18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐκπέταλονἔχουσα. διὸ καὶ προϊὼν ἐρεῖ, ὅτι χαλκῆες ἄνδρες ἔκαμον αὐτήν, ἣν δι'

αὐτὸτοῦτο καὶ ἔρυμα χροὸς καλεῖ καὶ ἕρκος ἀκόντων. διὰ τοῦ θώρηκος οὖν τοῦστατοῦ

καὶ τοῦ μετ' αὐτὸν ζωστῆρος καὶ τῆς μίτρας ἐλθὼν ὁ ὀϊστὸς οὐ μέγα τιἔδρασε κατὰ τοῦ

Μενελάου. οἱ δέ φασιν, ὅτι ἄνω τῆς μίτρας καὶ τῆς συνδέσεωςτοῦ ῥηθέντος ζώματος καὶ

τοῦ στατοῦ θώρακος ζώνη ἐπέκειτο σφίγγουσα τὰπάντα, ἥτις ἐκαλεῖτο ζωστήρ. οὗ

ζωστῆρος ἄνω ἐμπεσὼν ὁ τῷ Μενελάῳἐπαφεθεὶς ὀϊστὸς οὐ πολὺ τὸ ἐνεργὸν ἔσχεν,

ἀλλὰ ἀκρότατον ἐπέγραψε χρόαφωτὸς ἀποκωλυσάντων τὴν εἰς βάθος πρόοδον πρῶτα

μὲν τοῦ ἐξ ἐπιπολῆςζωστῆρος, ἤτοι τῆς ζώνης χρυσῆς οὔσης, –χρύσεοι γάρ, φησίν, ὀχῆες

ζωστῆροςσυνεῖχον–εἶτα τοῦ διπλοῦ, ὡς εἴρηται, θώρακος, τουτέστι τοῦ στατοῦ καὶ

τοῦὑποβεβλημένου αὐτῷ ζώματος, καὶ τετάρτης τῆς μίτρας. ὅτι δὲ ὁ ζωστὴρἄνω ἦν τοῦ

ζώματος, δηλοῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς λέγων· εἰρύσατο ζωστὴρπαναίολος καὶ ὑπένερθε

ζῶμα καὶ μίτρη, πλέον αὐτὴ τὸ βέλος ἀμβλύνασα.ἄλλοι δὲ διπλοῦν θώρακα νοοῦσι τὰ

πρὸς ταῖς λαγόσι καὶ ἐκ πλαγίων πτερύγιατοῦ θώρακος, ἅπερ πτυχθέντα καὶ οὕτως

ἀλλήλοις ἐπιφερόμενα καὶ τῷ ζωστῆρισφιγγόμενα διπλοῦσιν ἐκεῖ τὸν θώρακα.

Σημείωσαι δέ, ὅτι μίτρα παρὰ τοῖςμεθ' Ὅμηρον καὶ ἐπὶ τῆς περὶ κεφαλὴν ταινίας

λέγεται, ἤτοι κοινότερον εἰπεῖνἐπὶ φασκίας, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ μίτραις

ἀναδέτοις ῥυθμίζεσθαιπλόκαμον, καὶ τὸ παρ' Ἡροδότῳ «μίτραις κατειλίχατο», καὶ οἱ

περὶ κεφαλὰς 1.718 μιτροφόροι. ἐξ ὧν ὁρμώμενοί τινες ταινίαν ἡρμήνευσαν ἁπλοϊκῶς

οὕτω τὸνστέφανον. Φασὶ δέ τινες καὶ αὐτὸ τοῦτο στεφάνους εἶναί ποτε τὰς

μίτρας,φάμενοι, ὅτι μίτραι κυρίως οἱ ἀπὸ φασκιῶν καὶ ὡραρίων στέφανοι. γυναικεῖοιδὲ

ἴσως καὶ οἱ τοιοῦτοι. παρὰ τὸν μίτον δὲ ἡ λέξις ἐτυμολογεῖται, ὡς οἷονμίτηρά τις οὖσα.

