Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀνομοιογενέσι μονοσυλλάβοις, ὁποῖα ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς. (ῃ. 138) Τοῦ δὲ εἴσατο εἴω ἐστὶ τὸ θέμα, ὃ πολλαχοῦδιαφαίνεται. ταὐτὸν δὲ κατ' ἔννοιαν τὸ διελήλατο καὶ τὸ διαείσατο, πλὴν ὅσοντοῦτο μὲν ποιητικώτερον, ἐκεῖνο δὲ κοινότερον. (ῃ. 139) Τὸ δὲ ἀκρότατον τὸπάντῃ ἀβαθὲς δηλοῖ τῆς πληγῆς. διὸ τὸ «ἐπέγραψεν ἀκρότατον χρόα» ταὐτόνἐστι τῷ ἐπιπολῆς ἔξεσε. γράψαι γὰρ τὸ ἐπιξέσαι, ὡς καὶ ἀλλαχοῦ λεχθήσεται.ὅτι δὲ καὶ τραχύτερον εἰς ἐκφώνησιν τὸ γράφειν τοῦ ἐν Ὀδυσσείᾳ γλάφειν,καὶ αὐτὸ ἀλλαχόθι ῥηθήσεται. (ῃ. 140) Ὅτι πληγῆς φραστικὸν τὸ «αὐτίκα δ'ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς». Ἰστέον δέ, ὅτι αἷμα μέν ἐστι κελαινεφὲςτὸ κελαινὸν φαινόμενον καὶ αὐτόχρημα καθ' Ὅμηρον εἰπεῖν μέλαν, ὡς μετ'ὀλίγα ἐρεῖ, καὶ κελαινὸν δέ, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἔφη. Ζεὺς δὲ κελαινεφὴς καὶαὐτὸς μὲν λέγοιτ' ἂν οὕτω διὰ τὸ μέλας εἶναι φανῆναι καὶ δυσόρατος. μέλας γὰρὁ ἀήρ, ὅθεν καὶ ἠερόεν τὸ σκοτεινὸν καὶ ἠέρα τὴν ἀορασίαν φησὶν ὁ ποιητής.Ἐτυμολογεῖται δὲ καὶ ἄλλως ἐκεῖνος παρὰ τὸ τὰ νέφη κελαίνειν ἤτοι μελαίνειν,ὡς καὶ ἀλλαχοῦ γέγραπται. νεφεληγερέτης γάρ. Ὠτειλὴ δὲ κυρίως μὲντραῦμα τὸ ἐκ τοῦ οὐτάσαι, ὅ ἐστιν ἐγγύθεν τρῶσαι. Ὅμηρος δὲ ἐνταῦθα τὸἐκ τῆς βολῆς οὕτως ἐκάλεσε. καὶ μὴν ἄλλως διαφορὰν οἶδεν Ὅμηρος τοῦοὐτάσαι καὶ τοῦ βαλεῖν, ὡς πολλαχοῦ φανήσεται. διαφέρει δὲ οὐλῆς ὠτειλή, ὅτιὠτειλὴ μὲν αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ τύλος ἢ τύπος θεραπευθέντος τραύματος. Τοῦ δέ «ἔρρεεν αἷμα» ἑτεροῖόν ἐστι τὸ «ἀνεκήκιεν αἷμα», ὡς ἑτέρωθι φανεῖται. (ῃ. 141–7) Ὅτι αἱ ἐκ Καρίας καὶ αἱ Λυδαὶ γυναῖκες ἀγαθαὶ ἦσαν βάπτεινἐλεφάντων ὀστᾶ φοινικῷ χρώματι καὶ ὅτι ὁ τοιοῦτος ἐλέφας ἐν θαλάμῳ τοῖςβασιλεῦσιν ἔκειτο ἄγαλμα. οὔπω γὰρ ὁ χρυσὸς ἐτυράννει τῶν ἄλλων ὑλῶν. Καὶ σημείωσαι, ὅπως ἀνέκαθεν τὰ ἐρυθροβαφῆ βασιλέων ἦσαν παράσημα. 