18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὃθέλει ὁ ποιητὴς λέγει. ἕρμα γὰρ Ὁμηρικῶς τὸ ἔρυμα καὶ κώλυμα. τὸ δὲ βέλοςοὐ γίνεται

κώλυμα ὀδυνῶν ἀλλὰ μᾶλλον ἐνέρεισμα. ἔστι δὲ λύοντα τὰ τοιαῦταεἰπεῖν, ὅτι ἀβλῆτα

μὲν ὀϊστὸν λέγει τὸν μήπω βαλόντα, ἤτοι ἐπιτυχόντα τινός,διὰ τὸ μηδὲ ἀφεθῆναι, ἕρμα

δὲ ὀδυνῶν, ἐν ᾧ αἱ ὀδύναι οἷον ἐνοικοῦσι καὶἐνερείδονται, ὥστε ὅπου αὐτὸ εἰσέλθῃ,

ἐκεῖ καὶ θανασίμους ὀδύνας συνεισέρχεσθαι. [Ἰὸν δὲ πτερόεντα κοινότερον μὲν λέγει

τὸν πτεροῖς προϊόντα. καὶ ἄλλως 1.714 δὲ ἢ πρὸς διαστολὴν ἴσως ἰοῦ τοῦ κατὰ τὸν ὄφιν

καὶ ὅσα τοιαῦτα ἢ καὶ πρὸςδιαφορὰν ὀϊστοῦ, ὃς οὐ πτεροῖς διοικεῖται, ἀλλά τισιν

ἑτεροίοις, ὡς εἰκός. ἔτιδὲ πτερόεις ἰὸς ὁ ταχὺς καὶ ἐπιπτέσθαι μενεαίνων.] (ῃ. 118–26)

Ὅτι τὸ τοῦ Πανδάρου τόξευμα οὕτω διασκευάζει ὁ ποιητής· «αἶψα δ' ἐπὶ νευρῇ

κατεκόσμειπικρὸν ὀϊστόν· ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. νευρὴν

μὲνμαζῷ πέλασε, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,λίγξε

βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαιμενεαίνων».

(ῃ. 123) Ἰστέον δέ, ὅτι ἀρχαϊκὸν τὸ τὴν νευρὰν πελάζειν τῷ μαζῷ,ὃ καὶ Ἀμαζόνες

ἐποίουν, ὡς προείρηται. τὸ δὲ μέχρι καὶ εἰς τὸ δεξιὸν οὖς αὐτὴνἐντανύειν νεώτερον, ὡς

καὶ ὁ Προκόπιος ἐν τοῖς Λιβυκοῖς προοιμιαζόμενοςἱστορεῖ. (ῃ. 118) Τοῦ δὲ κατακοσμεῖν

νευρὰν ἐπὶ ὀϊστῷ οὐκ ἔστι καιριωτέρανλέξιν εὑρεῖν, κἂν μυρία πονήσοι τις. [∆ηλοῖ δὲ τὸ

εὐκόσμως κατετίθει οἷακοσμήτωρ. Πικρὸν δὲ ὀϊστὸν λέγει τὸν πρὸ βραχέων ὀδυνηρὸν

εἰς θάνατονπρὸς διαστολὴν τοῦ μὴ πολεμικοῦ ἀλλὰ γυμναστικῶς γλυκάζοντος.] (ῃ. 122)

Γλυφίδες δὲ τὸ γλύμμα τοῦ ἀτράκτου τὸ ἐντιθέμενον τῇ νευρᾷ. νεῦρα δὲ

βόειαπεριφραστικῶς καὶ ἐτυμολογικῶς ἡ προρρηθεῖσα νευρὰ λέγεται, ἐξ ὧν καὶἠρτύετό

ποτε, καθὰ πρὸ ὀλίγου ἐρρέθη, ἡ νευρά, ὡς καὶ ἡ κλῆσις δηλοῖ.[Κατακρουόμενα γάρ, ὡς

εἰκός, βόεια νεῦρα, εἶτα ξαινόμενα καὶ κλωθόμενα συνεστρέφοντο, καθὰ καὶ σχοῖνος.