(ῃ. 132) Ὅρα δὲ καί, ὡς οὐ μόνον ὀχεὺς πυλῶν καὶ περικεφαλαίας, ἀλλ' ἰδοὺ καὶ

ζωστῆρος ὀχῆες ἀπὸ τοῦ ἔχειν λεγόμενοι καὶ αὐτοί.φησὶ γοῦν κατὰ τρόπον

ἐτυμολογίας, ὅτι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον.(ῃ. 137 ς.) Τοιοῦτος δὲ τρόπος καὶ τὸ

«ἔρυμα χροός, ἥ οἱ πλεῖστον ἔρυτο». ἀπὸγὰρ τοῦ ἐρύω ἐτυμολογεῖται τὸ ἔρυμα. (ῃ. 133)

Τὸ δὲ ἤντετο γλυκέωςεἴρηται ὡς ἐπὶ ἐμψύχου. δοκεῖ γάρ πως τὰ διπλούμενα συναντᾶν

ἀλλήλοις.ἐνεστὼς δὲ αὐτοῦ συνηθέστατος Ὁμήρῳ τὸ ἄντω βαρύτονον, ἐξ οὗ τὸ

ἄντομαικαὶ ἀντόμενος. οἱ μέντοι μεθ' Ὅμηρον περισπῶσιν ὡς τὸ βοῶ. (ῃ. 134) Οὐπόρρω

δὲ γλυκύτητος οὐδὲ τὸ ἐνέπεσεν ὀϊστός. ὁ μέντοι κοινότερον φράζωνεἴποι ἂν

ἐνέκρουσε. Τὸ δὲ ἀρηρότι δόξοι ἂν παράγωγον εἶναι τοῦ ζωστῆρος,ἵνα εἴη ζωστὴρ ζῶμα

ἀρηρός. (ῃ. 135) Τὸ δὲ ἐλήλατο ταὐτόν ἐστι τῷ διῆλθε. Σημειωτέον δὲ καί, ὅτι πάντα τὰ

τοῦ χωρίου τούτου συχνοῖς ἐπιθέτοις κοσμεῖκατὰ ἰδέαν γλυκύτητος, πικρὸν μὲν καὶ

ὀξυβελῆ τὸν ὀϊστὸν εἰπὼν καὶ βέλοςἐχεπευκές, δαιδάλεον δὲ τὸν ζωστῆρα,

πολυδαίδαλον δὲ τὸν θώρακα, τὴν δὲμίτραν ἔρυμα χροός καὶ ἕρκος ἀκόντων, [ὃ δὴ

ἑτεροῖόν ἐστι τοῦ ἕρκος πολέμου.ἐκεῖνο γὰρ σεμνότερον, διὸ καὶ ἡρωϊκοῖς ἀνδράσι

πολεμισταῖς ἐπιλέγεται, Αἴαντι δηλονότι καὶ τοῖς τοιούτοις. (ῃ. 137) Ὅρα δέ, ὡς

ὁμώνυμος ὢν φωνὴ ὁ ἄκων, ὁ μὲν κατὰ μάχην παρὰ τὴν ἀκὴν γίνεται, ὃ δηλοῖ σιδήρου

ὀξύτητα, ὁ δὲλοιπὸς ἐκ τοῦ ἀέκων κέκραται.] Τὸ δὲ ἐφόρει δηλοῖ μὲν τὸ ἔφερε, κεῖται

δὲκοινότερον καὶ ἐπὶ ἐνδύσεως–φορεῖ γοῦν τις ἱμάτιον–καὶ ἐπὶ ὑποδέσεως,ὅθεν

ἀφόρητοι βλαῦται παρὰ Ἀθηναίῳ ὑποδήματα μήπω φορηθέντα ποσί. Τὸδέ «ἔρυμα

χροός, ἕρκος ἀκόντων», ἔπαινος μέν ἐστι τῆς ῥηθείσης μίτρας,πεφιλοτίμηται δὲ

κομματικῶς ἐν ὁμοιότητι νοημάτων. εἴληπται δὲ ὡς ἀπὸτείχους, ὃ λαοῦ τέ ἐστιν ἔρυμα

καὶ ἕρκος πολεμίων. διὸ καὶ ὅμοιον ἕρκος πολέμου εἰπεῖν καὶ ἕρκος ἀκόντων. Ἡ δὲ

χρῆσις τοῦ χροός πάνυ συνήθης Ὁμήρῳ. δῆλον δέ, ὡς ἐκ τοῦ χροῦς ∆ωρικώτερον

γέγονεν ὁ χρὼς συνεκδραμὼν κατὰ τὸν 1.719 ὀξὺν τόνον τῷ ἱδρώς, οὐ μὴν τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

437

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!