18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοὺς ταχεῖς θέειν, ἕτεροι δὲ τοὺς ἀληθῶςἀργούς, ὁποίους τραπεζῆας ἀγλαΐης ἕνεκεν

κομέουσιν ἄνακτες, ἄλλοι δὲτούς, ὡς προεγράφη, λευκοὺς καὶ ὡς εἰπεῖν ἀργεννούς, ἐξ

ὧν τὸ Ἀθήνῃσι Κυνόσαργες σύγκειται, ὡς ἑτέρωθι φανεῖται.]

(ῃ. 52) Ὅτι βάλλειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ τὸ μηκόθεν ἀφιέντα βέλος

τυγχάνειν τοῦ σκοποῦ. ἄλλωςμέντοι ἀφιείς τις καὶ μὴ ἐπιτυγχάνων οὐκ ἄν ποτε κυρίως

βάλλειν λεχθείη.βάλλειν γὰρ ἁπλῶς τὸ ἐπιτυγχάνειν. ὅθεν καὶ ἐπήβολος ὁ ἐπιτυχὴς

λογισμοῦκαὶ βουλή, ὡσανεὶ βολή, ἡ ἐπιτυχὴς σκέψις· καὶ τὸ «ναῦς δὲ ἐπέβαλεν εἰς

Φηράς» ἀντὶ τοῦ ἐπιτυχῶς ἀπῆλθε. φησὶν οὖν καὶ ὧδε Ὅμηρος, ὅτι βέλος ἐχεπευκὲς

ἐφιεὶς ὁ Ἀπόλλων ἔβαλλεν ἤτοι ἐπετύγχανεν. [Ἔστι δὲ τρόπου ἐτυμολογικοῦ τὸ βέλος

βάλλε. διφορεῖσθαι δὲ δοκεῖ τὸ βάλλειν, οὗ τὸ μὲνκοινῶς ῥητὸν διὰ τοῦ ˉα, τὸ δὲ

σιγηλῶς νοητὸν βέλλειν, ἀφ' οὗ καὶ τὸ βέλεμνονκαὶ τὸ βέλος καὶ ἡ βολή. ὡς δὲ τριχῶς

τὸ βάλλειν, ὡμολόγηται. σημαίνει γὰρτὸ ἐπιτυγχάνειν, τὸ ῥίπτειν, τὸ τιθέναι.]

(ῃ. 51) Ἐχεπευκὲς δὲ τὸ οἷον ἔχον τι 1.69 πεύκης, πικρίαν δηλαδή. καὶ γὰρ

πικρὸν καὶ τῆς πεύκης τὸ δάκρυον. ὅθεν ἴσωςκαὶ τὸ πικρὸν πευκέδανον παρωνόμασται

προπαροξυτόνως πρὸς ὁμοιότητατοῦ ἐρυθρόδανον. ἀφ' οὗ βέλος ὀξυτόνως πευκεδανὸν

τὸ καὶ ἐχεπευκὲς ἤγουνἐχέπικρον. τινὲς δὲ ἐχεπευκὲς εἶπον τὸ θανάσιμον καὶ ἐκτέμνον

τοῦ βίου τὸνβληθέντα δίκην πεύκης, ἥτις ἐκτμηθεῖσα οὐκέτι ἀναβλαστάνει. ἐνταῦθα

δὲσκοπητέον τὸ τοῦ Ἡροδότου εἰπόντος, ὅτι πίτυς ἐκκοπεῖσα οὐκ ἀναφύειμόνη πάντων

δένδρων, ἀλλὰ πανώλεθρος ἐξαπόλλυται. ὅθεν καὶ παροιμία τὸ»ἐκτριβῆναι πίτυος

δίκην». εἰ γὰρ καὶ πεύκη καὶ κυπάρισσος καὶ ἕτερα ἐκκοπέντα οὐκέτι ζῇ, πῶς Ἡρόδοτος

ἔφη, ὡς πίτυς μόνη πάντων δένδρωνἐκκοπεῖσα οὐκ ἀναφύει; ἢ τάχα εἴς τι πιτυῶδες καὶ

τὰ τοιαῦτα θετέον διά τιναἐν αὐτοῖς ὁμοίαν ποιότητα, διὸ καὶ ὁμοίου πάθους τῇ πίτυϊ

μετέχουσιν. ἡ δὲσύνθεσις τοῦ ἐχεπευκές ὁμοία ἐστὶ τῇ ἐχέμυθος, ἐχέκολλα, ἐχενηΐς,

