18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὕτω καὶ ὀϊστὸς ἐνταῦθα πέτεσθαι θέλει. καὶ ἀλλαχοῦ βέληχροὸς ψαῦσαι φιλοτιμεῖται

καὶ Ἄρης, ὅ ἐστι σίδηρος, αἵματος προθυμεῖταικορέσασθαι. φασὶ δὲ οἱ παλαιοί, ὅτι ἐν

τοῖς τοιούτοις ἡ τροπὴ ἀπὸ τοῦ πάσχοντοςἐπὶ τὸ ποιοῦν γίνεται. τοῦ γὰρ στρατιώτου

πάσχοντος τὸ θέλειν πέτεσθαι τὸνὀϊστὸν καθ' ὅμιλον καὶ ψαῦσαι τὸ βέλος χροὸς καὶ τὸν

σίδηρον αἵματος κορέσασθαι ἀπ' αὐτοῦ ἐπὶ τὰ ὅπλα γίνεται ἡ τροπὴ τὰ ποιοῦντα τὴν

στρατιωτικὴνἔφεσιν. ὅμοιον καὶ τὸ «γέλασε δὲ πᾶσα περὶ χθών». πάσχοντος γὰρ τοῦ

θεατοῦτὸ γελᾶν ἐπὶ τὴν ποιοῦσαν τοῦτο χθόνα τὸ τοῦ γέλωτος πάθος τέτραπται. 1.716

(ῃ. 127) Ὅτι ἐνταῦθα πρῶτον χρᾶται Ὅμηρος σχήματι ἀποστροφῆς, τῷ κατὰ κλητικὴν

δηλαδὴ πτῶσιν, τὸν μὲν ἀκροατὴν ἀφείς, τρέψας δὲ τὸν λόγον πρὸς τὸντῆς ἱστορίας

Μενέλαον ἐν τῷ «οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο».γίνονται δὲ παρ'

Ὁμήρῳ αἱ ἀποστροφαὶ πρὸς ἀξιόλογα πρόσωπα, οἷον ἐνὈδυσσείᾳ μὲν ἅπαξ πρὸς τὸν

εὐνούστατον τῷ δεσπότῃ Εὔμαιον, ἐν Ἰλιάδι δὲ διαφόρως πρός τινας οἵους ἀξίους εἶναι

καλεῖσθαι προσφωνητικῶς καὶ τυγχάνεινἐπιστροφῆς. οὐ γὰρ δήπου καὶ πρὸς τὰ

τυχόντα τῶν προσώπων ἀποστρέφειντὸν λόγον δέον ἤγηται ὁ σεμνότατος ποιητής, ὡς

πολλαχοῦ φανήσεται. Τὸ δὲλελάθοντο Ἰωνικῶς ἀναδεδιπλασίασται. (ῃ. 128) Ὅτι

ἀγελείη Ἀθηνᾶ οὐκ ἂνἀπὸ τοῦ τὰ ἄγη ἐλαύνειν εἴη ἄν, ἵνα μὴ δασυνθῇ οὕτως ἡ

ἄρχουσα. εἴρηται δὲμᾶλλον ἢ ἀπὸ τοῦ λείαν ἄγειν–ληῗτις γάρ ἐστιν–ἢ παρὰ τὸ λεὼν

ἄγεινἤτοι λαόν, ὡς ἡγεμονική, ἀφ' ἧς ἐννοίας καὶ τὸν στρατηγὸν λαγέταν ἡ

ποίησιςἔφη. ἐκεῖθεν δὲ καὶ τὰ κύρια, ὁ Ἀγησίλαος καὶ ὁ Ὁμηρικὸς Ἀγέλαος. (ῃ.129–31)

Ὅτι ἡ Ἀθηνᾶ πρόσθε στᾶσα Μενελάου βέλος ἐχεπευκὲς ἄμυνε καὶ τόσον ἔεργεν ἀπὸ

χροός, ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξεταιὕπνῳ, ἤγουν ὅτε εἰς ὕπνον

