18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνὈδυσσείᾳ συστέλλει τὸ ˉυ. τινὲς μέντοι ἐκεῖ τὴν τῶν δύο ἀφώνων ἀσθένειαν τῆςτοῦ

διχρόνου συστολῆς αἰτίαν φασίν. Ἡ δὲ ῥηθεῖσα Ζέλεια, ὡς καὶ προεγράφη,ὑπὸ τῇ Ἴδῃ

τῷ Τρωϊκῷ ὄρει ἔκειτο. ἐκαλεῖτο δὲ καὶ Λυκία τὸ παλαιὸν καὶ Τροία μικρά. διὸ καὶ ἐν

τοῖς ἑξῆς ὁ Πάνδαρος Τρώων ἡγεῖσθαι λέγεται, ὅ ἐστιτῶν Ζελειτῶν. Ἰστέον δὲ καί, ὅτι

παράγωγόν ἐστι τὸ Ζέλεια ἐκ πρωτοτύπουτοῦ Ζέλη, ὡς καὶ τοῦ Πηνελόπη τὸ

Πηνελόπεια. ὅμοια καὶ τὸ ὙψιπύληὙψιπύλεια, Θεσσαλονίκη Θεσσαλονίκεια, Σεβαστή

Σεβάστεια, Κολώνη Κολώνεια. δοκεῖ δὲ τοιοῦτον εἶναι σὺν ἄλλοις καὶ τὸ χώνη χώνεια.

εὕρηται δὲ καὶἐρήμεια ἐκ τοῦ ἐρήμη. ὅμοιον καὶ τὸ Ἀπάμα Ἀπάμεια, οὐ μόνον κύριον,

ἀλλὰ καὶ πόλεως ὄνομα τῆς τε περὶ τὸν Κιανὸν κόλπον κειμένης, ἥτις καὶ

Μύρλεαἐκλήθη, καὶ τῆς περὶ Συρίαν. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ διὰ τοῦ ˉεˉιˉα

γίνεταιπαραγωγή, οὕτω καὶ διὰ τοῦ ˉαˉιˉα, ὡς δηλοῖ τὸ φώκη Φώκαια, νίκη Νίκαια.(ῃ.

104) Ὅτι ἐπὶ τοῦ πείθοντος ἄφρονα εἴς τι κακὸν οἰκεῖον εἰπεῖν τὸ «ὣςφάτο· τῷ δὲ

φρένας ἄφρονι πεῖθε». τοιοῦτος δὲ ἄφρων καὶ ὁ Πάρις, ὃς ἐπείσθη 1.710 τῇ Ἀθηνᾷ

βουλευσαμένῃ τὰ μὴ λῴονα. (ῃ. 105) Ὅτι τὸ «αὐτίκ' ἐσύλα τόξον ἐΰξοον» ὁ Πάνδαρος,

καὶ αὖθις τὸ «σύλα πῶμα φαρέτρης» τὸ λάθρᾳ ὑποψηλαφᾶν σημαίνει ὥστε τοξεῦσαι.

δῆλον δέ, ὅτι καὶ ἐπὶ τοῦ σκυλεύειν ἡ λέξιςτίθεται πολλαχοῦ, ἐπεὶ σκῦλον τὸ λάφυρον

λέγεται. ὁ μέντοι σκυλαδέψης καὶἕτερόν τι σημαινόμενον τοῦ σκύλου δηλοῖ, ὡς

ἀλλαχοῦ δηλωθήσεται. (ῃ. 105–11)Ὅτι ἀναπαύων ὁ ποιητὴς ἐνταῦθα τὸν ἀκροατὴν

ἐπεισοδίῳ κυνηγετικῷἱστορικῷ γενεαλογεῖ τε τὸ ῥηθὲν τοῦ Πανδάρου τόξον καὶ

ἐκφράζει αὐτὸλέγων, ὅτι ἰξάλου αἰγὸς ἀγρίου ἦν, «ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο

τυχήσαςπέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος, ὃ δ'

ὕπτιοςἔμπεσε πέτρῃ», λέγων καὶ νῦν, ὡς καὶ ἐν τῇ βῆτα, πέτραν τὸ σπήλαιον. εἶτα

καὶμετρεῖ τὰ τοῦ αἰγὸς τούτου κέρατα, ὡς εἰρήσεται. (ῃ. 105) Ἴξαλον δὲ αἶγα Πορφύριος

