Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

[ὁδοιδόκουδίκην] καὶ δέδεκται τὸ θηρώμενον. (ῃ. 106 ετ 108) Τὸ δὲ ἀρρενικῶς λεχθέν «ὅνποτε βεβλήκει» οὐκ ἐᾷ ἐπίκοινον ὄνομα εἶναι τὸ αἴξ. ἰδοὺ γὰρ ὁ αἴξ, οὗθηλυκὸν πάντως ἡ αἴξ. (ῃ. 109) Ὅτι μετρῶν ὁ ποιητὴς τὰ τοῦ ῥηθέντοςαἰγὸς κέρατά φησι· «τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει», ὡς εἶναικατά τινας ὁμοῦ ἄμφω σπιθαμῶν πέντε καὶ δώρου ἑνός, ἀνὰ μέρος δὲ ἑκάτερονἀνὰ δύο σπιθαμῶν καὶ μικρόν τι πρός. τρίτον γὰρ σπιθαμῆς τὸ δῶρον, ὃ λέγεταικαὶ παλαιστή θηλυκῶς καὶ ὁ παλαιστής ἀρσενικῶς. ἔστι δὲ διάστημα τετραδάκτυλον. καὶ οὕτω μὲν ὁ ποιητὴς λέγει οὐδὲν ἀπίθανον ἱστορῶν, ὡς ἡ πεῖραδιαδείκνυσι πολλαχοῦ. τί γὰρ μέγα δισπίθαμον κέρας ἀγρίου αἰγός, εἴγε καὶ ἓνκαθ' αὑτὸ μόνον ὦπται καὶ ὑπὲρ τέσσαρας σπιθαμὰς καὶ ἕως καὶ ὑπὲρ 1.712 ἑπτά. φασὶ δὲ καὶ ἐν ∆ήλῳ τῇ νήσῳ ἀνακεῖσθαι κέρατα ἐκ τῶν κατ' Ἐρυθρὰνθάλασσαν τόπων, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, ἱστῶν μνᾶς εἰκοσιέξ,τράγου δὲ πήχεων δύο καὶ σπιθαμῆς σταθμοῦ ἴσου. Ὅρα δέ, ὅπως ἑξκαίδεκαὀφείλων εἰπεῖν ὁμοίως τῷ ἕξκλινον καὶ τῷ Ἕξγυιον, ὃ πόλις ἐστὶ Σικελίας ἓξἀγυιὰς ἔχουσα κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ὁ δὲ ἑκκαίδεκα λέγει, τραπέντοςτοῦ ˉξ εἰς ˉκ διὰ συγγένειαν ὡς καὶ ἐπὶ τῆς ˉἐˉξ προθέσεως. οὕτω που καὶ χρόνοςἑξάμηνος ἕκμηνος λέγεται καὶ τὸ ἕκτον δὲ ἐκ τοῦ ἕξ οὕτω παρωνόμασται.Ἰστέον δέ, ὅτι εἰς κέντρωνα ἤγουν εἰς Ὁμηρόκεντρον τὸ ἐπὶ Πανὸς συνετέλεσέ τινι τὸ «τοῦ κέρα ἐκ κεφαλῆς» καὶ ἑξῆς, ὡς τοῦ Πανὸς κερασφόρου ὄντος κατὰτὸν μῦθον. ῥηθήσεται δέ ποτε σκωπτικῶς καὶ κατὰ Πανικοῦ ἀνδρὸς κοινότερον.[̓Ιστέον δὲ καί, ὅτι τοῦ πεφύκει, ὅ ἐστι βεβλαστήκει, οὐκ ἔστι καιριωτέραλέξις ἐπὶ κεράτων, ἅπερ ὕστερον τοῖς κερασφόροις φύονται]. (ῃ. 110 ς.) Ὅτιγοργῶς διασκευάζων ὁ ποιητὴς τόξου κατασκευὴν οὕτω φησί· «καὶ τὰ μέν»,λέγει δὲ τὰ κέρατα, «ἀσκήσας κεραοξόος ἤραρεν», ἤγουν ἥρμοσε, «τέκτων, πᾶνδ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην», εἰς