1.720 τοιούτῳ ἐλέφαντι ἀπεικάζει Ὅμηρος τὰ κάτω τοῦ Μενελάου, ὅτε τῷ ἐκ βολῆςαἵματι περιερρέοντο, λέγων οὕτω· «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικιμιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων, κεῖται δ' ἐν θαλάμῳ,πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερονκόσμος τε ἵππῳ ἐλατῆρί τε κῦδος, τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἠδὲ σφυρὰ κάλ' ὑπένερθεν». (ῃ. 146 ς.) Καὶ οὕτω μὲν ἡπαραβολὴ λευκὸν φύσει τὸν Μενέλαον ἱστορεῖ. εἰ δὲ καὶ θηλυπρεπὲς ἐν ἥρωσινἡ λευκότης, διὸ τὸν Τρωϊκὸν Κύκνον Θεόκριτος τοιοῦτον ὄντα θῆλυν ἀπὸχροιᾶς ἔφη, ἀλλ' ἐνταῦθά φασιν οἱ παλαιοί, ὅτι κἂν ἄλλως εὐπαθὲς τὸ λευκόν,ἰσχυρότερα δὲ τὰ μελάγχροα τῶν σωμάτων, ἀλλὰ παρὰ τοῖς Λάκωσι χαρακτὴρἀνδρίας ἦν λευκὸς χρὼς καὶ κόμη ξανθή, ὁποῖον καὶ τὸν Ἀλέξανδρον εἶναιἱστορεῖ ὁ ποιητής. ὅτι δὲ τὸ ἐν σώμασι λευκὸν οὐκ ἐν ἐπαίνῳ ἦν, καὶ ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς, ὧν ἐν θατέρῳ μὲν κεῖται, ὅτι λευκοὶ οἱ δειλοὶ καὶλευκώπιοι οἱ αὐτοί, ἐν δὲ ἑτέρῳ, τῷ τοῦ Αἰλίου ∆ιονυσίου δηλαδή, τὸ «οὐδὲνλευκῶν ἀνδρῶν ὄφελος». ᾧ συμπαράκεινται καὶ ἕτεραι κεφαλαιώδεις παροιμίαιαὗται, καὶ «οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας», καὶ «οὐδὲν φρονεῖ δίκαιονἐστυκὼς ἀνήρ». Ὅρα δέ, ὡς καὶ αὕτη ἡ παραβολὴ ἔχει τι πολυμαθίας διὰ τῶν ἐναὐτῇ ἱστοριῶν, πολλαχοῦ καὶ τοῦτο τεχναζομένου τοῦ ποιητοῦ, ὡς προδεδήλωται. (ῃ. 141) Ἰστέον δέ, ὅτι ἐλέφαντα μὲν λέγει τὸ ἐλεφάντινον ὀστοῦν, τῷ τοῦὅλου ὀνόματι ὀνομάζων τὸ μέρος. ᾧ τρόπῳ καὶ βοῦς τὸ δέρμα, ἡ βύρσα δηλαδή,καὶ παρὰ Σοφοκλεῖ «γέλωτι φαιδρὸν κάρα», ἤτοι πρόσωπον. ὅτι δέ ποτε καὶ τὸὅλον τῷ τοῦ μέρους καλεῖται ὀνόματι, μικρὸν ὅσον δηλωθήσεται. τινὲς δὲ ἐλεφαντά ἀναγινώσκουσιν ὀξυτόνως, ὡς τὸ καλά, ἵνα λέγῃ τὰ ἐλεφάντινα. Φοίνικαδὲ λέγει τὸ φοινικοῦν χρῶμα τὸ ἐκ καρποῦ, φασί, πρίνου, ὃ μάλιστα πολὺ 1.721 λέγονται συλλέγειν Τροιζήνιοι. ὁμωνυμεῖ δὲ τῇ ῥηθείσῃ λέξει καὶ ἡ ὀπώρα ὁφοῖνιξ. δι' αὐτὴν δὲ καὶ τὸ δένδρον ὁ φοῖνιξ. ἀρχὴ δὲ παραγωγικὴ αὐτῆς ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 438

