ἄρχων, πόλεως Θετταλικῆς, ἥν, ὡς καὶἐν Βοιωτίᾳ ἐγράφη, ἄρτι

Τρίκκαλά φαμεν, καλουμένην καὶ αὐτὴν ἱππόβοτον, 1.733 ὡς ὁ ποιητὴς λέγει, ἐπεὶ καὶ

Ἄργος ἱππόβοτον ἔγνωμεν οὐ μόνον τὴν Πελοπόννησον, ἀλλὰ καὶ τὰ κατὰ Θετταλίαν.

ἦν δὲ στρατιωτικώτερος ὁ Μαχάων, ὡςκαὶ ἡ κλῆσις ὑποδηλοῖ. (ῃ. 194) Ἄμφω δὲ

Ἀσκληπιάδαι ἦσαν, ἤτοι παῖδες Ἀσκληπιοῦ ἀμύμονος ἰητῆρος, ὥς φησιν ὁ ποιητής.

Ἀσκληπιὸς δὲ Χείρωνος μαθητής, Χείρων δὲ εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Φιλύρας

καὶ Κρόνου,εἷς τῶν Κενταύρων, ἐξ οὗ Χειρώνεια ἕλκη τὰ δυσαλθῆ, ἃ δηλαδὴ

Χείρωνκατέδειξε θεραπεύεσθαι. ἐκλήθη δέ, φασίν, Ἀσκληπιὸς ἢ διότι Ἄσκλην τὸν

Ἐπιδαύριον ὀφθαλμιῶντα ἰάσατο ἤπιος ἐκείνῳ φανείς, ἢ πλεονασμῷ τοῦ ˉλπαρὰ τὸ

ἀσκεῖν ἠπίως τοὺς νοσοῦντας, ὅ ἐστιν ἐπιμελείας ἀξιοῦν, ἢ παρὰ τὸ μὴσκελετεύεσθαι

αὐτοὺς ἐᾶν ἠπίως προσφερόμενον. ἡ δὲ ὀξυτόνησις τοῦ ὀνόματοςἀπορίαν ἔχει, εἴπερ καὶ

ἄλλως αἱ συνθέσεις τοὺς τόνους ἀναβιβάζουσι. καλῶςοὖν ἐποίει ∆ημοσθένης, ὡς

ἱστορεῖται, προπαροξύνων τὴν λέξιν καὶ ἀναγινώσκων, Ἀσκλήπιος. ἡ δ' αὐτὴ ἀπορία

καὶ ἐπὶ τοῦ ἔμπορος καὶ λογεμπόρος, ὡςδηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἴσως δὲ

καὶ ἐπὶ τοῦ μύδρος καὶἀμυδρός καὶ ἐπὶ ἑτέρων δέ τινων. (ῃ. 206) Ὅτι ἐν τῷ «τόξων εὖ

εἰδώς» τὸ μὲνεὖ εἰδώς ἀντὶ τοῦ ἐπιστήμων ὤν λαμβάνει ὁ ποιητής, καθὰ καὶ ἐν

ἄλλοιςμυρίοις, εἰωθὼς καὶ ἄλλως τὸ εἰδώς μόνον αὐτὸ καθ' αὑτὸ γενικῇ

συντάσσειν.τόξα δὲ τὴν τοῦ τοξεύειν ἐπιστήμην νοεῖ, λέγων, ὅτι τὸν Μενέλαον ἔβαλέ

τις Τρώων ἢ Λυκίων τόξων εὖ εἰδώς. Τὸ δὲ Λυκίων ἀπὸ μέρους πάντας δηλοῖ

τοὺςἐπικούρους τῶν Τρώων. ἄξιοι δὲ λόγου οἱ Λύκιοι ὡς πολλοὶ καὶ ζαχρηεῖς ἐνπολέμῳ

ὄντες, καθά που αὐτὸς ἐρεῖ ὁ ποιητής. Λυκίους δὲ οὐ τοὺς ὑπὸ τῷ Πανδάρῳ λέγει ὁ

βασιλεύς, οἳ καὶ αὐτοί, ὡς προείρηται, Τρῶες ἦσαν, ἀλλὰ τοὺςἐκ τῆς μεγάλης Λυκίας,

οἵπερ ἦσαν ὑπὸ τῷ Σαρπηδόνι. οὕτω δὲ καὶ Ἀργεῖοικαὶ Ἀχαιοὶ ἀπὸ μέρους πάντες οἱ

Ἕλληνες. (ῃ. 206 ς.) Ὅτι σεμνύνει ἀριστέαβληθέντα τὸ «ὅν τις ὀϊστεύσας ἔβαλε· τῷ μὲν

κλέος, ἄμμι δὲ πένθος». (ῃ. 211 ς.) Οὕτω δὲ καὶ τὸ «βλήμενος ἦν· περὶ δ' αὐτὸν

ἀγηγέραθ' ὅσσοι ἄριστοι κυκλόσε·ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς». τοιοῦτος δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

445

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!