ἣν δηλαδὴ ἐνίεται ἡ νευρά. καὶ ὅρα,ὅτι καὶ τὸν τοῦ τόξου τεχνίτην τέκτονα γενικῶς καλεῖ, κεραοξόον μέντοι πρὸςεἰδικὴν διαστολὴν τῶν λοιπῶν τεκτόνων, [οὗ ἡ συνθετικὴ ἀναλογία κατὰ τὸδορυξόος, λαοξόος, ἤτοι λιθοξόος, καὶ τὰ ὅμοια.] Ἀσκῆσαι δὲ καὶ νῦν τὸἐπιμελείας ἀξιῶσαι, [ἵνα εἴη ὥσπερ νῆμα ἀσκητόν, οὕτω καὶ ἀσκητὰ κέρατα. Τὸδὲ ἤραρεν ἀναλόγως ἔχει. οὐ μὴν τοιοῦτον καὶ τὸ ἄραρεν, οὗ μετοχὴ ἀραρώς.ἐκεῖνο γὰρ Ἰωνικώτερον ὂν διέβη καὶ εἰς Ἀττικισμόν.] (ῃ. 111) Λειᾶναι δὲ τὸ ξέσαι ἢ ῥινῆσαι. Ἡ δὲ Ὁμηρικὴ χρυσῆ κορώνη καὶ εἰς παροιμίαν ἔπεσε καὶ ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην 1.713 λέγεται. ἡ δὲ χρυσῆ κορωνὶς ἴσως μὲν καὶ ἐκ ταύτης τῆς κορώνης ὑπεκορίσθη,ἴσως δὲ καὶ ἐκ τῆς τὰς θύρας συναπτούσης. λέγεται δὲ κορώνη τόξου τροπικῶς,καθὰ καὶ θύρας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τῆς ζωϊκῆς, ἧς πρὸς διαφορὰνδοκεῖ ἀστείως αὕτη χρυσέα κληθῆναι, ὡς μὴ κατ' ἐκείνην οὖσα μέλαινα.(ῃ. 112 ς.) Ὅτι τὸ εἰς γῆν θεῖναι τὸ τόξον πρὸς τῇ γῇ ἀνακλῖναί φησιν. ὅτιδὲ τὸ εἰς γῆν ἀνακλῖναι ὅμοιόν ἐστι τῷ καταθεῖναι, δηλοῖ εἰπών· «καὶ τὸ μὲνεὖ κατέθηκε τανυσάμενος», [ὃ καὶ τανύσας λέγεται κατὰ τὸ «οὐ δύναμαιτανύσαι».] (ῃ. 113) Ὅτι πρόσθε τοῦ Πανδάρου σάκεα σχέθον, ἤγουν ἔσχον,ἐσθλοὶ ἑταῖροι συγκρύπτοντες ἐκεῖνον, ἵνα λάθῃ βαλὼν τὸν Μενέλαον. οὔκουνμόνος φαῦλος ὁ Πάνδαρος, ἀλλὰ συνεξομοιοῦνται αὐτῷ καὶ οἱ ὑπ' αὐτόν, ὅπερὡς τὰ πολλὰ γίνεται. (ῃ. 117) Ὅτι τὸν ὀϊστόν, ὃν ἐξείλετο Πάνδαρος, ἤτοιἐξήγαγεν ἢ ἐξελέξατο, εἰς τὴν κατὰ Μενελάου βολήν, ἀβλῆτα καλεῖ Ὅμηροςεἰπών· «αὐτὰρ ὃ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν πτερόεντα μελαινάωνἕρμ' ὀδυνάων». Ἔστι δὲ ἀβλὴς ὁ μήπω βληθείς, ὅ ἐστι ἀφεθεὶς κατά τινος. διὸκαὶ ἀθετοῦσι τὴν λέξιν οἱ παλαιοὶ φάμενοι μὴ εἰωθέναι τὸν ποιητὴν τὸ βάλλεινἐπὶ τοῦ ἁπλῶς ἀφιέναι τιθέναι. αἰτιῶνται δὲ καὶ τὸ ἕρμα λέγοντες, ὅτι οὐχ' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 434

