18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φόνοςἤτοι τὸ αἷμα, οὗ πρὸς ὁμοιότητα ὁ τοῦ φοίνικος καρπὸς ἐρεύθεται. ὅθεν καὶ

Φοῖνιξ κύριον διὰ τὸν κατ' αὐτόν, ὡς εἰκός, φοινίκεον χροῦν. Μιαίνειν δὲ παρὰτῷ

ποιητῇ τὸ βάπτειν, ὅπερ ἄλλοι φαρμάσσειν φασίν. ἐντεῦθεν καὶ μιαιφόνοςἌρης οὐκ ἐπὶ

ψόγῳ, ἀλλ' ὡς αἱμοβαφής, καὶ μιαρὸς αἵματι οὐχ' ὡς μιαραὶἡμέραι παρὰ τοῖς ὕστερον αἱ

τῶν κατοιχομένων, ἀλλ' ὁ αἱμοβαφὴς κατὰ τὸ»οὐδέ ποθι μιαρός», ὅπερ ἐν τῷ τέλει τῆς

Ἰλιάδος κεῖται. (ῃ. 142) Μῃονὶς δὲγυνὴ ἡ Λυδή. Μαίονες γάρ, ὡς καὶ προδεδήλωται, καὶ

Μῄονες οἱ Λυδοί, παρ'οἷς καὶ ἀγαθαὶ λέγονται εἶναι βαφαί. Κάειρα δὲ γυνὴ ἡ Καρίνη

κατὰ τοὺςπαλαιοὺς ἢ Καρική, ἤτοι ἐκ Καρίας. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ ἐσθὴς

Κάειρα. ἔστι δὲ παρά τισι τῶν παλαιῶν εὑρεῖν καί, ὅτι διὰ τοῦ ˉι τινες τὸ Κάϊρα

γράφοντες, εἶτα καὶ δισυλλάβως Καῖρα συναιροῦντες ἔλεγον, ὡς καὶ ἐντῇ Βοιωτίᾳ

δεδήλωται. κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ ∆άειρα κατὰ Αἴλιον ∆ιονύσιον διὰ τοῦ ˉι

γραφὲν πρός τινων, εἶτα συναιρεθὲν δισυλλάβως ὑπὸ Ἀττικῶν ∆αῖρα ὀνομάζεται. ἦν δέ,

φησί, μήτηρ Ἐλευσῖνος. περὶ δὲ τούτου καὶ ἐντοῖς ἑξῆς που ῥηθήσεται. Παρήϊον δὲ

ἵππων τὸ τοῦ χαλινοῦ παραγναθίδιον.λέγεται δέ ποτε οὕτω καὶ αὐτὴ ἡ παρειά. [Ὅρα δ'

ἐντεῦθεν καί, ὅτι παρειάκαὶ ἐπὶ ἀλόγων ζῴων φαίνεται λέγεσθαι.] (ῃ. 143) Τὸ δέ «κεῖται

ἐν θαλάμῳ»,καθὰ καὶ τὸ «κεῖται ἄγαλμα» κειμήλιον εἶναι δηλοῖ καὶ τὸν τοιοῦτον

ἐλέφαντα,ταὐτὸν δὲ εἰπεῖν, ἀπόθετον κτῆμα, ἐπεὶ καὶ ταὐτὸν κεῖσθαι καὶ ἀποτεθεῖσθαι.

Τὸ δέ «πολέες ἠρήσαντο» πολυέραστον εἶναι δηλοῖ τὸν ῥηθέντα ἐλέφαντα. 1.722 (ῃ.

144) Τὸ δὲ φορέειν ἀπὸ τοῦ ἵππου μετήνεκται εἰς τὸν ἱππότην. ἵππος γὰρφορεῖ παρήϊον

ἐξ ἐλέφαντος, οὐ μὴν ὁ ἱππεύς. Ἄγαλμα δὲ πανταχοῦ παρὰ τῷποιητῇ πᾶν, ἐφ' ᾧ τις

ἀγάλλεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, εἰ καὶ οἱ μεταγενέστεροι ἐπὶ ξοάνου τὴν λέξιν

τεθείκασι. [Παλαιὸς δέ τις γράφει οὕτως· ἄγαλμα οὐσυνήθως τὸ θεῶν ἢ ἡρώων, ἀλλὰ

κοινῶς, οἷον «βασιλῆϊ δὲ κεῖται ἄγαλμα»καὶ «ἄλλα δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε

χρυσόν τε» καὶ «ἵν' ἄγαλμακεχάροιτο ἰδοῦσα». Ἰστέον δὲ καί, ὅτι τὸ μὴ λαμπρὸν

ἄγαλμα, εἶτ' οὖν ἀγαλλίαμα, εἴη ἄν ποτε καὶ ἄθυρμα, ὅτε δηλαδὴ ἀφελέσι προσώποις

χορηγεῖται, ὡς ἡὈδύσσεια δηλοῖ ἐν τῷ «ἐδίδου ἀθύρματα».] Ἰστέον δέ, ὡς, εἰ καὶ ταὐτὰ

νοεῖ τὸ χαίρειν καὶ τὸ ἀγάλλεσθαι, ἀλλὰ τὰ ἐξ αὐτῶν, τὸ ἄγαλμα καὶ τὸ χάρμα,

διαφέρουσι. βαρύτητος μὲν γὰρ τὸ χάρμα, ἐπεὶ καὶ μυκτῆρα δηλοῖ καὶ κατάγελων,ὡς

δηλοῖ τὸ «δυσμενέσι μὲν χάρμα» καὶ τὸ «σὸν ἅρμα χάρμα καὶ γέλως».ἑτεροίας δὲ

ἡδονῆς τὸ ἄγαλμα, ὡς καὶ τὸ ἀγαλλίαμα. καὶ τὸ χαίρειν δέ γε καὶτὸ ἀγάλλεσθαι δοκεῖ

ποτε διαφορὰν ἔχειν. χαίρει μὲν γάρ τις καὶ ἐπὶ ἐχθρῷ,ἤγουν κατὰ ἐχθροῦ, ἀγάλλεται δὲ

ἄλλως ἐπὶ μόνοις τοῖς φιλουμένοις, ὡς εἰ καὶφιλόκαλος ἐπί τινι καλλωπισμῷ. (ῃ. 145)

Τὸ δὲ ἀμφότερον σχῆμα καὶ νῦνἐπιρρηματικὸν Ὁμηρικόν, ὡς καὶ πρὸ τούτων ἐφάνη.

Κόσμος δὲ κύδουςδιαφέρει, καθότι ὁ μὲν εἰς κάλλος τῷ ἵππῳ συμβάλλεται, τὸ δὲ κῦδος

ἐκεῖθενπαρέπεται τῷ κειμηλιοῦντι τὸν ἐλέφαντα. (ῃ. 146) Τὸ δέ «μιάνθην μηροί»δυϊκόν

ἐστι ῥῆμα ἀπὸ τοῦ μιανθήτην γεγονὸς κατὰ συγκοπήν. εἰ δέ τις ὑπολάβῃχρῆναι

γράφεσθαι «μίανθεν αἵματι μηροί», τουτέστιν ἐμιάνθησαν, ἔχοι ἂνἴσως προσιστάμενον

τῇ τοιαύτῃ ἐννοίᾳ τὸν μετρικὸν ποδισμόν. Ὅρα δὲ καὶ τὴνἀπόδοσιν τῆς παραβολῆς. οὐ

γὰρ κατέληξε συνήθως εἰς τὸ ὥς, ἀλλὰ εἰς τὸ τοῖοιδιὰ ποικιλίαν ῥητορικήν. ἐξευτελίζει

δὲ καὶ τὴν τοῦ Πανδάρου βολὴν ἡ παραβολή.ὡς γὰρ ἐλέφας τέχνῃ βάπτεται ὑπὸ

γυναικῶν, οὕτως οἱ τοῦ Μενελάου μηροὶ ἐκτῆς τοῦ Πανδάρου βολῆς. (ῃ. 147) Εὐφυεῖς

δὲ μηροὶ οἱ εὖ πεφυκότες καὶ τῷὅλῳ σύμμετροι. ὅτε μέντοι εὐφυέα που πτελέην ἐν τοῖς

ἑξῆς ἐρεῖ ὁ ποιητής, τότεμάλιστα κυριολεκτεῖ. οἱ δέ γε παρὰ τοῖς ὕστερον εὐφυεῖς

ψυχικῶς ἐπαινοῦνται 1.723 ὡς εὖ πεφυκότες εἰς τὸ μαθεῖν, τὸ δὲ παρ' Εὐριπίδῃ «εὐφυὲς

πρόσωπον» κατὰτοὺς εὐφυεῖς ἐρρέθη μηροὺς ἐκ τῆς καθ' Ὅμηρον φυῆς. Σφυρὰ δὲ καλὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

439

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!