18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὅτι ζυγός παρ' Ὁμήρῳ οὐ συνήθως ἐπὶ σταθμοῦ. ζυγὸν γὰρἐκεῖνος οἶδεν ἅρματος καὶ

ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸ ζυγὸν τῶν ζῴωνζευγνύντα.] ∆ύναται δὲ ὑψίζυγος

εἶναι καὶ ὁ ὑψηλός, εἴτ' οὖν ὑφίθρονοςβασιλεύς, κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς»,

τὸ τοῦ τραγικοῦ. καὶτοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετήνεκται καταστάσεως. [Λέγει δὲ

καὶ ὁῥηθεὶς προσεχῶς παλαιός· ζυγὰ καὶ καθέδραι ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁὕψι

καθέδραν ἔχων.] (ῃ. 167) Τὸ δὲ ἐπισείῃ σειστὸν ∆ιὸς ὅπλον τὴν αἰγίδαεἶναι δηλοῖ, οὐ

μὴν βλητικόν. οὐ γὰρ βάλλει, σειομένη δὲ ἐκφοβεῖ. Ἐρεμνὴν δὲλέγει τὴν σκοτεινὴν ἀπὸ

τοῦ Ἔρεβος. οὕτω δὲ καὶ ἀπὸ τοῦ σέβω γίνεται τὸσεμνόν, τροπῇ τοῦ ˉβ εἰς ˉμ. περὶ δὲ

τῆς αἰγίδος προγέγραπται μὲν ὀλίγον τι ἐν τῇἄλφα ῥαψῳδίᾳ, ἑτέρωθι δὲ γραφήσεται

κάλλιον. [Ἐνταῦθα δὲ τοσοῦτον καὶμόνον ῥητέον, ὅτι τὸ ἐρεμνὸν τῆς αἰγίδος νέφος

ὑπεμφαίνει αὐτὴν εἶναι πυκνὸν 1.729 καὶ καταιγιδῶδες.] Τὸ δέ «πᾶσι» πανωλεθρίαν

Τρώων τε καὶ τῶν παρ' αὐτοῖςἐπικούρων δηλοῖ. (ῃ. 168) Τὸ δέ «τῆσδε ἀπάτης κοτέων»

παρήχησίς ἐστιπρὸς τὸ ὅρκια πάτησαν. παρηχοῦνται γὰρ ἡ ἀπάτη καὶ τὸ ἐπάτησαν.

ἐτέθη δὲκατὰ μακρὰν ἀπόστασιν διὰ τὸ σωφρόνως ἔχειν καὶ περὶ τὰ τοιαῦτα τὸν

ποιητήν. (ῃ. 170) Τὸ δέ «μοῖραν ἀναπλήσῃς», ὅ ἐστιν ἐκπληρώσῃς, «βιότου»,περίφρασίς

ἐστι τοῦ θάνῃς. καὶ ἡ μοῖρα δὲ τοῦ βιότου αὐτὸν τὸν βίον δηλοῖπεριφραστικῶς. [δοκεῖ δὲ

σεμνῶς ὁ ποιητὴς λέξιν κοινὴν καὶ οὕτω σαφῆτὴν τοῦ θανεῖν περιφράσαι

φιλοτιμότερον, ὡς οὐκ ἂν ἕτερός τις φράσειε.] (ῃ. 171) Πολυδίψιον δὲ τὸ Ἄργος καλεῖ ἢ

ὡς πάνυ ποθούμενον Ἕλλησιν ἤ, ὅτι μυθεύεταιἄνυδρόν ποτε εἶναι, ὕστερον μέντοι

εὔυδρον γενέσθαι Ποσειδῶνος ἀναρρήξαντοςτὰς ἐν Λέρνῃ πηγὰς διὰ τὸν τῆς Ἀμυμώνης

ἔρωτα, ἐξ ἧς καὶ Ἀμυμώνια ἐν Ἄργει ὕδατα. ἢ καὶ ἀπὸ τῶν ∆αναΐδων, αἳ παραγενόμεναι

ἐξ Αἰγύπτουφρεωρυχίαν ἐδίδαξαν, ὡς Ἡσίοδος· «Ἄργος ἄνυδρον ἐὸν ∆αναὸς ποίησεν

ἔνυδρον». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει πολυΐψιον αὐτὸ νοεῖν χωρὶς τοῦ ˉδ. τοῦδέλτα