ὃθέλει ὁ ποιητὴς λέγει. ἕρμα γὰρ Ὁμηρικῶς τὸ ἔρυμα καὶ κώλυμα. τὸ δὲ βέλοςοὐ γίνεται κώλυμα ὀδυνῶν ἀλλὰ μᾶλλον ἐνέρεισμα. ἔστι δὲ λύοντα τὰ τοιαῦταεἰπεῖν, ὅτι ἀβλῆτα μὲν ὀϊστὸν λέγει τὸν μήπω βαλόντα, ἤτοι ἐπιτυχόντα τινός,διὰ τὸ μηδὲ ἀφεθῆναι, ἕρμα δὲ ὀδυνῶν, ἐν ᾧ αἱ ὀδύναι οἷον ἐνοικοῦσι καὶἐνερείδονται, ὥστε ὅπου αὐτὸ εἰσέλθῃ, ἐκεῖ καὶ θανασίμους ὀδύνας συνεισέρχεσθαι. [Ἰὸν δὲ πτερόεντα κοινότερον μὲν λέγει τὸν πτεροῖς προϊόντα. καὶ ἄλλως 1.714 δὲ ἢ πρὸς διαστολὴν ἴσως ἰοῦ τοῦ κατὰ τὸν ὄφιν καὶ ὅσα τοιαῦτα ἢ καὶ πρὸςδιαφορὰν ὀϊστοῦ, ὃς οὐ πτεροῖς διοικεῖται, ἀλλά τισιν ἑτεροίοις, ὡς εἰκός. ἔτιδὲ πτερόεις ἰὸς ὁ ταχὺς καὶ ἐπιπτέσθαι μενεαίνων.] (ῃ. 118–26) Ὅτι τὸ τοῦ Πανδάρου τόξευμα οὕτω διασκευάζει ὁ ποιητής· «αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμειπικρὸν ὀϊστόν· ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. νευρὴν μὲνμαζῷ πέλασε, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαιμενεαίνων». (ῃ. 123) Ἰστέον δέ, ὅτι ἀρχαϊκὸν τὸ τὴν νευρὰν πελάζειν τῷ μαζῷ,ὃ καὶ Ἀμαζόνες ἐποίουν, ὡς προείρηται. τὸ δὲ μέχρι καὶ εἰς τὸ δεξιὸν οὖς αὐτὴνἐντανύειν νεώτερον, ὡς καὶ ὁ Προκόπιος ἐν τοῖς Λιβυκοῖς προοιμιαζόμενοςἱστορεῖ. (ῃ. 118) Τοῦ δὲ κατακοσμεῖν νευρὰν ἐπὶ ὀϊστῷ οὐκ ἔστι καιριωτέρανλέξιν εὑρεῖν, κἂν μυρία πονήσοι τις. [∆ηλοῖ δὲ τὸ εὐκόσμως κατετίθει οἷακοσμήτωρ. Πικρὸν δὲ ὀϊστὸν λέγει τὸν πρὸ βραχέων ὀδυνηρὸν εἰς θάνατονπρὸς διαστολὴν τοῦ μὴ πολεμικοῦ ἀλλὰ γυμναστικῶς γλυκάζοντος.] (ῃ. 122) Γλυφίδες δὲ τὸ γλύμμα τοῦ ἀτράκτου τὸ ἐντιθέμενον τῇ νευρᾷ. νεῦρα δὲ βόειαπεριφραστικῶς καὶ ἐτυμολογικῶς ἡ προρρηθεῖσα νευρὰ λέγεται, ἐξ ὧν καὶἠρτύετό ποτε, καθὰ πρὸ ὀλίγου ἐρρέθη, ἡ νευρά, ὡς καὶ ἡ κλῆσις δηλοῖ.