18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τλησομένου ποιῆσαί τιπρὸς ἐπιορκίαν. ὁ δ' οὕτω τλήμων, ὥστε αὐτίκα ὑπακούει. διὸ καὶ

ἄφρονα λέγειαὐτὸν Ὅμηρος, εἰ καὶ ἄλλως ἐδόκει φρονεῖν. [φησὶ γὰρ ἀντιθετικῷ

τρόπῳ»τῷ δὲ φρένας ἄφρονι πεῖθε».] Τὸ δὲ ἐπιπροέμεν δύναται καὶ μιᾷ

προθέσειἀρκεῖσθαι. καλὸν οὖν καὶ τὸ ἐφεῖναι καὶ τὸ προεῖναι ἰὸν τῷ Μενελάῳ.

κρεῖττονμέντοι τὸ ἐπιπροεῖναι, ἵνα ἡ μὲν ˉἐˉπˉι πρόθεσις τὴν ˉκˉαˉτˉα σημαίνῃ, ὡς

πολλαχοῦτῆς Ὁμηρικῆς ποιήσεως λαμβάνεται, καθὰ καὶ ἐν τῷ· «δαιμονίη τί μοι

ἐπέχεις»,ἡ δὲ ˉπˉρˉο τὴν πρὸ τῶν ἄλλων δηλώσῃ βολήν. (ῃ. 95) Χάρις δὲ κύδους

διαφέρει,καθότι κῦδος μὲν ἡ εὔκλεια, χάρις δὲ ὁμολογία εὐεργεσίας ἐστί. διὸ καὶ

πάμπρωτα δῶρα ἐκ Πάριδος λήψεσθαί φησι τὸν Πάνδαρον, οἷα καὶ τῶν ἄλλωνὕστερον

ἐπιδωσόντων, ὡς εὐεργέτῃ. (ῃ. 97) Τὸ δέ «δῶρα φέροιο» τὸ παρὰτοῖς ὕστερον

δωροφορεῖν συνέθετο. (ῃ. 99) Τοῦ δὲ δμηθέντα διασαφητικὸν τὸ»πυρῆς ἐπιβάντ'

ἀλεγεινῆς», ὅπερ ἐστὶ περίφρασις τοῦ καυθέντα. ἐκεῖνο δὲπαρακολούθημά ἐστι νεκροῦ.

ἀφελῶς δὲ πέφρασται τὸ «πυρῆς ἐπιβάντα» ἐπὶνεκροῦ. κυρίως γὰρ τίθεται ὁ τοιοῦτος

ἐπὶ πυρᾶς, οὐκ ἐπιβαίνει αὐτός. Περὶ δὲπυρῆς ἀλεγεινῆς δηλοῦται ἀλλαχοῦ. (ῃ. 100) Ἐν

δὲ τῷ «ὀΐστευσον Μενελάου» 1.708 λείπει πρόθεσις. τὸ γὰρ ἐντελές «κατὰ Μενελάου».

(ῃ. 101) Λυκηγενὴς δὲἈπόλλων κατὰ τὸν μῦθον, οἱονεὶ Λυκιηγενής, ὡς ἐν Λυκίᾳ

γεγονώς, ἢ τῇμεγάλῃ κατά τινας ἢ τῇ μικρᾷ, ἧς Πάνδαρος ἦρχε, περὶ ἧς καὶ ἡ Βοιωτία

δηλοῖ,ἀφ' ἧς καὶ ὁ πατὴρ Λυκάων παρωνόμασται, εἰς ἥν, φασί, μετὰ τὸ

γεννῆσαιἀπηλλάγη ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἐκκλίνουσα. καὶ ἄλλως δὲ

Λυκηγενὴς λέγεται, ὅτι λύκος, φασίν, ἐπεφάνη τῇ Λητοῖ ἐν τῷ τοκετῷ ὅτε καὶπτοηθεῖσα

Πτῷόν τε τὸν ἐξ αὐτῆς Ἀπόλλωνα ἐπωνόμασε καὶ Λυκηγενῆ.διὸ καὶ Ἀπόλλωνι κατὰ

μῦθον ὁ λύκος ἀνεῖτο καὶ νομίσματι ἐνεχαράττετο· καὶ Λύκειος δὲ ἀπ' αὐτοῦ ἐκαλεῖτο