ἡδὺν ἐκεῖνος κατενεχθῇ. καὶ ὅρα, ὅπωςπεριῆλθε τοὺς Τρῶας ἡ Ἀθηνᾶ δεξιώτατα, τὸν

μὲν Πάνδαρον κατὰ Μενελάουἐρεθίσασα ἐπὶ βλάβῃ τῶν ὅρκων, φυλάξασα δὲ τὸν

Μενέλαον. κατὰ γὰρ τὴντραγῳδίαν τὸ κακὸν δοκεῖ ποτ' ἐσθλὸν εἶναι τῷδε, ὅτῳ θεὸς

φρένας ἄγει πρὸςἄτην. ὃ καὶ Πάνδαρος ἔπαθε. διὰ δὲ τῆς κατὰ τὴν μυῖαν παραβολῆς τὸ

παράμονόν τε τῆς φυλακῆς τῆς Ἀθηνᾶς ἐδήλωσεν ὁ ποιητὴς δεικνύς, ὅτι καὶ αὐτὴτῷ

Μενελάῳ παρμέμβλωκε καὶ τὴν τοῦ Πανδάρου βολὴν ἐξηυτέλισε, μυίαςεἰκάσας

πετάσματι τὴν τοῦ ἀβλῆτος πτερόεντος ὀϊστοῦ ἄφεσιν. ὑπνοῦντι δὲ παιδὶτὸν ἥρωα

Μενέλαον εἴκασε διὰ τὸ ἀφροντιστεῖν ἄρτι πεποιθότα τοῖς ὅρκοις καὶοἷον ἀναπίπτειν

καὶ ἀνακεῖσθαι. καιρία δὲ λέξις ἐν τοῖς ῥηθεῖσι τὸ εἴργειν καὶἀπείργειν, διὸ καὶ δὶς

ἐρρέθη κατ' ἐπιμονήν. (ῃ. 132–9) Ὅτι πολλὰ φθάσας ὁ Μενέλαος δυστυχῆσαι τοῦθ' ἓν

μέγα, ὡς εἰκός, εὐτυχεῖ, ὅτι τὸ βέλος ἡ Ἀθηνᾶ τῶν καιρίων ἀπαγαγοῦσα τοῦ σώματος

ἴθυνεν αὐτό, ὅθι ζωστῆρος ὀχῆεςχρύσεοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. καὶ τὸ

ἐντεῦθεν γίνεται τοιαῦτα καθ'Ὅμηρον· «ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός, διὰ

μὲν ἂρ ζωστῆροςἐλήλατο δαιδαλέοιο καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης

θ', ἣνἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο, διαπρὸ δὲ εἴσατο καὶ

1.717 τῆς», ἤγουν προῆλθεν ἐντὸς καὶ διὰ ταύτης, «ἀκρότατον δ' ἂρ ὀϊστὸς

ἐπέγραψεχρόα φωτός». ἔστι δέ, ὃ λέγει, τοιοῦτον. (ῃ. 133 ς.) Θώραξ ἐλέγετό τιςστατός, ὁ

μέχρι λαγόνων ἄνωθεν καθήκων, ᾧ ἢ ἐπίκειται ἢ ὑποβέβληταιζωστήρ, ὃς κατά τινας

καὶ ζῶμα ἐλέγετο, κατιὼν αὐτὸς ἀπὸ λαγόνων μέχριγονάτων καὶ κνημῶν. ἃ δὴ

ἀμφότερα, ἤγουν τὸν στατὸν θώρακα καὶ τὸν ζωστῆρα,συλληπτικῶς θώρακα ὁ ποιητὴς

ἐνταῦθα λέγει, ὥστε εἶναι τὴν αὐτῶν συνοχὴνδιπλόον θώρακα. (ῃ. 137) Ἡ δὲ μίτρα

ἐντὸς τούτων παρὰ τὸ ἦτρον πρὸς πλείωφυλακὴν ἔκειτο. διό φησιν· «ἥ οἱ πλεῖστον

ἔρυτο», τουτέστιν ἐφύλασσεν,ὅθεν καὶ ἔρυμα χροὸς ἐτυμολογικῶς λέγεται, ἔσω μὲν

ἐριώδης οὖσα, ἵνα μὴθλίβῃ τὸ ὑποκείμενον, ἔξω δὲ χαλκῆν τινα λεπίδα, ἤγουν χαλκοῦν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

436

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!