[Κατακρουόμενα γάρ, ὡς εἰκός, βόεια νεῦρα, εἶτα ξαινόμενα καὶ κλωθόμενα συνεστρέφοντο, καθὰ καὶ σχοῖνος. καὶ οὕτως ἐχρησίμευον εἰς ῥαίβωσιν τόξου κατὰτοὺς ἄρτι βοείους ἱμάντας. κἀντεῦθεν ἡ τότε κυρίως νευρὰ ψευδωνυμεῖται κατὰτῆς ὕστερον.] (ῃ. 123) Μαζὸς δὲ καὶ ἐπὶ ἀνδρῶν ἰδοὺ κεῖται, ὥστε οὐκ ἐπὶ μόνωνλέγεται γυναικῶν. δοκεῖ δὲ γενέσθαι ἐκ τοῦ μαδός κατὰ φανερὰν στοιχειακὴντοῦ ˉδ καὶ τοῦ ˉζ συγγένειαν. μαδᾷ γὰρ φύσει ἀναγκαίως ἅπας μαζός, ὁ καὶ μασδὸς ∆ωρικῶς καὶ μαστὸς διὰ τοῦ ˉτ καὶ μασθὸς δὲ διὰ τοῦ ˉθ λεγόμενος. χρῆσις δὲ τοῦμαδοῦ, ἐν οἷς Ἡρακλείδης, εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι ∆ωρικῶςτροπῇ τοῦ ˉδ εἰς ˉθ, ὡς τὸ «ἔθων Οἰνῆος ἁλωήν», λέγει, ὅτι καὶ τὸν μαδὸν οὕτω 1.715 μασθὸν λέγουσιν οἱ ∆ωριεῖς. καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ˉε ψύθος φασί.τινὲς δὲ ἀπὸ τοῦ μῶ μάζω, τὸ ζητῶ, παράγουσι τὸν μαζόν, ὡς τοῖς βρέφεσι ζητούμενον. (ῃ. 124) Κυκλοτερὲς δὲ τόξον λέγει οὐ τὸ φύσει τοιοῦτον, σκολιὸν γάρἐστι καὶ ἀγκύλον πρὸ τῆς τάσεως, ἀλλ' ὅπερ τῷ ἑλκυσμῷ τοιοῦτον γίνεται. ὅτεγὰρ ἡ νευρὰ πελάσει τῷ μαζῷ, τῷ τόξῳ δὲ ὁ τοῦ βέλους σίδηρος, ῥαιβοῦταιτὸ τόξον εἰς κυκλοτέρειαν. (ῃ. 125) Τὸ δὲ λίγξε καὶ τὸ ἴαχεν ὠνοματοπεποίηνται.τέθειται δὲ τὸ μὲν λειότερον οἰκείως ἐπὶ τοῦ τόξου, τὸ δὲ τραχύτερον ἐπὶ τῆςνευρᾶς. Τὸ δὲ ἆλτο ὅτι ψιλοῦται καὶ διὰ τί, προεγράφη. (ῃ. 126) Τὸ δὲ ὀξυβελήςφανερῶς δηλοῖ, ὅτι βέλος κυρίως τὸ τοῦ ὀϊστοῦ σιδήριον, ἀφ' οὗ καὶ τὸ ὅλονβέλος λέγεται, ὡς καὶ ἀπὸ τοῦ σιδήρου τῆς αἰχμῆς τὸ ὅλον δόρυ αἰχμήν φαμεν. Τοῦ δὲ πτέσθαι, ὅ ἐστι πετάσαι, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι.ἔοικε δὲ τῇ κινήσει τοῦ σχέσθαι· ὡς γὰρ ἐσχόμην σχέσθαι, οὕτω καὶ ἐπτόμηνπτέσθαι, οἷον· «περιχαρὴς δ' ἀνεπτόμην». [∆ῆλον δέ, ὥς ἐστι καὶ ἐπτάμηνπρῶτος ἀόριστος, ἐξ οὗ καὶ τό· «τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο» καὶἀπαρέμφατον παρά γε Εὐριπίδῃ τὸ διαπτάσθαι. σύνδρομον δὲ ἰῷ πτερόεντι τὸἐπιπτέσθαι.] Τὸ δὲ μενεαίνων ὡς ἐπὶ αἰσθητικοῦ εἴρηται. ἔθος γὰρ Ὁμήρῳ κατὰλόγον γλυκύτητος προαιρετικὴν ὁρμὴν καὶ τοῖς ἀψύχοις προσπλάττειν καὶψυχοῦν οἷον αὐτά. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 435

