18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πλῆρές ἐστικαὶ τότε, οἰκεία γῆ ἢ πόλις ἢ πατρίς. ἔτι ἰστέον καί, ὅτι τὸ «Ζεὺς δέ

σφινὑψίζυγος αἰθέρι ναίων» καὶ ἑξῆς, ὡς προέκκειται, παρῳδηθήσεταί ποτε εἰςθεὸν ἢ

καὶ ἄνδρα ὑψηλόν, ὃς κατὰ ἀπατεώνων χολώσεται. (ῃ. 172–81) Ὅτι τοῦμέλλοντος

ἐπιστρεφόμενος εὐγενῶς ὁ βασιλεὺς λυπεῖται καὶ χανεῖν αὐτῷ τὴνχθόνα εὐρεῖαν

εὔχεται, οὐ μόνον, εἴπερ Μενελάου θανόντος οἰχήσονται Ἀχαιοὶλιπόντες τὴν Ἑλένην

εὐχωλήν, ὅ ἐστι καύχημα, Πριάμῳ καὶ Τρωσίν, ἀλλὰ καὶεἴπερ αὐτοῦ κειμένου ἐν Τροίῃ

ἀτελευτήτῳ ἐπὶ ἔργῳ τῶν τις Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου

κυδαλίμοιο ἐρεῖ· «αἴθ' οὕτως ἐπὶπᾶσι χόλον τελέσοι Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον

στρατὸν ἤγαγεν ἐνθάδεἈχαιῶν. καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσι

νηυσὶ λιπὼνἀγαθὸν Μενέλαον». τοῦτο δὲ καὶ οἷον ἐπίγραμμά τι ποιεῖ ἐπὶ τῷ τοῦ

ἀδελφοῦτύμβῳ περιπαθῶς, ἵνα μηδὲ τὰ τοιαῦτα ὁ ποιητὴς ἀφήσει ἀνεξέργαστα. πάνυδέ,

φασί, περιπαθῶς κενὰς τὰς νῆας λέγει, ἐν αἷς οὐ πλεύσει ὁ ἀδελφὸς Μενέλαος. καὶ τὸ

«ἀγαθὸν δὲ Μενέλαον» καὶ τὸ «Μενελάου κυδαλίμοιο» οὕτω λέγει,ὡς εἴ τις θάψας

πατέρα εἴποι, ὅτι ἀγαθὸν καὶ κύδιστον πατέρα ἀπώλεσα. οὕτωμονῳδεῖ ὡς ἐπὶ τεθνεῶτι

τῷ ἀδελφῷ, ὅσγε καὶ τῆς χειρὸς πρὸ τούτων ἔχωναὐτὸν βαρυστενάχων εἶπεν, ἃ εἶπεν.

(ῃ. 185) Ἐκεῖνος μέντοι θαρσύνει αὐτὸνεἰπών, ὡς οὐκ ἐν καιρίῳ ὀξὺ ἐπάγη βέλος, ἤγουν

οὐκ ἐν ἐπιτηδείῳ μέρει, ὡςδηλοῖ καὶ ὁ γράψας πληγῆναί τινα τὰ ἐπιτήδεια. [Ἰστέον δέ,

ὅτι καιρία μὲνπληγή, εἰς ἣν ὁ πλήξας οὐκ ἀπώλεσε τὸν καιρὸν ἐν κενοῖς, οὐ καιρία δὲ

τὸἀνάπαλιν. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ «μάλιστα δὲ καίριόν ἐστι» καὶ ὁ καίριος δὲ

1.731 λόγος καὶ ὁ ἄκαιρος ὅμοιόν τινα νοῦν ἔχει. οὕτω δέ πως καὶ τὸ παρακαίριαῥέζειν.

[(ῃ. 175) Ἰστέον δέ, ὅτι τὸ μέν «ἀτελευτήτῳ ἐπὶ ἔργῳ» ταὐτόν ἐστι τῷἀτελεῖ, ὅπερ ἐστὶ

μὴ εἰληφότι τέλος, εἰ καὶ οἱ μεθ' Ὅμηρον ἀτελεύτητόν φασιτὸ μὴ πεφυκὸς τέλος ἔχειν,