δὲ ἐγκειμένου λέγει, ὅτι τινὲς ὑπερβατῶς αὐτὸ δέχονται σὺν τῷ ˉδ κατὰσυναλιφὴν

συνδέσμου· «καί κεν ἐλέγχιστος πολὺ δ' ἴψιον Ἄργος ἱκοίμην», ἀντὶτοῦ εἰς Ἄργος

πολυδιάφθορον πολέμοις, κατὰ τὸ «πολύφθορόν τε δῶμα Πελοπιδῶν». τὸ γὰρ προϊάψαι

καὶ τὸ ἰάψαι βλάβην τινὰ δηλοῖ. ἄλλως γάρ, φησίν,ἡ χώρα τὸ Ἄργος εὐυδρεῖ, εἰ καὶ

αὐτὴ ἡ πόλις ἐν ἀνύδρῳ κεῖται. λέγει δὲ καὶαὐτός, ὡς πολύυδρον ∆αναὸς τὸ Ἄργος

ἐποίησε καταδείξας τὰ ὑδρεῖα. Σημείωσαι δὲ καί, ὅτι προσπαθῶς ὁ βασιλεὺς δοκεῖ ἔχειν

τῇ τῶν ὑδάτων δαψιλείᾳ. διὸοὐ μόνον οἷον οἰκτιζόμενος πολυδίψιον τὸ Ἄργος καλεῖ,

ἀλλὰ καὶ φρεωρυχίᾳφιληδεῖν ἱστόρηται. Ἀγαμεμνόνεια γοῦν ᾄδονταί τινα φρέατα, ἐπεὶ

περὶἈττικήν, φασί, καὶ ἐν Αὐλίδι καὶ πολλαχοῦ τῆς Ἑλλάδος ὤρυξεν ὁ

Ἀγαμέμνωνφρέατα. καὶ τοίνυν ὁ ὀκνῶν οἰνοβαρῆ καὶ ἔμφορτον οἴνου τὸν

Ἀγαμέμνονασκώπτειν, ὡς προϊστόρηται, ἔχοι ἂν ἐν τούτοις τὸ νηφάλιον αὐτῷ

ἐπιμαρτύρασθαι διὰ τὸ φιλίως ἔχειν, ὡς εἴρηται, πρὸς τὰ ὕδατα. Ἔτι σημείωσαι καί,

ὅτιπολυδίψιον εἰπεῖν καὶ λειψύδριον ταὐτά πως φαίνεται καὶ ἔοικεν ἐκεῖνο ἐκ

τοῦὉμηρικοῦ πολυδιψίου ληφθῆναι. ἦν δὲ Λειψύδριον χωρίον, φασίν, ὑπὲρ τῆς 1.730

Σπάρτης, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιωνίδαι προειστήκεισαν.

ἐκπολιορκηθέντων δ' αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον σκολιὸν εἰςαὐτοὺς ᾔδετο,

ἤγουν μέλος τι ἐψάλλετο παροίνιον, τοιοῦτον· Αἲ αἲ Λειψύδριονπροδοσέταιρον, οἵους

ἄνδρας ἀπώλεσας μάχεσθαί τ' ἀγαθοὺς καὶ εὐπατρίδας.ἦν δὲ καὶ παροιμιαζομένη ἡ ἐπὶ

Λειψυδρίῳ μάχη. (ῃ. 172) Τὸ δέ «πατρίδοςαἴης» ἐντελῶς εἴρηται, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ

«πλάζει δ' ἄπο πατρίδος αἴης»καὶ μετ' ὀλίγα ἐν τῷ «φίλην ἐς πατρίδα γαῖαν». ὅτε δέ γε

πατρίς μόνον λέγεται,ἐλλειπτικῶς λαλεῖται· λείπει γὰρ τὸ αἶα ἢ γῆ ἢ χώρα ἤ τι

τοιοῦτον, ὥσπερ καί,ὅτε τις οἰκείαν τὴν πατρίδα λέγει, κατ' ἔλλειψιν λέγει. τὸ γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

443

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!