[ὁδοιδόκουδίκην] καὶ δέδεκται τὸ θηρώμενον. (ῃ. 106 ετ 108) Τὸ δὲ ἀρρενικῶς λεχθέν

«ὅνποτε βεβλήκει» οὐκ ἐᾷ ἐπίκοινον ὄνομα εἶναι τὸ αἴξ. ἰδοὺ γὰρ ὁ αἴξ, οὗθηλυκὸν

πάντως ἡ αἴξ. (ῃ. 109) Ὅτι μετρῶν ὁ ποιητὴς τὰ τοῦ ῥηθέντοςαἰγὸς κέρατά φησι· «τοῦ

κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει», ὡς εἶναικατά τινας ὁμοῦ ἄμφω σπιθαμῶν

πέντε καὶ δώρου ἑνός, ἀνὰ μέρος δὲ ἑκάτερονἀνὰ δύο σπιθαμῶν καὶ μικρόν τι πρός.

τρίτον γὰρ σπιθαμῆς τὸ δῶρον, ὃ λέγεταικαὶ παλαιστή θηλυκῶς καὶ ὁ παλαιστής

ἀρσενικῶς. ἔστι δὲ διάστημα τετραδάκτυλον. καὶ οὕτω μὲν ὁ ποιητὴς λέγει οὐδὲν

ἀπίθανον ἱστορῶν, ὡς ἡ πεῖραδιαδείκνυσι πολλαχοῦ. τί γὰρ μέγα δισπίθαμον κέρας

ἀγρίου αἰγός, εἴγε καὶ ἓνκαθ' αὑτὸ μόνον ὦπται καὶ ὑπὲρ τέσσαρας σπιθαμὰς καὶ ἕως καὶ

ὑπὲρ 1.712 ἑπτά. φασὶ δὲ καὶ ἐν ∆ήλῳ τῇ νήσῳ ἀνακεῖσθαι κέρατα ἐκ τῶν κατ'

Ἐρυθρὰνθάλασσαν τόπων, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, ἱστῶν μνᾶς

εἰκοσιέξ,τράγου δὲ πήχεων δύο καὶ σπιθαμῆς σταθμοῦ ἴσου. Ὅρα δέ, ὅπως

ἑξκαίδεκαὀφείλων εἰπεῖν ὁμοίως τῷ ἕξκλινον καὶ τῷ Ἕξγυιον, ὃ πόλις ἐστὶ Σικελίας

ἓξἀγυιὰς ἔχουσα κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ὁ δὲ ἑκκαίδεκα λέγει, τραπέντοςτοῦ ˉξ

εἰς ˉκ διὰ συγγένειαν ὡς καὶ ἐπὶ τῆς ˉἐˉξ προθέσεως. οὕτω που καὶ χρόνοςἑξάμηνος

ἕκμηνος λέγεται καὶ τὸ ἕκτον δὲ ἐκ τοῦ ἕξ οὕτω παρωνόμασται.Ἰστέον δέ, ὅτι εἰς

κέντρωνα ἤγουν εἰς Ὁμηρόκεντρον τὸ ἐπὶ Πανὸς συνετέλεσέ τινι τὸ «τοῦ κέρα ἐκ

κεφαλῆς» καὶ ἑξῆς, ὡς τοῦ Πανὸς κερασφόρου ὄντος κατὰτὸν μῦθον. ῥηθήσεται δέ ποτε

σκωπτικῶς καὶ κατὰ Πανικοῦ ἀνδρὸς κοινότερον.[̓Ιστέον δὲ καί, ὅτι τοῦ πεφύκει, ὅ ἐστι

βεβλαστήκει, οὐκ ἔστι καιριωτέραλέξις ἐπὶ κεράτων, ἅπερ ὕστερον τοῖς κερασφόροις

φύονται]. (ῃ. 110 ς.) Ὅτιγοργῶς διασκευάζων ὁ ποιητὴς τόξου κατασκευὴν οὕτω φησί·

«καὶ τὰ μέν»,λέγει δὲ τὰ κέρατα, «ἀσκήσας κεραοξόος ἤραρεν», ἤγουν ἥρμοσε, «τέκτων,

πᾶνδ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην», εἰς ἣν δηλαδὴ ἐνίεται ἡ νευρά. καὶ