ἤγουν φθοράν, ἀλλὰ αἰώνιον.] (ῃ. 176) Τὸ δὲὑπερηνορεόντων, ἐξ οὗ Εὐριπίδης

μεγαλάνορα ὑπερηνορίαν ἔφη, δηλοῖ μὴ σώφρονος ἀνδρὸς εἶναι τὴν ῥηθεῖσαν Τρωϊκὴν

ἠθοποιΐαν, ἀλλὰ σκωπτικοῦ τινοςκαὶ οὐκ εὐπαιδεύτου, καὶ μᾶλλον, εἰ καὶ ἐπιθρῴσκων

τῷ τοῦ νεκροῦ τάφῳ,τουτέστιν ἐπεμπηδῶν, τὰ τοιαῦτα λαλεῖ. [∆οκεῖ γὰρ φίλον εἶναι

τοῖς κακοήθεσινὥσπερ ἐνάλλεσθαι καὶ ἐπεμβαίνειν σώμασιν ἐχθροῖς νεκροῖς, οὕτω καὶ

μνήμασιν,ἐφιεμένοις κωφὴν γαῖαν ἀεικίζειν.] (ῃ. 178) Τὸ δέ· αἴθε οὕτως ἐπὶ πᾶσιν ὁ

δεῖναχόλον τελέσοι, ὡς καὶ νῦν ἅλιον ἐμόχθησεν ἢ ἐπόνησεν ἤ τι τοιοῦτον,

προσαρμόσοι ἂν παρῳδηθὲν παντὶ πολλὰ μὲν προθεμένῳ βλάψαι τινάς, μηδὲν

δὲἰσχύσαντι. (ῃ. 180) Τὸ δέ «φίλην ἐς πατρίδα γαῖαν» ἐφερμηνευτικόν ἐστι τοῦοἴκαδε.

(ῃ. 182) Τὸ δέ «ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών», ἐξ οὗλαβών τις ἔφη τὸ

ἐθέλειν δῦναι κατὰ γῆς πολλὰς ὀργυίας, σχετλιασμός ἐστινἐπὶ λόγῳ φορτικῷ. (ῃ. 184 ς.)

Βολῆς δὲ ἀβλαβοῦς φραστικόν, ἔτι δὲ καὶδιαβολῆς οὐδαμινῆς, τὸ «θάρσει μηδέ τί πω

δειδίσσεο, οὐκ ἐν καιρίῳ ὀξὺπάγη βέλος». ἐνθυμητέον δὲ ἐν τῇ ῥηθείσῃ βασιλικῇ

φιλοτιμίᾳ καὶ τῇ τοῦμέλλοντος ἐπιστροφῇ καὶ τὸν παρ' Εὐριπίδῃ φιλότιμον ἥρωα, ὃς

ζῶν μὲναὐτάρκως ἔχει καὶ ἐπὶ μικροῖς, θανὼν δὲ τῆς διὰ μακροῦ χάριτος ἐφίεται,δηλῶν

καὶ αὐτός, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἐπιστρέφονται τοῦ μέλλοντος. (ῃ. 190)Ὅτι ἐν τῷ «ἕλκος

δ' ἰητὴρ ἐπιμάσσεται» ἐπιμάσσεσθαι λέγει τὸ ἀποσπογγίζειν.ἀπὸ τούτου δὲ καὶ τὸ

ἐκμάσσεσθαι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἀναμάξεις τῇ σῇκεφαλῇ» καὶ τὸ «εἰσεμάσατο θυμόν».

καὶ ἄλλως δ' ἐνταῦθα ἐπιμάσασθαι τὸ διὰἐπαφῆς θεραπεῦσαι. μάσσεσθαι γὰρ καὶ τὸ

ἅπτεσθαι. δοκεῖ δὲ οὐ φαῦλον εἶναιεἰπεῖν τὸ ἐπιμάσσεται καὶ ἀντὶ τοῦ ἐκμυζήσει, ὃ

κεῖται μετ' ὀλίγα ἐν τῷ «αἷμ'ἐκμυζήσας». Ἰστέον δέ, [ὅτι τε ἐκ τοῦ μάσσειν καὶ τὸ

ἐκμαγεῖον γίνεται καὶ τὸ 1.732 χειρόμακτρον καὶ ἡ μαγδαλιά, ἥτις ἦν ζύμωμά τι, ἐν ᾧ

ἀποματτόμενοι τὰ ἐκτῶν βρωμάτων λιπαρὰ ῥύπη οἱ παλαιοὶ ἐρρίπτουν κυσίν. ὅθεν καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

444

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!