φόνοςἤτοι τὸ αἷμα, οὗ πρὸς ὁμοιότητα ὁ τοῦ φοίνικος καρπὸς ἐρεύθεται. ὅθεν καὶ Φοῖνιξ κύριον διὰ τὸν κατ' αὐτόν, ὡς εἰκός, φοινίκεον χροῦν. Μιαίνειν δὲ παρὰτῷ ποιητῇ τὸ βάπτειν, ὅπερ ἄλλοι φαρμάσσειν φασίν. ἐντεῦθεν καὶ μιαιφόνοςἌρης οὐκ ἐπὶ ψόγῳ, ἀλλ' ὡς αἱμοβαφής, καὶ μιαρὸς αἵματι οὐχ' ὡς μιαραὶἡμέραι παρὰ τοῖς ὕστερον αἱ τῶν κατοιχομένων, ἀλλ' ὁ αἱμοβαφὴς κατὰ τὸ»οὐδέ ποθι μιαρός», ὅπερ ἐν τῷ τέλει τῆς Ἰλιάδος κεῖται. (ῃ. 142) Μῃονὶς δὲγυνὴ ἡ Λυδή. Μαίονες γάρ, ὡς καὶ προδεδήλωται, καὶ Μῄονες οἱ Λυδοί, παρ'οἷς καὶ ἀγαθαὶ λέγονται εἶναι βαφαί. Κάειρα δὲ γυνὴ ἡ Καρίνη κατὰ τοὺςπαλαιοὺς ἢ Καρική, ἤτοι ἐκ Καρίας. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ ἐσθὴς Κάειρα. ἔστι δὲ παρά τισι τῶν παλαιῶν εὑρεῖν καί, ὅτι διὰ τοῦ ˉι τινες τὸ Κάϊρα γράφοντες, εἶτα καὶ δισυλλάβως Καῖρα συναιροῦντες ἔλεγον, ὡς καὶ ἐντῇ Βοιωτίᾳ δεδήλωται. κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ ∆άειρα κατὰ Αἴλιον ∆ιονύσιον διὰ τοῦ ˉι γραφὲν πρός τινων, εἶτα συναιρεθὲν δισυλλάβως ὑπὸ Ἀττικῶν ∆αῖρα ὀνομάζεται. ἦν δέ, φησί, μήτηρ Ἐλευσῖνος. περὶ δὲ τούτου καὶ ἐντοῖς ἑξῆς που ῥηθήσεται. Παρήϊον δὲ ἵππων τὸ τοῦ χαλινοῦ παραγναθίδιον.λέγεται δέ ποτε οὕτω καὶ αὐτὴ ἡ παρειά. [Ὅρα δ' ἐντεῦθεν καί, ὅτι παρειάκαὶ ἐπὶ ἀλόγων ζῴων φαίνεται λέγεσθαι.] (ῃ. 143) Τὸ δέ «κεῖται ἐν θαλάμῳ»,καθὰ καὶ τὸ «κεῖται ἄγαλμα» κειμήλιον εἶναι δηλοῖ καὶ τὸν τοιοῦτον ἐλέφαντα,ταὐτὸν δὲ εἰπεῖν, ἀπόθετον κτῆμα, ἐπεὶ καὶ ταὐτὸν κεῖσθαι καὶ ἀποτεθεῖσθαι. Τὸ δέ «πολέες ἠρήσαντο» πολυέραστον εἶναι δηλοῖ τὸν ῥηθέντα ἐλέφαντα. 1.722 (ῃ. 144) Τὸ δὲ φορέειν ἀπὸ τοῦ ἵππου μετήνεκται εἰς τὸν ἱππότην. ἵππος γὰρφορεῖ παρήϊον ἐξ ἐλέφαντος, οὐ μὴν ὁ ἱππεύς. Ἄγαλμα δὲ πανταχοῦ παρὰ τῷποιητῇ πᾶν, ἐφ' ᾧ τις ἀγάλλεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, εἰ καὶ οἱ μεταγενέστεροι ἐπὶ ξοάνου τὴν λέξιν τεθείκασι. [Παλαιὸς δέ τις γράφει οὕτως· ἄγαλμα οὐσυνήθως τὸ θεῶν ἢ ἡρώων, ἀλλὰ κοινῶς, οἷον «βασιλῆϊ δὲ κεῖται ἄγαλμα»καὶ «ἄλλα δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε» καὶ «ἵν' ἄγαλμακεχάροιτο ἰδοῦσα». Ἰστέον δὲ καί, ὅτι τὸ μὴ λαμπρὸν ἄγαλμα, εἶτ' οὖν ἀγαλλίαμα, εἴη ἄν ποτε καὶ ἄθυρμα, ὅτε δηλαδὴ ἀφελέσι προσώποις χορηγεῖται, ὡς ἡὈδύσσεια δηλοῖ ἐν τῷ «ἐδίδου ἀθύρματα».] Ἰστέον δέ, ὡς, εἰ καὶ ταὐτὰ νοεῖ τὸ χαίρειν καὶ τὸ ἀγάλλεσθαι, ἀλλὰ τὰ ἐξ αὐτῶν, τὸ ἄγαλμα καὶ τὸ χάρμα, διαφέρουσι. βαρύτητος μὲν γὰρ τὸ χάρμα, ἐπεὶ καὶ μυκτῆρα δηλοῖ καὶ κατάγελων,ὡς δηλοῖ τὸ «δυσμενέσι μὲν χάρμα» καὶ τὸ «σὸν ἅρμα χάρμα καὶ γέλως».ἑτεροίας δὲ ἡδονῆς τὸ ἄγαλμα, ὡς καὶ τὸ ἀγαλλίαμα. καὶ τὸ χαίρειν δέ γε καὶτὸ ἀγάλλεσθαι δοκεῖ ποτε διαφορὰν ἔχειν. χαίρει μὲν γάρ τις καὶ ἐπὶ ἐχθρῷ,ἤγουν κατὰ ἐχθροῦ, ἀγάλλεται δὲ ἄλλως ἐπὶ μόνοις τοῖς φιλουμένοις, ὡς εἰ καὶφιλόκαλος ἐπί τινι καλλωπισμῷ. (ῃ. 145) Τὸ δὲ ἀμφότερον σχῆμα καὶ νῦνἐπιρρηματικὸν Ὁμηρικόν, ὡς καὶ πρὸ τούτων ἐφάνη. Κόσμος δὲ κύδουςδιαφέρει, καθότι ὁ μὲν εἰς κάλλος τῷ ἵππῳ συμβάλλεται, τὸ δὲ κῦδος ἐκεῖθενπαρέπεται τῷ κειμηλιοῦντι τὸν ἐλέφαντα. (ῃ. 146) Τὸ δέ «μιάνθην μηροί»δυϊκόν ἐστι ῥῆμα ἀπὸ τοῦ μιανθήτην γεγονὸς κατὰ συγκοπήν. εἰ δέ τις ὑπολάβῃχρῆναι γράφεσθαι «μίανθεν αἵματι μηροί», τουτέστιν ἐμιάνθησαν, ἔχοι ἂνἴσως προσιστάμενον τῇ τοιαύτῃ ἐννοίᾳ τὸν μετρικὸν ποδισμόν. Ὅρα δὲ καὶ τὴνἀπόδοσιν τῆς παραβολῆς. οὐ γὰρ κατέληξε συνήθως εἰς τὸ ὥς, ἀλλὰ εἰς τὸ τοῖοιδιὰ ποικιλίαν ῥητορικήν. ἐξευτελίζει δὲ καὶ τὴν τοῦ Πανδάρου βολὴν ἡ παραβολή.ὡς γὰρ ἐλέφας τέχνῃ βάπτεται ὑπὸ γυναικῶν, οὕτως οἱ τοῦ Μενελάου μηροὶ ἐκτῆς τοῦ Πανδάρου βολῆς. (ῃ. 147) Εὐφυεῖς δὲ μηροὶ οἱ εὖ πεφυκότες καὶ τῷὅλῳ σύμμετροι. ὅτε μέντοι εὐφυέα που πτελέην ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, τότεμάλιστα κυριολεκτεῖ. οἱ δέ γε παρὰ τοῖς ὕστερον εὐφυεῖς ψυχικῶς ἐπαινοῦνται 1.723 ὡς εὖ πεφυκότες εἰς τὸ μαθεῖν, τὸ δὲ παρ' Εὐριπίδῃ «εὐφυὲς πρόσωπον» κατὰτοὺς εὐφυεῖς ἐρρέθη μηροὺς ἐκ τῆς καθ' Ὅμηρον φυῆς. Σφυρὰ δὲ καλὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 439