ὅρα,ὅτι καὶ τὸν τοῦ τόξου τεχνίτην τέκτονα γενικῶς καλεῖ, κεραοξόον μέντοι

πρὸςεἰδικὴν διαστολὴν τῶν λοιπῶν τεκτόνων, [οὗ ἡ συνθετικὴ ἀναλογία κατὰ

τὸδορυξόος, λαοξόος, ἤτοι λιθοξόος, καὶ τὰ ὅμοια.] Ἀσκῆσαι δὲ καὶ νῦν τὸἐπιμελείας

ἀξιῶσαι, [ἵνα εἴη ὥσπερ νῆμα ἀσκητόν, οὕτω καὶ ἀσκητὰ κέρατα. Τὸδὲ ἤραρεν

ἀναλόγως ἔχει. οὐ μὴν τοιοῦτον καὶ τὸ ἄραρεν, οὗ μετοχὴ ἀραρώς.ἐκεῖνο γὰρ

Ἰωνικώτερον ὂν διέβη καὶ εἰς Ἀττικισμόν.] (ῃ. 111) Λειᾶναι δὲ τὸ ξέσαι ἢ ῥινῆσαι. Ἡ δὲ

Ὁμηρικὴ χρυσῆ κορώνη καὶ εἰς παροιμίαν ἔπεσε καὶ ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν

ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην 1.713 λέγεται. ἡ δὲ χρυσῆ κορωνὶς ἴσως

μὲν καὶ ἐκ ταύτης τῆς κορώνης ὑπεκορίσθη,ἴσως δὲ καὶ ἐκ τῆς τὰς θύρας συναπτούσης.

λέγεται δὲ κορώνη τόξου τροπικῶς,καθὰ καὶ θύρας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τῆς

ζωϊκῆς, ἧς πρὸς διαφορὰνδοκεῖ ἀστείως αὕτη χρυσέα κληθῆναι, ὡς μὴ κατ' ἐκείνην

οὖσα μέλαινα.(ῃ. 112 ς.) Ὅτι τὸ εἰς γῆν θεῖναι τὸ τόξον πρὸς τῇ γῇ ἀνακλῖναί φησιν.

ὅτιδὲ τὸ εἰς γῆν ἀνακλῖναι ὅμοιόν ἐστι τῷ καταθεῖναι, δηλοῖ εἰπών· «καὶ τὸ μὲνεὖ

κατέθηκε τανυσάμενος», [ὃ καὶ τανύσας λέγεται κατὰ τὸ «οὐ δύναμαιτανύσαι».] (ῃ. 113)

Ὅτι πρόσθε τοῦ Πανδάρου σάκεα σχέθον, ἤγουν ἔσχον,ἐσθλοὶ ἑταῖροι συγκρύπτοντες

ἐκεῖνον, ἵνα λάθῃ βαλὼν τὸν Μενέλαον. οὔκουνμόνος φαῦλος ὁ Πάνδαρος, ἀλλὰ

συνεξομοιοῦνται αὐτῷ καὶ οἱ ὑπ' αὐτόν, ὅπερὡς τὰ πολλὰ γίνεται. (ῃ. 117) Ὅτι τὸν

ὀϊστόν, ὃν ἐξείλετο Πάνδαρος, ἤτοιἐξήγαγεν ἢ ἐξελέξατο, εἰς τὴν κατὰ Μενελάου

βολήν, ἀβλῆτα καλεῖ Ὅμηροςεἰπών· «αὐτὰρ ὃ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν

πτερόεντα μελαινάωνἕρμ' ὀδυνάων». Ἔστι δὲ ἀβλὴς ὁ μήπω βληθείς, ὅ ἐστι ἀφεθεὶς

κατά τινος. διὸκαὶ ἀθετοῦσι τὴν λέξιν οἱ παλαιοὶ φάμενοι μὴ εἰωθέναι τὸν ποιητὴν τὸ

βάλλεινἐπὶ τοῦ ἁπλῶς ἀφιέναι τιθέναι. αἰτιῶνται δὲ καὶ τὸ ἕρμα λέγοντες, ὅτι οὐχ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

434

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!