αὐτός τε ὁ Ἀπόλλων καὶ ἀγορὰ δέ τιςἐν τῷ Ἄργει. ἑτέρως δέ, ὥσπερ ὁ κύκνος ἱεροῦται

Ἀπόλλωνι ὡς ἡλίῳ διὰ τὴν λευκότητα, καὶ ὁ κόραξ διὰ τὴν νυκτερινὴν μελανίαν, ἧς οἷα

καὶ μητρός ἀπογεννᾶται, ὡς ἀλλαχοῦ γέγραπται, οὕτω καὶ λύκος ἀνάκειται αὐτῷ διὰ τὸ

μέσονεἶναι ἀμφοῖν τὸ λύκειον χρῶμα. τεφρῶδες γὰρ καὶ οὔτε φαεινὸν οὔτε

ἄκρωςμέλαν, ἀλλ' οἷόν τι τὸ πρὸ τῆς κροκοπέπλου ὑπονύκτερον χρῶμα, ὃ καὶ

λυκόφωςἡ καθωμιλημένη γλῶσσα καλεῖ. Κλυτότοξος δὲ ὁ αὐτὸς Ἀπόλλων, ὡς σὺν

τῇμαντικῇ καὶ μουσικῇ καὶ ἰατρικῇ ἐπιστατῶν καὶ τῇ τοξικῇ κατὰ τὸν μῦθον. ὡςδὲ καὶ

τῷ ἀλληγορουμένῳ Ἀπόλλωνι ἐνθεωρεῖται ταῦτα, ἑτέραν ζητεῖ λόγουτριβήν. [Ὅρα δέ,

ὡς ἰσοδυναμεῖν δοκούντων ἔστιν ὅτε τοῦ κλύειν καὶ τοῦκλείειν, ὅ ἐστι κλεΐζειν καὶ

δοξάζειν, ἐκ μὲν τοῦ κλύειν τὸν κλυτότοξον συνέθετο,ἐκ δὲ τοῦ κλείειν κλειτὴν

κατωτέρω ἑκατόμβην φησί.] Τοὺς δὲ πρωτογόνουςἄρνας καὶ τὰ τοιαῦτα

πρωτογεννήματα ἡ κοινὴ γλῶσσα λαλεῖ. [(ῃ. 103) Ἱερὰ δὲ 1.709 ἡ Ζέλεια ὡς πόλις

ἁπλῶς φυλακτικὴ τῶν ἔσω οἰκούντων. οὕτω δὲ ἱερὰ καὶ τείχηπόλεως. λέγει δέ που

χρήσιμά τινα περὶ τούτων καὶ Πλούταρχος.] Ἐν δὲτῷ «νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης»

σημείωσαι, ὅτι τὸ διπλοῦν ˉζ οὐκ ἔχεισυνήθως ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν,

ὡς οὐδὲ κατὰ Ὀδύσσειαν ἐν τῷ»ὑλήεντι Ζακύνθῳ», ἀλλ' ἀντὶ βραχείας λαμβάνεται

ἀναγκαίως ἡ τελευταίασυλλαβὴ διὰ τὸ μὴ δύνασθαι ἄλλως τεθῆναι ἐν μέτρῳ. εἰ γὰρ

ὑποθώμεθα ἐν τῷ Ζέλεια καὶ ἐν τῷ Ζάκυνθος δύνασθαι τὸ ˉζ διὰ τὴν διπλόην ποιεῖν

χρονικὴνἔκτασιν, οὐδ' ὅλως εἰς μέτρον δακτυλικὸν ἡ Ζέλειά ποτε καὶ ἡ

Ζάκυνθοςπαραληφθήσεται. ἡ τοιαύτη δὲ ἀνάγκη βιάζεται καὶ τὴν τοῦ

Σκαμάνδρουἄρχουσαν, ὡς προερρέθη, τὸ πρὸ αὐτῆς βραχὺ ἐκτείνειν μηδέποτε. οὕτω

τὸμέτρον βίαν ἔστιν οὗ ἐπάγει παρανομεῖσθαι, ὥσπερ τὰς ἐκτάσεις, οὕτω καὶ

τὰςσυστολάς, καὶ ἀλόγως γίνεσθαι, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ τὸ Αἰγυπτίη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

432

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!