18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γάρ,φησί, τῶν κύκλῳ, οὐ μὴν κατεσπασμένων τελέως, ταύτης δ' ἐκ βάθρων

ἀνατραπείσης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάκτισιν μετηνέχθησαν, εἰ καὶ οἱἸλιεῖς

λέγουσιν οὐ τελέως ἠφανίσθαι αὐτὴν μετὰ τὴν ἅλωσιν. ὁ δ' αὐτὸς λέγεικαί, ὅτι Ἰλιέων

κώμη, ἔνθα ἡ παλαιὰ Ἴλιος, τριάκοντα σχεδὸν σταδίων ἀνωτέρω πρὸς τὴν ὕστερον, εἰ

καὶ Ἰλιεῖς φιλοδοξοῦντες ἤθελον ταύτην εἶναι τὴνπαλαιάν. ἡ δὲ τοιαύτη κώμη Ἀθηνᾶς

ἔσχε, φησίν, ἱερὸν μικρὸν καὶ εὐτελές.Ἀλέξανδρος δὲ ὁ Μακεδὼν μετὰ τὴν ἐν Γρανίκῳ

νίκην ἀναβὰς ἀναθήμασί τεἐκόσμησε καὶ πόλιν ἀντὶ κώμης προσηγόρευσε καὶ

ἐλευθέραν ἔκρινε καὶἄφορον, ὑπέσχετο δὲ καὶ πόλιν ποιῆσαι μεγάλην καὶ ἱερὸν

ἐπισημότατον.λέγεται δὲ μετὰ τὴν ὑπὸ Ἑλλήνων κατασκαφὴν πλείους μεταβεβληκέναι

τόπους. 1.727 λέγει δὲ καί, ὅτι τὸ ὕστερον Ἴλιον οὕτω ποτὲ ὠλιγωρήθη, ὡς μηδὲ

κεραμωτὰςἔχειν στέγας. ὕστερον δὲ ἐπανορθωθεῖσα ἑάλω, φησίν, ὑπὸ Φιμβρίου

Ῥωμαίουἑνδεκαταίᾳ τῶν Ἰλιέων μὴ δεχομένων αὐτὸν ὡς λῃστήν. ἐπεὶ δὲ ἐκαυχᾶτο,

ὅτιτὴν πόλιν, ἣν Ἀγαμέμνων δέκα ἔτη μόλις εἷλε χιλιόναυν στόλον ἔχων, αὐτὸςἕνδεκα

ἡμέρας χειρώσαιτο, εἶπέ τις Ἰλιεύς· «οὐ γὰρ ἦν Ἕκτωρ ὑπερμαχῶν τῆς πόλεως». Καῖσαρ

δὲ ὁ θεὸς πάνυ αὐτῆς προὐνόησε ζηλώσας Ἀλέξανδρον. ἦνγάρ, ὥσπερ Ἀλέξανδρος

φιλόμηρος, οὕτω Καῖσαρ φιλαλέξανδρος. συνάγεταιοὖν ἐκ τῶν τοῦ Γεωγράφου

παντελῶς ἀπολωλέναι τὴν παλαιὰν Ἴλιον, ὃςκαὶ ῥητῶς φησιν, ὅτι Ὅμηρος ἀφανισμὸν

δηλοῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ «ὅτ' ἄνποτ' ὀλώλῃ Ἴλιος ἱρή». δῆλον δέ, ὅτι καὶ

ἠλαζονεύοντο Ἰλιεῖς μὴ ἀφανισθῆναι τὴν κατ' αὐτοὺς πόλιν. ὅθεν καὶ ὁ ∆ίων

ἐπηγωνίσατο ἀνασκευάσαι τὰ Τρωϊκά.καὶ αὐτοὶ τάχ' ἂν ἔχαιρον τοῖς λεγομένοις ὑπὸ

τοῦ ∆ίωνος. Ἑλλάνικος δέ,φασί, χαριζόμενος αὐτοῖς συνηγορεῖ τὴν αὐτὴν εἶναι πόλιν

τὴν νῦν τῇ τότε. ὅτιδὲ τοῦτο οὐκ ἀληθές, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. φησὶ δὲ καὶ

Λυκοῦργοςὁ ῥήτωρ οὕτω περὶ τῆς Ἰλίου· «τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων

κατεσκάφη». ὕστερον δέ τινες ἀνακτίσαι μὲν διενοήσαντο, οἰωνισάμενοι δὲἐπαύσαντο,

εἴτε διὰ τὰς συμφοράς, εἴτε καταρασαμένου τοῦ Ἀγαμέμνονος κατάτι παλαιὸν ἔθος.