ἀνομοιογενέσι μονοσυλλάβοις, ὁποῖα ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς. (ῃ. 138) Τοῦ δὲ εἴσατο εἴω

ἐστὶ τὸ θέμα, ὃ πολλαχοῦδιαφαίνεται. ταὐτὸν δὲ κατ' ἔννοιαν τὸ διελήλατο καὶ τὸ

διαείσατο, πλὴν ὅσοντοῦτο μὲν ποιητικώτερον, ἐκεῖνο δὲ κοινότερον. (ῃ. 139) Τὸ δὲ

ἀκρότατον τὸπάντῃ ἀβαθὲς δηλοῖ τῆς πληγῆς. διὸ τὸ «ἐπέγραψεν ἀκρότατον χρόα»

ταὐτόνἐστι τῷ ἐπιπολῆς ἔξεσε. γράψαι γὰρ τὸ ἐπιξέσαι, ὡς καὶ ἀλλαχοῦ λεχθήσεται.ὅτι

δὲ καὶ τραχύτερον εἰς ἐκφώνησιν τὸ γράφειν τοῦ ἐν Ὀδυσσείᾳ γλάφειν,καὶ αὐτὸ

ἀλλαχόθι ῥηθήσεται. (ῃ. 140) Ὅτι πληγῆς φραστικὸν τὸ «αὐτίκα δ'ἔρρεεν αἷμα

κελαινεφὲς ἐξ ὠτειλῆς». Ἰστέον δέ, ὅτι αἷμα μέν ἐστι κελαινεφὲςτὸ κελαινὸν

φαινόμενον καὶ αὐτόχρημα καθ' Ὅμηρον εἰπεῖν μέλαν, ὡς μετ'ὀλίγα ἐρεῖ, καὶ κελαινὸν

δέ, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἔφη. Ζεὺς δὲ κελαινεφὴς καὶαὐτὸς μὲν λέγοιτ' ἂν οὕτω διὰ τὸ

μέλας εἶναι φανῆναι καὶ δυσόρατος. μέλας γὰρὁ ἀήρ, ὅθεν καὶ ἠερόεν τὸ σκοτεινὸν καὶ

ἠέρα τὴν ἀορασίαν φησὶν ὁ ποιητής.Ἐτυμολογεῖται δὲ καὶ ἄλλως ἐκεῖνος παρὰ τὸ τὰ

νέφη κελαίνειν ἤτοι μελαίνειν,ὡς καὶ ἀλλαχοῦ γέγραπται. νεφεληγερέτης γάρ. Ὠτειλὴ

δὲ κυρίως μὲντραῦμα τὸ ἐκ τοῦ οὐτάσαι, ὅ ἐστιν ἐγγύθεν τρῶσαι. Ὅμηρος δὲ ἐνταῦθα

τὸἐκ τῆς βολῆς οὕτως ἐκάλεσε. καὶ μὴν ἄλλως διαφορὰν οἶδεν Ὅμηρος τοῦοὐτάσαι καὶ

τοῦ βαλεῖν, ὡς πολλαχοῦ φανήσεται. διαφέρει δὲ οὐλῆς ὠτειλή, ὅτιὠτειλὴ μὲν αὐτὸ τὸ

τραῦμα, οὐλὴ δὲ τύλος ἢ τύπος θεραπευθέντος τραύματος. Τοῦ δέ «ἔρρεεν αἷμα»

ἑτεροῖόν ἐστι τὸ «ἀνεκήκιεν αἷμα», ὡς ἑτέρωθι φανεῖται. (ῃ. 141–7) Ὅτι αἱ ἐκ Καρίας καὶ

αἱ Λυδαὶ γυναῖκες ἀγαθαὶ ἦσαν βάπτεινἐλεφάντων ὀστᾶ φοινικῷ χρώματι καὶ ὅτι ὁ

τοιοῦτος ἐλέφας ἐν θαλάμῳ τοῖςβασιλεῦσιν ἔκειτο ἄγαλμα. οὔπω γὰρ ὁ χρυσὸς

ἐτυράννει τῶν ἄλλων ὑλῶν. Καὶ σημείωσαι, ὅπως ἀνέκαθεν τὰ ἐρυθροβαφῆ βασιλέων

ἦσαν παράσημα. 1.720 τοιούτῳ ἐλέφαντι ἀπεικάζει Ὅμηρος τὰ κάτω τοῦ Μενελάου, ὅτε

τῷ ἐκ βολῆςαἵματι περιερρέοντο, λέγων οὕτω· «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ

φοίνικιμιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων, κεῖται δ' ἐν θαλάμῳ,πολέες τέ

μιν ἠρήσαντο ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερονκόσμος τε ἵππῳ

ἐλατῆρί τε κῦδος, τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἠδὲ σφυρὰ

κάλ' ὑπένερθεν». (ῃ. 146 ς.) Καὶ οὕτω μὲν ἡπαραβολὴ λευκὸν φύσει τὸν Μενέλαον

ἱστορεῖ. εἰ δὲ καὶ θηλυπρεπὲς ἐν ἥρωσινἡ λευκότης, διὸ τὸν Τρωϊκὸν Κύκνον Θεόκριτος

τοιοῦτον ὄντα θῆλυν ἀπὸχροιᾶς ἔφη, ἀλλ' ἐνταῦθά φασιν οἱ παλαιοί, ὅτι κἂν ἄλλως

εὐπαθὲς τὸ λευκόν,ἰσχυρότερα δὲ τὰ μελάγχροα τῶν σωμάτων, ἀλλὰ παρὰ τοῖς Λάκωσι

χαρακτὴρἀνδρίας ἦν λευκὸς χρὼς καὶ κόμη ξανθή, ὁποῖον καὶ τὸν Ἀλέξανδρον

εἶναιἱστορεῖ ὁ ποιητής. ὅτι δὲ τὸ ἐν σώμασι λευκὸν οὐκ ἐν ἐπαίνῳ ἦν, καὶ ἐν ῥητορικοῖς

δηλοῦται Λεξικοῖς, ὧν ἐν θατέρῳ μὲν κεῖται, ὅτι λευκοὶ οἱ δειλοὶ καὶλευκώπιοι οἱ αὐτοί,

ἐν δὲ ἑτέρῳ, τῷ τοῦ Αἰλίου ∆ιονυσίου δηλαδή, τὸ «οὐδὲνλευκῶν ἀνδρῶν ὄφελος». ᾧ

συμπαράκεινται καὶ ἕτεραι κεφαλαιώδεις παροιμίαιαὗται, καὶ «οὐδεὶς δυσώνης χρηστὸν

ὀψωνεῖ κρέας», καὶ «οὐδὲν φρονεῖ δίκαιονἐστυκὼς ἀνήρ». Ὅρα δέ, ὡς καὶ αὕτη ἡ

παραβολὴ ἔχει τι πολυμαθίας διὰ τῶν ἐναὐτῇ ἱστοριῶν, πολλαχοῦ καὶ τοῦτο

τεχναζομένου τοῦ ποιητοῦ, ὡς προδεδήλωται. (ῃ. 141) Ἰστέον δέ, ὅτι ἐλέφαντα μὲν

λέγει τὸ ἐλεφάντινον ὀστοῦν, τῷ τοῦὅλου ὀνόματι ὀνομάζων τὸ μέρος. ᾧ τρόπῳ καὶ

βοῦς τὸ δέρμα, ἡ βύρσα δηλαδή,καὶ παρὰ Σοφοκλεῖ «γέλωτι φαιδρὸν κάρα», ἤτοι

πρόσωπον. ὅτι δέ ποτε καὶ τὸὅλον τῷ τοῦ μέρους καλεῖται ὀνόματι, μικρὸν ὅσον

δηλωθήσεται. τινὲς δὲ ἐλεφαντά ἀναγινώσκουσιν ὀξυτόνως, ὡς τὸ καλά, ἵνα λέγῃ τὰ

ἐλεφάντινα. Φοίνικαδὲ λέγει τὸ φοινικοῦν χρῶμα τὸ ἐκ καρποῦ, φασί, πρίνου, ὃ

μάλιστα πολὺ 1.721 λέγονται συλλέγειν Τροιζήνιοι. ὁμωνυμεῖ δὲ τῇ ῥηθείσῃ λέξει καὶ ἡ

ὀπώρα ὁφοῖνιξ. δι' αὐτὴν δὲ καὶ τὸ δένδρον ὁ φοῖνιξ. ἀρχὴ δὲ παραγωγικὴ αὐτῆς ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

438

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!