καὶ οὕτως ἐχρησίμευον εἰς ῥαίβωσιν τόξου κατὰτοὺς ἄρτι βοείους ἱμάντας. κἀντεῦθεν ἡ

τότε κυρίως νευρὰ ψευδωνυμεῖται κατὰτῆς ὕστερον.] (ῃ. 123) Μαζὸς δὲ καὶ ἐπὶ ἀνδρῶν

ἰδοὺ κεῖται, ὥστε οὐκ ἐπὶ μόνωνλέγεται γυναικῶν. δοκεῖ δὲ γενέσθαι ἐκ τοῦ μαδός κατὰ

φανερὰν στοιχειακὴντοῦ ˉδ καὶ τοῦ ˉζ συγγένειαν. μαδᾷ γὰρ φύσει ἀναγκαίως ἅπας

μαζός, ὁ καὶ μασδὸς ∆ωρικῶς καὶ μαστὸς διὰ τοῦ ˉτ καὶ μασθὸς δὲ διὰ τοῦ ˉθ λεγόμενος.

χρῆσις δὲ τοῦμαδοῦ, ἐν οἷς Ἡρακλείδης, εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι

∆ωρικῶςτροπῇ τοῦ ˉδ εἰς ˉθ, ὡς τὸ «ἔθων Οἰνῆος ἁλωήν», λέγει, ὅτι καὶ τὸν μαδὸν

οὕτω 1.715 μασθὸν λέγουσιν οἱ ∆ωριεῖς. καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ˉε ψύθος

φασί.τινὲς δὲ ἀπὸ τοῦ μῶ μάζω, τὸ ζητῶ, παράγουσι τὸν μαζόν, ὡς τοῖς βρέφεσι

ζητούμενον. (ῃ. 124) Κυκλοτερὲς δὲ τόξον λέγει οὐ τὸ φύσει τοιοῦτον, σκολιὸν γάρἐστι

καὶ ἀγκύλον πρὸ τῆς τάσεως, ἀλλ' ὅπερ τῷ ἑλκυσμῷ τοιοῦτον γίνεται. ὅτεγὰρ ἡ νευρὰ

πελάσει τῷ μαζῷ, τῷ τόξῳ δὲ ὁ τοῦ βέλους σίδηρος, ῥαιβοῦταιτὸ τόξον εἰς

κυκλοτέρειαν. (ῃ. 125) Τὸ δὲ λίγξε καὶ τὸ ἴαχεν ὠνοματοπεποίηνται.τέθειται δὲ τὸ μὲν

λειότερον οἰκείως ἐπὶ τοῦ τόξου, τὸ δὲ τραχύτερον ἐπὶ τῆςνευρᾶς. Τὸ δὲ ἆλτο ὅτι

ψιλοῦται καὶ διὰ τί, προεγράφη. (ῃ. 126) Τὸ δὲ ὀξυβελήςφανερῶς δηλοῖ, ὅτι βέλος

κυρίως τὸ τοῦ ὀϊστοῦ σιδήριον, ἀφ' οὗ καὶ τὸ ὅλονβέλος λέγεται, ὡς καὶ ἀπὸ τοῦ

σιδήρου τῆς αἰχμῆς τὸ ὅλον δόρυ αἰχμήν φαμεν. Τοῦ δὲ πτέσθαι, ὅ ἐστι πετάσαι, χρῆσις

καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι.ἔοικε δὲ τῇ κινήσει τοῦ σχέσθαι· ὡς γὰρ ἐσχόμην

σχέσθαι, οὕτω καὶ ἐπτόμηνπτέσθαι, οἷον· «περιχαρὴς δ' ἀνεπτόμην». [∆ῆλον δέ, ὥς ἐστι

καὶ ἐπτάμηνπρῶτος ἀόριστος, ἐξ οὗ καὶ τό· «τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο»

καὶἀπαρέμφατον παρά γε Εὐριπίδῃ τὸ διαπτάσθαι. σύνδρομον δὲ ἰῷ πτερόεντι

τὸἐπιπτέσθαι.] Τὸ δὲ μενεαίνων ὡς ἐπὶ αἰσθητικοῦ εἴρηται. ἔθος γὰρ Ὁμήρῳ κατὰλόγον

γλυκύτητος προαιρετικὴν ὁρμὴν καὶ τοῖς ἀψύχοις προσπλάττειν καὶψυχοῦν οἷον αὐτά.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

435

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!