ὥσπερ καὶ Κροῖσος ἐξελών, φασί, τὴν Σαρδιανὴν ἀρὰς ἔθετοκατὰ τῶν τειχιούντων τὸν

τόπον. (ῃ. 164) Τὸ δέ «ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ'ὀλώλῃ Ἴλιος» καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ

ποιητὴς κατὰ ὁμοίαν προαναφώνησιν.προλέγει δ' ἐνταῦθα τὸ τοιοῦτον ὁ βασιλεύς, οἷα

πεποιθὼς τοῖς ἐκ ∆ιὸς τέρασι.(ῃ. 166–8) Φησὶ γάρ· «Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος

αἰθέρι ναίων αὐτὸςἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται

οὐκἀτέλεστα». Ἰστέον δέ, ὅτι οὐκ αὐτὸς ἐλπίζει ὁ βασιλεὺς ἑλεῖν τὴν Τροίαν, ἀλλὰδιὰ

τὴν ἐπιορκίαν τῶν Τρώων ἀπολωλέναι αὐτήν ποτε λέγει. περὶ γὰρ ἑαυτοῦδυσελπιστεῖ.

(ῃ. 169 σς.) διὸ καὶ ἐπάγει· «ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται,ὦ Μενέλαε, αἴ κε θάνῃς

καὶ μοῖραν ἀναπλήσῃς βιότοιο· καί κεν ἐλέγχιστοςπολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα

γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης» καὶ τὰ ἑξῆς. (ῃ. 164) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ

μὲν ὀλώλῃ παρακείμενός ἐστιν 1.728 ὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, ὅμοιος τῷ ὄρωρα

ὀρώρῃ. (ῃ. 166) Ὑψίζυγος δὲ ὁ1.728 ὑψηλὸς κυβερνήτης ἀπὸ τοῦ ὕψι ἐπιρρήματος καὶ

τοῦ κυβερνητικοῦ ζυγοῦ.[Εἰπεῖν γὰρ ὁ ἐν ὕψει καθήμενος ὀκνοῦσιν οἱ παλαιοὶ φάμενοι

ὀρείαυλον μέν,τὸν ἐν ὄρει διατρίβοντα, καὶ ἐγχείμαργον καὶ ὅσα τοιαῦτα, διφθόγγῳ

στοιχεῖνδίχα γε τοῦ ὀρίγανον, ὃ χαίρει ὄρεσι, καὶ τῶν ὅσοις ἐπάγονται δύο σύμφωνα,

οἷονὀρίτροφος, ὀρίδρομος, ὀριβρεμέτης. τὰ δὲ παρὰ τὸ ὕψος καὶ κάλλος ἐν

διχρόνῳμόνῳ εἶναι· ὑψίκομος, καλλίδρομος. ἔτι καὶ ἄλλως ὑψίζυγος] ὁ ἄνω

σταθμίζωντὰ κατ' ἀνθρώπους, ἵνα ἐν μιᾷ λέξει συντέμῃ τὸ νόημα ἐκεῖνο, ἐν ᾧ τὸν

∆ίαποιήσει τάλαντα μεταχειριζόμενον καὶ τὰς τῶν Ἀχαιῶν καὶ Τρώων κῆρας ὡςἐπὶ

ζυγοῦ ταλαντεύοντα καὶ ὡς εἰπεῖν ζυγοστατοῦντα. [εἰς τοῦτο δὲ ὑπεναντιοῦται ὁ εἰπών,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

442

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!