ἐχέφρων,ἔτι δὲ καὶ τῇ τοῦ φέρω φερέπονος, φερέοικος, ἄρχω Ἀρχέστρατος, καὶ

τῶνὁμοίων. [ἐν οἷς καὶ ἐχεχειρία καὶ τροπῇ ἐκεχειρία, ἡ ἄδεια εἴτ' οὖν ἐποχὴχειρῶν, καὶ

ἐχέτλη, ἧς ἔχεταί τις τλημόνως, καὶ ἀρχέκακος καὶ Ἡγέλοχος. ὅρα δὲἐν τῷ «βέλος

ἐχεπευκὲς ἐφιείς», ὅτι τε τὸ βέλος ἐκτείνει τὴν λήγουσαν λόγῳστιγμῆς κατὰ κοινὴν

συλλαβὴν καὶ ὅτι τὸ ἐφιεὶς μακρὸν ἔχει τὸ παραλῆγονδίχρονον. εἰ δὲ μάλιστα ἐχρῆν

ἐκτετάσθαι αὐτὸ ἐν τῷ «ἀλλὰ κακῶς ἀφίει» δι'αὔξησιν, ἀλλ' ἐκεῖ Ἰωνική ἐστιν ἡ δι'

ἀναυξησίαν συστολὴ τοῦ ἐν τῷ παρατατικῷ διχρόνου.]

(ῃ. 52) Ὅτι ἔθος ἦν Ἕλλησι καίειν τοὺς νεκρούς, ὃ δὴ καὶ εἰσέτι παραμένει τισὶ

τῶν Βορείων βαρβάρων. ἐποίουν δὲ τοῦτο ἐκεῖνοι πρὸςἔνδειξιν τοῦ τὸ μὲν θεῖον τοῦ

ἀνθρώπου ἀνωφορηθὲν ὥσπερ ἐν ὀχήματι τῷ πυρὶπροσμῖξαι τοῖς οὐρανίοις, τὸ δὲ

γήϊνον κάτω μεῖναι, τὸ μὲν πυρὶ δαπανηθέν,τὸ δὲ ἐναπομεῖναν λειψάνοις ὀστῶν. οἱ δέ

φασιν, ὅτι τὸ μὲν νεκρὸν οὐ καθαρὸνἐδόκει, ἁγνισμὸς δέ τις ἦν ἡ διὰ πυρὸς δαπάνη τοῦ

νεκρωθέντος, ὅτι καὶ τὸ πῦρἁγνιστικόν· διὸ καὶ οἱ καθαρμοὶ διὰ πυρὸς ἐγίνοντο. καὶ

Εὐριπίδης δὲ τοιοῦτόντι ἐμφαίνει, ὅπου φησίν, ὅτι τὸ τῆς Κλυταιμνήστρας δέμας πυρὶ

καθήγνισται.ὁ δὲ Λυκόφρων τῇ προτέρᾳ ἐννοίᾳ συντρέχει, ἐν οἷς τὴν Σκύλλαν

καυθεῖσανδομηθῆναί φησιν ἤγουν ἀνακτισθῆναι, ἀναζῳωθῆναι καὶ γενέσθαι κατὰ

τὸνποιητήν «κακὸν ἀθάνατον». διὸ καὶ οἱ γυμνοσοφισταὶ πυρίκαυστοι

γινόμενοιἀπετίθεντο τὴν ζωήν, ὡς καὶ ὁ τοῦ Ἀλεξάνδρου Κάλανος. ἔδοξε δέ τισιν, οὐ

μὴν 1.70 ἀληθῶς, τὸν Ἡρακλέα κατάρξαι τοῦ ἔθους τῆς τῶν νεκρῶν καύσεως. παῖδα

γάρ,φασί, φίλου τινὸς Λικυμνίου τὸν Ἀργεῖον ἐξαιτησάμενος ἐπὶ συμμαχίᾳ τῇκατὰ τοῦ

Λαομέδοντος καὶ ὁρκωμοτήσας «ἦ μὴν ἐπανασώσασθαι τῷ πατρὶ τὸνυἱόν» διεξέπεσε

τῆς εὐορκίας, οἷα τοῦ Ἀργείου πεσόντος ἐν τῷ πολέμῳ.ἀφοσιοῦται δὴ τὴν ἀνακομιδὴν ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

44

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!