μὲν τὸν τομίαν φησὶ λέγων ὡς ἐπὶ πολὺ τῶν ἀγρίων αἰγῶν τοὺςτελείους διωκωμένους

κατὰ παράτριψιν ἀποβάλλειν τὰ αἰδοῖα, ὅπερ οἱ κάστορεςἑκόντες εἰς ἑαυτοὺς

κατεργάζονται, ὅτε διώκονται, ὁποῖον δή τι καὶ Ἀριστοτέλης διὰ τὸν χλούνην ἱστορεῖ, ὃ

δηλοῖ ἐκτομίαν σῦν ἄγριον, ὡς ἐν τοῖς ἑξῆς πουφανήσεται. καὶ εἶδον πολλοὶ καὶ τῶν

καθ' ἡμᾶς τὰ τοιαῦτα πάθη ἐπί τε συῶνἐπί τε αἰγῶν. ἕτεροι δὲ ἴξαλόν φασι τὸν

ὀχευτικόν, ἤτοι τὸν κήλωνα, καὶ περὶ τὰςτῶν θηλειῶν ἰξύας ἤτοι ὀσφύας ἁλλόμενον. οἱ

δὲ τὸν μετὰ χειμῶνα ἐπὶ ἅλαςἱκνούμενον ποιμενικῷ νόμῳ, ἵνα μὴ ψώραν πάθῃ. τοῦτο

δὲ καὶ δασύνεσθαιἀπαιτεῖ τὴν ἄρχουσαν, εἰ καὶ ψιλοῦται κατὰ ἔθος Αἰολικόν. καὶ ἐπὶ

ἡμέρωναἰγῶν λέγοιτο ἄν, οὐ μὴν ἐπὶ ἀγρίων, ὁποῖος ἄρτι ὁ Ὁμηρικός. τοιούτους

γὰρἁλίζει οὐδείς, εἰ μὴ ἄρα κατὰ τύχην αὐτοί που δράσουσι τοῦτο

ἁλοπηγίῳπεριτυχόντες. τινὲς δὲ ἀπὸ τοῦ ἅλις ἵξεσθαι φασι. πηδητικὸς γὰρ καὶ ὁρμητίας

1.711 ὁ ἄγριος αἴξ. ἐν δὲ ῥητορικῷ τινι Λεξικῷ φέρεται καί, ὅτι ἴξαλος ὁ προπηδῶνκαὶ

τέλειος. ἐν δὲ ἑτέρῳ καί, ὅτι, ὥσπερ παρδαλῆ καὶ λεοντῆ, οὕτω καὶ ἰξαλῆαἰγεία

περισπωμένως, ἐπεὶ ἴξαλοι αἶγες. λέγεται δὲ καὶ ἄλλα εἰς τοῦτο παρὰ τοῖςπαλαιοῖς

διάφορα. (ῃ. 106) Τὸ δὲ ὑπὸ στέρνοιο ταὐτὸν τῷ ὑπὸ τὸ στέρνον, ἵναᾖ πρόθεσις ἀντὶ

προθέσεως. στέρνον δὲ καὶ στῆθος εἰπεῖν οὐκ ἀνομοίως ἔχει.διὸ ταὐτὸν τὸ στέρνου

τυχεῖν καὶ στῆθος βαλεῖν. Τοῦ δὲ τυχήσας, ὃ καὶ τέτριπται,καθὰ καὶ τὸ τετυχηκώς, ἀρχὴ

προσεχὴς μὲν τὸ τυχῶ τυχήσω, πόρρω δὲ ὁδεύτερος μέλλων τοῦ τεύχω, καθὰ καὶ τοῦ

τυπῶ τυπώσω καὶ τοῦ τυπτῶτυπτήσω ὁ δεύτερος μέλλων τοῦ τύπτω προκατάρχει. οὕτω

δὲ καὶ τῆς βλεπήσεως, ἣ κεῖται ἐν τῷ Ἐτυμολογικῷ, ἐνεστὼς μὲν ὁ βλεπῶ, αὐτοῦ δὲ

προΰπεστινὁ δεύτερος μέλλων τοῦ βλέπω. (ῃ. 107) Τὸ δέ «δεδεγμένος ἐν προδοκαῖς»

τρόποςἐστὶν ἐτυμολογικός. προδοκὴ γάρ ἐστι τόπος στενός, ἐν ᾧ δοκεύει τις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

433

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!